1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

197

᾿Αρίμηνον πόλιν δέκα καὶ διακοσίοις σταδίοις .7.2 τῆς ῾Ραβέννης ἀφεστῶσαν. ἐνταῦθα δὲ τὰς σκηνὰς ἔχοντι πρὸ τῶν τειχῶν εἰς λόγους ἐλθὼν ὁ ᾿Ιόβιος τῆς ᾿Ιταλίας ὕπαρχος ὢν δηλοῖ τῷ βασιλεῖ τὴν ᾿Αλαρίχου αἴτησιν καὶ ὡς δέοι δέλτοις αὐτὸν τιμῆσαι στρατηγοῦ δυνάμεως .7.3 ἑκατέρας. ὁ δὲ βασιλεὺς χρημάτων μὲν καὶ σιτηρεσίων ὧν ᾔτει ὡς ὑπάρχῳ ᾿Ιοβίῳ τὴν ἐξουσίαν δέδωκεν, ἀξίας δὲ οὔποτε μεταδώσειν αὐτῷ ἀντεδήλωσεν. ἀβούλως δὲ ᾿Ιόβιος ἐν τῇ ᾿Αλαρίχου σκηνῇ περιμείνας τὸν ἐκ τῶν βασιλείων ἀπεσταλμένον ἀναγινώσκειν ἐκέλευσε παρόντων τῶν βαρ.7.4 βάρων τὰ δόξαντα τῷ βασιλεῖ. ἐπὶ δὲ τῇ ἀρνήσει τοῦ ἀξιώματος ὀργισθεὶς ᾿Αλάριχος ὡς ὑβρισμένος αὐθωρὸν τῇ σάλπιγγι σημήνας ἐπὶ τὴν ῾Ρώμην ἤλαυνε. δείσας δὲ ᾿Ιόβιος, μὴ ὑπονοηθῇ παρὰ τῷ βασιλεῖ ᾿Αλαρίχῳ σπου-δάζειν, ἀβουλοτέρῳ ἢ πρότερον περιπεσών, πρὸς τῆς σωτηρίας τοῦ βασιλέως αὐτός τε ὤμοσε καὶ τοὺς ἄλλους ἄρχοντας παρεσκεύασε μήποτε εἰρήνην .7.5 θέσθαι πρὸς ᾿Αλάριχον. οὐκ εἰς μακρὰν δὲ μεταμεληθεὶς ὁ βάρβαρος ἐδήλωσε μηδὲν ἀξιωμάτων δεῖσθαι, σύμμαχον δὲ παρέξειν ἑαυτὸν ἐπὶ μετρίᾳ σίτου δόσει καὶ οἰκήσει τόπων οὐ πάνυ ῾Ρωμαίοις ἐσπουδασμένων. .8.1 ᾿Επεὶ δὲ δὶς ἀπέτυχε περὶ τούτου πρεσβευσάμενος διά τινων ἐπισκόπων, ἐλθὼν εἰς ῾Ρώμην ἐπολιόρκει τὴν πόλιν· καὶ ἐξ ἑνὸς μέρους τὸν Πόρτον ἑλὼν βιάζεται ῾Ρωμαίους βασιλέα ψηφίσασθαι τὸν ῎Ατταλον, ὕπαρχον ὄντα .8.2 τότε τῆς πόλεως. ῾Ρωμαίων δὲ προβληθέντων ἐπὶ τὰς ἄλλας ἀρχὰς χειροτονεῖται ᾿Αλάριχος στρατηγὸς ἑκατέρας δυνάμεως, ᾿Αδαοῦλφος δὲ ὁ τῆς αὐτοῦ γαμετῆς ἀδελφὸς ἡγεμὼν τῶν ἱππέων δομεστίκων καλουμένων. συγκαλέσας δὲ τὴν γερουσίαν ῎Ατταλος λόγον διῆλθε μακρὸν καὶ λαμπρῶς μάλα πεπονημένον, ὑπισχνούμενος τὰ πάτρια τῇ συγκλήτῳ φυλάξειν καὶ τὴν Αἴγυπτον καὶ πᾶσαν τὴν πρὸς ἕω ἀρχομένην ὑπήκοον ᾿Ιταλοῖς ποιήσειν. .8.3 καὶ ὁ μὲν ὧδε ἀλαζονευσάμενος οὐδὲ εἰς ἐνιαυτὸν ὁλόκληρον ἤμελλε βασιλεὺς καλεῖσθαι· μάντεσι δέ τισιν ὑπαχθεὶς ὑπισχνουμένοις ἀμαχητὶ τὴν ᾿Αφρικὴν καθέξειν, οὔτε ᾿Αλαρίχῳ ἐπείσθη μετρίαν δύναμιν εἰσηγησαμένῳ πέμψαι εἰς Καρχηδόνα ἐπὶ ἀναιρέσει τῶν ᾿Ονωρίου ἀρχόντων, εἰ ἀντιπαρατάξοιεν αὐτῷ, οὔτε ᾿Ιωάννῃ, ὃν προεστήσατο τῶν ἀμφ' αὐτὸν βασιλικῶν τάξεων, φάσκοντι χρῆναι Κώνσταντα τὸν ἐκδημεῖν εἰς Λιβύην παρ' αὐτοῦ τεταγμένον, ὡς παρὰ ᾿Ονωρίου ἀπεσταλμένον, γράμματι συνήθει, ὃ διάταγμα καλοῦσι, παῦσαι τῆς ἀρχῆς ῾Ηρακλειανὸν τὸν τηνικάδε τῶν ἐν ᾿Αφρικῇ .8.4 στρατιῶν ἐπιτετραμμένον τὴν ἡγεμονίαν. ἴσως δὲ ἂν καὶ τοῦτο προὐχώρησεν· οὔπω γὰρ δῆλα ἐγεγόνει τοῖς ἐν Λιβύῃ τὰ κατὰ ῎Ατταλον. ἐπεὶ δὲ Κώνστας, τοῦτο τοῖς μάντεσι δόξαν, ἔπλευσεν εἰς Καρχηδόνα, ῎Ατταλος δὲ ἐπὶ τοσοῦτον ἐβλάβη τὸν νοῦν, ὡς μηδὲ ἀμφιβάλλειν ἀξιοῦν, ἀλλὰ πεπεῖσθαι τοὺς ῎Αφρους ὑπηκόους ἔχειν κατὰ τὴν πρόρρησιν τῶν μάντεων, .8.5 ἐπιστρατεύει τῇ ῾Ραβέννῃ. ἅμα δὲ ἠγγέλθη εἰς ᾿Αρίμηνον ἀφῖχθαι μετὰ τῆς ῾Ρωμαίων καὶ βαρβάρων στρατιᾶς, γράφει αὐτῷ ᾿Ονώριος ὡς βασιλεῖ καὶ πρεσβεύεται διὰ τῶν ἀμφ' αὐτὸν τὰς μεγίστας ἀρχὰς λαχόντων, κοινωνὸν ἀγαπῶν ἔχειν τῆς βασιλείας. ῎Ατταλος δὲ τὴν μὲν κοινωνίαν τοῦ κράτους ἀπαρνεῖται· δηλοῖ δὲ ᾿Ονωρίῳ νῆσον ἢ τόπον ἑλέσθαι ὃν βούλεται καὶ .8.6 καθ' ἑαυτὸν διάγειν πάσης βασιλικῆς θεραπείας ἀξιούμενον. εἰς τοῦτο δὲ περιστάντων τῶν πραγμάτων, ὡς εὐτρεπεῖς αὐτὸν ἔχειν ναῦς, ἵν' εἰ δεήσειεν ἀποπλεύσῃ πρὸς τὸν ἀδελφιδοῦν, ἀδοκήτως ἐν ἓξ ἀριθμοῖς ἀμφὶ τετρακισχίλιοι στρατιῶται νύκτωρ τῇ ῾Ραβέννῃ προσέπλευσαν ἐκ τῆς ἀνατολῆς· οἷς τὴν φυλακὴν τῶν τειχῶν ἐπέτρεψε δεδιὼς τῶν ἐπιχωρίων στρατι.8.7 ωτῶν τὸ ἕτοιμον εἰς προδοσίαν. ἐν τούτῳ δὲ ῾Ηρακλειανὸς ἀνελὼν τὸν Κώνσταντα φύλακας ἐπέστησεν ἐν τοῖς λιμέσι καὶ ταῖς ἀκταῖς τῆς ᾿Αφρικῆς καὶ τὰ πλοῖα τῶν ἐμπόρων ἐκώλυσεν εἰς ῾Ρώμην ἀνάγεσθαι. λιμοῦ δὲ ἐντεῦθεν καταλαβόντος τοὺς ῾Ρωμαίους πρεσβεύονται περὶ τούτου πρὸς .8.8 ῎Ατταλον. ὁ δὲ πρὸς τὸ πρακτέον ἀμηχανῶν ἐπανῆλθεν εἰς