1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

61

καὶ ἐν πολλῇ τιμῇ καὶ θεραπείᾳ παρ' αὐτοῖς ἦν. μετὰ δὲ ταῦτα ῾Ησυχᾶς, ὃς εὐδοκιμώτατος ἐγένετο τῶν αὐτοῦ μαθητῶν, κλέψας τὸ λείψανον διεκόμισεν εἰς Παλαιστίνην καὶ ἐν τῷ ἰδίῳ μοναστηρίῳ ἔθαψε. καὶ τὸ ἐξ ἐκείνου δημοτελῆ καὶ μάλα λαμπρὰν ἐνθάδε ἐτήσιον ἑορτὴν ἄγουσιν οἱ ἐπιχώριοι. 3.14.28 ὧδε γὰρ Παλαιστίνοις ἔθος γεραίρειν τοὺς παρ' αὐτοῖς ἄνδρας ἀγαθοὺς γενομένους, ὥσπερ ἀμέλει καὶ Αὐρήλιον τὸν ᾿Ανθηδόνιον καὶ ᾿Αλεξίωνα τὸν ἀπὸ Βηθαγάθωνος καὶ ᾿Αλαφίωνα τὸν ἀπὸ ᾿Ασαλέας, οἳ κατὰ τὸν αὐτὸν γενόμενοι χρόνον ἐπὶ τῆς παρούσης βασιλείας εὐσεβῶς καὶ ἀνδρείως ἐν φιλοσοφίᾳ ἐπολιτεύσαντο καὶ ταῖς οἰκείαις ἀρεταῖς ἐν ἑλληνιζούσαις ἄγαν ταῖς τῇδε πόλεσι καὶ κώμαις εἰς ἐπίδοσιν ἤγαγον τὴν θρησκείαν. 3.14.2 Κατ' ἐκεῖνο καιροῦ ᾿Ιουλιανὸς ἀμφὶ τὴν ῎Εδεσσαν ἐφιλοσόφει, ἀκρι-βεστάτῃ καὶ οἷα ἀσωμάτῳ ἀγωγῇ καὶ πολιτείᾳ ἐπιχειρήσας, ὡς ἐκτὸς σαρκῶν ὀστέοις καὶ δέρματι δοκεῖν συνεστάναι καὶ ᾿Εφραὶμ τῷ Σύρῳ συγγραφεῖ πρόφασις γενέσθαι πραγματείας τῆς κατὰ τὸν αὐτοῦ βίον ἀφηγήσεως. ἐπεψηφίζετο δὲ καὶ θεὸς αὐτὸς οἷς ἄνθρωποι περὶ αὐτοῦ ἐδόξαζον, δαίμονας ἀπελαύνειν καὶ παντοδαπῶν νόσων ἰάσεις αὐτῷ δωρησάμενος οὐ φαρμάκοις τισὶν ἀλλ' εὐχῇ κατορθουμένας. 3.14.30 ᾿Επὶ τούτῳ δὲ καὶ ἄλλοις πολλοῖς ἐκκλησιαστικοῖς φιλοσόφοις τὸ τῇδε ὑπήκοον τηνικαῦτα διέπρεπε, κατά τε τὸν ᾿Εδεσσηνῶν νομὸν ὑπό τε τὴν ᾿Αμιδηνῶν πόλιν, ἀμφὶ τὸ Γαυγάλιον καλούμενον ὄρος, ὧν ἤστην ∆ανιὴλ καὶ Συμεών. ᾿Αλλὰ περὶ μὲν τῶν ἐν Συρίᾳ μοναχῶν τάδε εἰρήσθω νῦν· τελεώτερον 3.14.31 δέ, εἰ ὁ θεὸς ἐθελήσειεν, ἐν τοῖς ἑξῆς εἰρήσεται περὶ αὐτῶν. ᾿Αρμενίοις δὲ καὶ Παφλαγόσι καὶ τοῖς πρὸς τῷ Πόντῳ οἰκοῦσι λέγεται Εὐστάθιος ὁ τὴν ἐν Σεβαστείᾳ τῆς ᾿Αρμενίας ἐκκλησίαν ἐπιτροπεύσας μοναχικῆς φιλοσοφίας ἄρξαι, καὶ τῆς ἐν ταύτῃ σπουδαίας ἀγωγῆς, ἐδεσμάτων τε, ὧν χρὴ μετέχειν καὶ ἀπέχεσθαι, καὶ ἐσθῆτος, ᾗ δεῖ κεχρῆσθαι, καὶ ἠθῶν καὶ πολιτείας ἀκριβοῦς εἰσηγητὴν γενόμενον, ὡς καὶ τὴν ἐπιγεγραμμένην Βασιλείου τοῦ Καππαδόκου ᾿Ασκητικὴν βίβλον ἰσχυρίζεσθαί τινας αὐτοῦ γραφὴν εἶναι. 3.14.32 λέγεται δὲ ὑπὸ πολλῆς ἀκριβείας εἰς παραλόγους ἐπιτηρήσεις ἐκπεσεῖν παν3.14.33 τελῶς ἀπᾳδούσας τῶν ἐκκλησιαστικῶν νόμων. οἱ δὲ αὐτὸν μὲν τοῦ ἐγκλήματος ἐξαιροῦνται, ἐπαιτιῶνται δέ τινας τῶν αὐτοῦ μαθητῶν ὡς γάμῳ καταμεμφομένους καὶ ἐν οἴκοις γεγαμηκότων εὔχεσθαι παραιτουμένους καὶ τοὺς γεγαμηκότας πρεσβυτέρους ὑπερφρονοῦντας καὶ ἐν κυριακαῖς ἡμέραις νηστεύοντας καὶ ἐν οἰκίαις ἐκκλησιάζοντας καὶ τοὺς πλουσίους καθάπαξ ἀμοίρους τῆς βασιλείας τοῦ θεοῦ ἀποφαινομένους καὶ τοὺς κρέα ἐσθίοντας βδελυττομένους καὶ χιτῶνας μὲν συνήθεις καὶ στολὰς μὴ ἀνεχομένους ἀμφιέννυσθαι, ξένῃ δὲ καὶ ἀήθει ἐσθῆτι χρωμένους καὶ ἄλλα πλεῖστα νεωτερί3.14.34 ζοντας. ἐκ τούτου δὲ πολλὰς γυναῖκας ἀπατηθείσας καταλιπεῖν τοὺς ἄνδρας· εἶτ' ἐγκρατεύεσθαι μὴ δυνηθείσας μοιχείαν ἁμαρτεῖν· τὰς δὲ προφάσει θεοσεβείας τὴν κεφαλὴν ἀποκείρασθαι καὶ ἀλλοίως ἢ γυναικὶ πρέπει, 3.14.35 ἀνδράσι δὲ σύνηθες ἀμφιέννυσθαι. διὰ δὴ ταῦτα τοὺς πλησιοχώρους ἐπισκόπους συνελθεῖν ἐν Γάγγραις τῇ μητροπόλει Παφλαγόνων καὶ ἀλλοτρίους αὐτοὺς ψηφίσασθαι τῆς καθόλου ἐκκλησίας, εἰ μὴ κατὰ τοὺς ὅρους 3.14.36 τῆς συνόδου ἕκαστον τῶν εἰρημένων ἀποκηρύξωσιν. ἐντεῦθεν δὲ λόγος Εὐστάθιον ἐπιδεικνύμενον, ὡς οὐκ αὐθαδείας ἕνεκεν, ἀλλὰ τῆς κατὰ θεὸν ἀσκήσεως εἰσηγοῖτο ταῦτα καὶ ἐπιτηδεύοι, ἀμεῖψαι τὴν στολὴν καὶ παραπλησίως τοῖς ἄλλοις ἱερεῦσι τὰς προόδους ποιήσασθαι. τοιοῦτος δὲ τὰ περὶ τὸν βίον ὑπάρχων καὶ ἐπὶ λόγοις ἐθαυμάζετο· τὸ δὲ ἀληθὲς εἰπεῖν, ἐγένετο λέγειν μὲν οὐ δεινός (οὐδὲ γὰρ τὴν περὶ τούτου ἐπιστήμην ἐξήσκητο), τὸ δὲ ἦθος θαυμάσιος καὶ πείθειν ἱκανώτατος, ὡς καὶ πολλοὺς τῶν ἐκπορνευομένων ἀνδρῶν καὶ γυναικῶν μεταπεῖσαι σώφρονα καὶ σπουδαῖον βίον ἀνα3.14.37 λαβεῖν. φασὶ γοῦν αὐτὸν ἄνδρα τινὰ καὶ γυναῖκα κατὰ θεσμὸν ἐκκλησίας παρθενίαν προσποιουμένους καὶ εἰς ταὐτὸν συνιέναι