1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

2

μὲν τὰ περὶ τὰ ὅπλα καὶ τὸ σῶμα ἀσκεῖν καὶ τὰ τῶν ἀρχομένων διατάττειν πράγματα, δικάζοντά τε καὶ ἃ χρὴ γράφοντα, ἰδίᾳ τε καὶ κοινῇ τὰ πρακτέα διασκοποῦντα· νύκτωρ δὲ τὰς βίβλους περιέπειν. διακονεῖν δέ σοι λόγος πρὸς τὴν τούτων εἴδησιν λύχνον ἐκ μηχανῆς τινος αὐτομάτως τῇ θρυαλλίδι ἐπιχέοντα τὸ ἔλαιον, ὡς ἂν μηδὲ εἷς τῶν περὶ τὰ βασίλεια ἐν τοῖς σοῖς πόνοις ταλαιπωρεῖν ἀναγκάζηται καὶ τὴν φύσιν βιάπρεφ.1. ζηται πρὸς τὸν ὕπνον μαχόμενος· οὕτω τις φιλάνθρωπος καὶ πρᾶος καὶ πρὸς τοὺς πέλας καὶ πρὸς πάντας ὑπάρχεις, τὸν οὐράνιον βασιλέα τὸν σὸν προστάτην μιμούμενος, ᾧ φίλον ἐστὶν ἐπὶ δικαίους καὶ ἀδίκους ὕειν καὶ τὸν πρεφ.1.10 ἥλιον ἀνατέλλειν καὶ τἆλλα ἀφθόνως παρέχειν. ὑπὸ γοῦν πολυμαθείας, ὡς εἰκός, ἀκούω σε καὶ λίθων εἰδέναι φύσεις καὶ δυνάμεις ῥιζῶν καὶ ἐνεργείας ἰαμάτων, οὐχ ἧττον ἢ Σολομὼν ὁ ∆αβὶδ ὁ σοφώτατος. μᾶλλον δὲ κἀπρεφ.1.11 κείνου πλεονεκτεῖς ταῖς ἀρεταῖς· ὁ μὲν γὰρ δοῦλος γενόμενος τῶν ἡδονῶν οὐ μέχρι τέλους τὴν εὐσέβειαν διεφύλαξε τὴν αἰτίαν τῶν ἀγαθῶν καὶ τῆς σοφίας αὐτῷ γενομένην· σὺ δέ, ὦ κράτιστε, τὸν ἐγκρατῆ λογισμὸν ἀντιτάξας τῇ ῥᾳστώνῃ, εἰκότως νομίζῃ μὴ μόνον ἀνθρώπων αὐτοκράτωρ εἶναι, ἀλλὰ πρεφ.1.12 καὶ τῶν παθῶν τῆς ψυχῆς καὶ τοῦ σώματος. εἰ δὲ δεῖ καὶ ταῦτα λέγειν, πυνθάνομαί σε καὶ παντὸς ὄψου καὶ ποτοῦ τὴν ἐπιθυμίαν νικᾶν, καὶ μήτε σῦκα γλυκερά, ποιητικῶς εἰπεῖν, μήτ' ἄλλο τι τῶν ὡραίων ἑλεῖν σε δύνασθαι, πλὴν ὅσον ἐπιψαῦσαι καὶ μόνον ἀπογεύσασθαι, πρότερον εὐλογήσαντα τὸν πάντων δημιουργόν. δίψους δὲ καὶ πνίγους καὶ ῥίγους κρατεῖν ἐθισθεὶς ἐν πρεφ.1.13 ταῖς καθ' ἡμέραν ἀσκήσεσι, φύσιν ἔχειν νομίζῃ τὴν ἐγκράτειαν. πρώην γέ τοι τὴν ἐν Πόντῳ πόλιν ῾Ηρακλέος ἐπώνυμον σπεύδων ἰδεῖν καὶ ἐγεῖραι τῷ χρόνῳ κάμνουσαν, ὥρᾳ θέρους τὴν διὰ Βιθυνῶν ᾔεις ὁδόν. τοῦ δὲ ἡλίου σφόδρα φλέγοντος περὶ μέσην ἡμέραν ἰδὼν σέ τις τῶν δορυφόρων ἱδρῶτι πολλῷ καὶ κονιορτῷ πεφυρμένον, ὡς δὴ χαριούμενος φθάσας προσεκόμισέ σοι φιάλην εὖ μάλα λαμπρῶς πρὸς τὰς ἀκτῖνας ἀντιστίλβουσαν, ἡδὺν αὐτῇ τινα πότον ἐμβαλὼν καὶ ψυχρὸν ὕδωρ ἐπιχέας. σὺ δέ, ὦ κράτιστε, προσδεξάμενος ἐπῄνεσας μὲν τῆς προθυμίας τὸν ἄνδρα καὶ δῆλος ἦσθα μετ' οὐ πολὺ τοῦτον φιλοτιμίᾳ βασιλικῇ καλῶς ποιήσων, πάντων δὲ τῶν στρατιωτῶν πρὸς τὴν φιάλην κεχηνότων καὶ μακαριούντων ὃς πίεται, πάλιν αὐτῷ, ὦ γενναῖε, τὸ ποτὸν ἀπέδωκας καὶ ὅπῃ φίλον αὐτῷ κεχρῆσθαι ἐκέλευσας. πρεφ.1.14 ὥστε μοι δοκεῖ εἰκότως ταῖς σαῖς ἀρεταῖς νενικῆσθαι καὶ ᾿Αλέξανδρον τὸν Φιλίππου· ᾧ λέγεται παρὰ τῶν τὰ ἐκείνου θαυμαζόντων δι' ἀνύδρου τόπου βαδίζοντι μετὰ τῶν Μακεδόνων ἐπιμελῆ στρατιώτην ὕδωρ εὑρόντα ἀρύπρεφ.1.15 σασθαι καὶ προσκομίσαι· τὸν δὲ μὴ πιεῖν, ἀλλ' ἐκχέαι τὸ πόμα. συνελόντα οὖν εἰπεῖν, τῶν πρὸ σοῦ βασιλέων βασιλεύτερόν σε κυρίως καλεῖν ἔστι κατὰ τὸν ῞Ομηρον· τοὺς μὲν γὰρ οὐδὲν οἷον ἄγασθαι κεκτημένους παρειλήφαμεν, τοὺς δὲ ἐπὶ ἑνὶ μόλις ἢ δύο τὴν βασιλείαν σεμνύναντας· σὺ δέ, ὦ κράτιστε, πάσας ὁμοῦ συλλαβὼν τὰς ἀρετάς, πάντας ὑπερεβάλου εὐσεβείᾳ καὶ φιλανθρωπίᾳ καὶ ἀνδρείᾳ καὶ σωφροσύνῃ καὶ δικαιοσύνῃ καὶ φιλοτιμίᾳ πρεφ.1.16 καὶ μεγαλοψυχίᾳ βασιλικῇ πρεπούσῃ ἀξίᾳ. ἀναίμακτον δὲ καὶ καθαρὰν φόνου πάντων τῶν πώποτε γενομένων μόνην τὴν σὴν ἡγεμονίαν ὁ πᾶς αἰὼν αὐχεῖ. ἡδονῇ δὲ τὰ σπουδαῖα τοὺς ὑπηκόους κελεύεις παιδεύεσθαι, εὐνοίᾳ πρεφ.1.17 τε καὶ αἰδοῖ τὴν περὶ σὲ σπουδὴν καὶ τὰ κοινὰ ἐνδείκνυσθαι. ὥστε μοι πάντων ἕνεκεν ἀναγκαῖον καταφαίνεται ἐκκλησιαστικὴν ἱστορίαν συγγράφοντι, σοὶ προσφωνῆσαι. τίνι γὰρ μᾶλλον οἰκειότερον τοῦτο ποιήσω, πολλῶν καὶ θεσπεσίων ἀνδρῶν ἀρετὴν ἀφηγεῖσθαι μέλλων καὶ τὰ συμβάντα περὶ τὴν καθόλου ἐκκλησίαν, ὅσοις τε ἐχθροῖς ὑπαντήσασα εἰς τοὺς σοὺς καὶ τῶν σῶν πρεφ.1.18 πατέρων λιμένας κατῆρεν. ἄγε οὖν, ὦ πάντα εἰδὼς καὶ πᾶσαν ἀρετὴν ἔχων καὶ μάλιστα τὴν εὐσέβειαν, ἣν ἀρχὴν εἶναι σοφίας θεῖός ἐστι λόγος,