1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

198

῾Ρώμην ὡς μετὰ τῆς συγκλήτου συμβουλευσόμενος. ἐπικρατήσαντος δὲ τοῦ λιμοῦ ἐπὶ τοσοῦτον ὡς καστάνοις ἀντὶ σίτου κεχρῆσθαι τὸν δῆμον, ὑπονοηθῆναι δέ τινας καὶ ἀνθρωπείων ἀπογεύσασθαι κρεῶν, ᾿Αλάριχος μὲν συνεβούλευεν πεντακοσίους βαρβάρους κατὰ ῾Ηρακλειανοῦ πέμψαι, τῇ δὲ συγκλήτῳ καὶ .8. τῷ ᾿Αττάλῳ ἐδόκει μὴ δεῖν πιστευθῆναι βαρβάροις τὴν ᾿Αφρικήν. ἐπεὶ δὲ δῆλον ἦν τὸν θεὸν ἀντιπράττειν τῇ ᾿Αττάλου βασιλείᾳ, συνιδὼν ᾿Αλάριχος μάτην πονεῖν ἐπὶ πράγματι οὐκ ἐν αὐτῷ κειμένῳ, συντίθεται περὶ καταλύσεως τῆς αὐτοῦ ἀρχῆς πρὸς ᾿Ονώριον, ὑποσχέσεις λαβὼν περὶ εἰρήνης. .8.10 πάντων τοίνυν συνελθόντων πρὸ τῆς πόλεως, ἀποτίθεται ῎Ατταλος τὰ σύμβολα τοῦ βασιλέως· συναποτίθενται δὲ τὰς ζώνας καὶ οἱ αὐτοῦ ἄρχοντες, καὶ συγγνώμην ἐπὶ τοῖς συμβεβηκόσι νέμει πᾶσιν ᾿Ονώριος, μετ' οὐ πολὺ νομοθετήσας ἕκαστον ἔχειν τὴν τιμὴν καὶ τὴν ἀξίαν ἧς πρὸ τοῦ μετελάγχανεν. .8.11 ῎Ατταλος δὲ ἅμα τῷ παιδὶ ᾿Αλαρίχῳ συνῆν οὐκ ἀσφαλὲς τέως ἡγούμενος ἐν ῾Ρωμαίοις διάγειν. ..1 ᾿Επὶ τούτοις δὲ ὧδε ἀποβεβηκόσι οὐ μετρίως ἐδυσφόρουν ῞Ελληνές τε καὶ Χριστιανοὶ οἱ ἀπὸ τῆς ᾿Αρείου αἱρέσεως. οἱ μὲν γὰρ τεκμηράμενοι τῆς ᾿Αττάλου προαιρέσεως καὶ τῆς προτέρας ἀγωγῆς εἰς τὸ προφανὲς ἑλληνίσειν αὐτὸν ἡγοῦντο καὶ τοὺς πατρίους ἀποδιδόναι ναοὺς καὶ ἑορτὰς καὶ θυσίας· οἱ δὲ τῶν ἐκκλησιῶν ὡς ἐπὶ Κωνσταντίου καὶ Οὐάλεντος πάλιν κρατήσειν ᾤοντο, εἰ βεβαίως σχοίη τὴν βασιλείαν, καθότι καὶ βαπτισθεὶς ἦν παρὰ Σιγησαρίου τοῦ ἐπισκόπου τῶν Γότθων καὶ καταθύμιος ἐπὶ τούτῳ πᾶσί τε αὐτοῖς καὶ ᾿Αλαρίχῳ ἐτύγχανεν. ..2 Οὐ πολλῷ δὲ ὕστερον ᾿Αλάριχος καταλαβὼν τὰς ῎Αλπεις (χωρίον δὲ τοῦτο ἀμφὶ τὰ ἑξήκοντα στάδια διεστὼς τῆς ῾Ραβέννης) εἰς λόγους ἦλθε ..3 τῷ βασιλεῖ περὶ τῆς εἰρήνης. Σάρος δέ τις βάρβαρος τὸ γένος, εἰς ἄκρον δὲ τὰ πολέμια ἠσκημένος, ἀμφὶ τριακοσίους μόνους περὶ αὐτὸν ἔχων πάντας εὔνους καὶ ἀρίστους, ὕποπτος ὢν ᾿Αλαρίχῳ διὰ προτέραν ἔχθραν, ἐλογίσατο μὴ συνοίσειν αὐτῷ τὰς μεταξὺ ῾Ρωμαίων καὶ Γότθων σπονδάς, καὶ ἐξαπίνης ..4 μετὰ τῶν ἰδίων ἐπελθὼν ἀναιρεῖ τινας τῶν βαρβάρων. ἐκ τούτου δὲ εἰς ὀργὴν καὶ δέος καταστὰς ᾿Αλάριχος τὴν αὐτὴν ὁδὸν ἀναστρέφει· καὶ περικαθεσθεὶς τὴν ῾Ρώμην εἷλε προδοσίᾳ, καὶ τοῖς αὐτοῦ πλήθεσιν ἐπέτρεψε ἑκάστῳ, ὡς ἂν δύναιτο, τὸν ῾Ρωμαίων πλοῦτον διαρπάζειν καὶ πάντας τοὺς οἴκους ληίζεσθαι, ἄσυλον εἶναι προστάξας αἰδοῖ τῇ πρὸς τὸν ἀπόστολον Πέτρον τὴν περὶ τὴν αὐτοῦ σορὸν ἐκκλησίαν, μεγάλην τε καὶ πολὺν χῶρον ..5 περιέχουσαν. τουτὶ δὲ γέγονεν αἴτιον τοῦ μὴ ἄρδην ἀπολέσθαι τὴν ῾Ρώμην· οἱ γὰρ ἐνθάδε διασωθέντες (πολλοὶ δὲ ἦσαν) πάλιν τὴν πόλιν ᾤκισαν. .10.1 Οἷα δὲ εἰκὸς ὡς ἐν ἁλώσει τοσαύτης πόλεως πολλῶν συμβεβηκότων ὃ τότε μοι ἔδοξεν ἐκκλησιαστικῆς ἱστορίας ἄξιον γεγενῆσθαι ἀναγράψομαι. δηλοῖ γὰρ ἀνδρὸς βαρβάρου πρᾶξιν εὐσεβῆ καὶ γυναικὸς ῾Ρωμαίας ἀνδρείαν ἐπὶ φυλακῇ σωφροσύνης, ἀμφοτέρων δὲ Χριστιανῶν οὐκ ἀπὸ τῆς αὐτῆς αἱρέσεως, καθότι ὁ μὲν τὴν ᾿Αρείου, ἡ δὲ τῶν ἐν Νικαίᾳ τὴν πίστιν ἐζήλου. .10.2 ταύτην δὲ εὖ μάλα καλὴν ἰδών τις νέος τῶν ᾿Αλαρίχου στρατιωτῶν ἡττήθη τοῦ κάλλους καὶ εἰς συνουσίαν εἷλκεν. ἀνθέλκουσαν δὲ καὶ βιαζομένην μηδὲν ἀσελγὲς παθεῖν γυμνώσας τὸ ξίφος ἠπείλησεν ἀναιρεῖν· καὶ μετὰ φειδοῦς, οἷά .10.3 γε ἐρωτικῶς διακείμενος, ἐξ ἐπιπολῆς ἔπληξε τὸν τράχηλον. πολλῷ δὲ περιρρεομένη τῷ αἵματι τὸν αὐχένα τῷ ξίφει ὑπέσχεν, αἱρετώτερον ἐν σωφροσύνῃ λογισαμένη ἀποθανεῖν ἢ ζῆν ἑτέρου πειραθεῖσαν ἀνδρὸς μετὰ τὸν .10.4 νόμῳ συνοικήσαντα. ἐπεὶ δὲ παλαίων ὁ βάρβαρος καὶ φοβερώτερος ἐπιὼν οὐδὲν πλέον ἤνυεν, θαυμάσας αὐτὴν τῆς σωφροσύνης ἤγαγεν εἰς τὸ Πέτρου ἀποστολεῖον, καὶ παραδοὺς τῷ φύλακι τῆς ἐκκλησίας καὶ χρυσοῦς ἓξ εἰς ἀποτροφὴν αὐτῆς ἐκέλευσε τῷ ἀνδρὶ φυλάττειν. .11.1 ῾Υπὸ δὲ τοῦτον τὸν χρόνον πολλῶν ἐπανισταμένων τυράννων ἐν τῇ πρὸς δύσιν ἀρχῇ, οἱ μὲν πρὸς ἀλλήλων πίπτοντες, οἱ δὲ παραδόξως συλλαμβα.11.2 νόμενοι οὐ τὴν τυχοῦσαν ἐπεμαρτύρουν