1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

107

ἀπελαύνειν τῶν πόλεων ἔσπευδε, τὸ μὲν ἀληθὲς εἰπεῖν, τῇ τούτων ἀπουσίᾳ πραγματευόμενος διαλῦσαι τῶν λαῶν τὰς συνόδους, ὥστε μήτε τοὺς ἐκκλησιάζοντας μήτε τοὺς διδάσκοντας ἔχειν μήτε μυστηρίων μεταλαμβάνειν καὶ τῷ πολλῷ χρόνῳ εἰς λήθην ἐμπεσεῖν τῆς οἰκείας θρησκείας, σκηπτόμενος δὲ ὡς οἱ κληρικοὶ εἰς διάστασιν τὰ πλήθη 5.15.10 ἄγουσιν. οὕτως οὖν οὔτε στάσεως γενομένης οὔτε γίνεσθαι προσδοκωμένης ἐξιέναι Κυζίκου τὸν ᾿Ελεύσιον καὶ τοὺς σὺν αὐτῷ προσέταξε. 5.15.11 Βοστρηνοὺς δὲ δημοσίῳ κηρύγματι προὐτρέψατο διῶξαι τῆς αὐτῶν πόλεως Τίτον τὸν τότε τῆς ἐνθάδε ἐκκλησίας ἐπίσκοπον. ὡς γὰρ ἠπείλησεν αὐτὸν καὶ τοὺς κληρικοὺς ἐν αἰτίᾳ ποιήσειν εἰ στασιάσοι τὸ πλῆθος, βιβλίον πρὸς βασιλέα διεπέμψατο Τίτος καὶ διεμαρτύρατο ἐφάμιλλον μὲν εἶναι τῷ ῾Ελληνικῷ πλήθει τὸ Χριστιανικόν, ἠρεμεῖν δὲ τοῦτο καὶ ταῖς αὐτοῦ παραι5.15.12 νέσεσιν ἀγόμενον μηδὲν στασιῶδες ἐννοεῖν. ἐκ τοιούτων δὲ ῥημάτων εἰς ἔχθραν καταστῆσαι τῷ δήμῳ τὸν Τίτον κατασκευάζων, γράφων Βοστρηνοῖς διέβαλλεν αὐτὸν ὡς κατήγορον τοῦ πλήθους γεγενημένον, οἷα δὴ μὴ ἀπὸ γνώμης οἰκείας, διὰ δὲ τὰς αὐτοῦ παραινέσεις μὴ στασιάζοντος· καὶ ὡς δυσμενῆ ἀπελαύνειν αὐτὸν τῆς πόλεως ἀνεκίνει τὸν δῆμον. 5.15.13 Τοιαῦτα δὲ πολλὰ καὶ ἀλλαχόσε συμβῆναι εἰκός, τὰ μὲν κατὰ πρόσταγμα τοῦ βασιλέως, τὰ δὲ ἐξ ὀργῆς καὶ προπετείας δήμων· ἐφ' οἷς καὶ οὕτως τῷ κρατοῦντι τὴν αἰτίαν τις ἀναθήσει τῶν γεγενημένων· οὐ γὰρ ὑπῆγε τοῖς νόμοις τοὺς ὧδε παρανομοῦντας, ἀλλὰ μίσει τῷ πρὸς τὴν θρησκείαν μέμφεσθαι λόγοις δοκῶν ἔργοις προὐτρέπετο τοὺς τὰ τοιαῦτα δρῶντας· ὅθεν καὶ μὴ διώκοντος αὐτοῦ κατὰ πόλεις καὶ κώμας ἔφευγον οἱ Χριστιανοί. 5.15.14 Ταύτης δὲ τῆς φυγῆς μετέσχον πολλοὶ τῶν ἐμῶν προγόνων καὶ ὁ ἐμὸς πάππος. καθότι πατρὸς ῞Ελληνος ὤν, αὐτός τε πανοικὶ καὶ οἱ ἀπὸ τοῦ γένους ᾿Αλαφίωνος Χριστιανοὶ πρῶτοι ἐγένοντο ἐν Βηθελέᾳ κώμῃ Γαζαίᾳ, πολυανθρώπῳ τε οὔσῃ καὶ ἱερὰ ἐχούσῃ ἀρχαιότητι καὶ κατασκευῇ σεμνὰ τοῖς κατοικοῦσι, καὶ μάλιστα τὸ πάνθεον ὡς ἐπὶ ἀκροπόλεως χειροποιήτου τινὸς λόφου κείμενον καὶ πανταχόθεν πάσης τῆς κώμης ὑπερέχον. συμβάλλων δὲ οἶμαι τὸ χωρίον ἔνθεν λαχεῖν τὴν προσηγορίαν καὶ ἐκ τῆς Σύρων φωνῆς εἰς τὴν ῾Ελλήνων ἑρμηνευόμενον θεῶν οἰκητήριον ὀνομάζεσθαι, διὰ τὸν τοῦ 5.15.15 πανθέου ναόν. λέγεται δὲ Χριστιανισμοῦ αἴτιος γενέσθαι τοῖς τούτων οἴκοις ῾Ιλαρίων ὁ μοναχός· δαιμονῶντος γὰρ ᾿Αλαφίωνος τούτου, <ἐπεὶ> ἐπὶ πολύ τινες ῞Ελληνες καὶ ᾿Ιουδαῖοι ἐπῳδαῖς καὶ περιεργίαις τισὶ χρησάμενοι οὐδὲν ἤνυον, ὁ δὲ μόνον τὸ τοῦ Χριστοῦ ὄνομα ἐπιβοησάμενος τὸ δαιμόνιον ἀπή5.15.16 λασεν, εἰς τὴν Χριστιανῶν μετεβάλοντο θρησκείαν. διέπρεψε δὲ ὁ μὲν ἐμὸς πάππος ἐν ταῖς ἐξηγήσεσι καὶ ἐν ταῖς ἑρμηνείαις τῶν ἱερῶν γραφῶν, εὐφυής τε ὢν καὶ οἷος γνῶναι <ὧν> δεῖ, καὶ κατὰ λόγον μετρίως ἠγμένος, ὡς καὶ ἀριθμητικῆς μὴ εἶναι ἄμοιρος. ὅθεν κεχαρισμένος εἰσάγαν ἐτύγχανε τοῖς ἀνὰ τὴν ᾿Ασκάλωνα καὶ Γάζαν καὶ τοῖς πέριξ Χριστιανοῖς ὡς ἀναγκαῖος τῇ 5.15.17 θρησκείᾳ καὶ τὰ ἀμφίβολα τῶν ἱερῶν γραφῶν εὐμαρῶς διαλύων. τῶν δὲ ἀπὸ τοῦ ἑτέρου γένους σχολῇ γ' ἄν τις τὴν ἀρετὴν διηγήσαιτο· πρῶτοι γὰρ οὗτοι ἐνθάδε ἐκκλησίας καὶ μοναστήρια συνεστήσαντο καὶ σεμνότητι καὶ φιλοφροσύνῃ ξένων καὶ δεομένων συνεκόσμησαν. ἐκ ταύτης δὲ τῆς γενεᾶς μέχρι καὶ εἰς ἡμᾶς περιῆσαν ἄνδρες ἀγαθοί, οἷς ἤδη πρεσβύταις νέος ὢν συνεγενόμην. ἀλλὰ τῶν μὲν ὕστερον ἐπιμνησθῆναι δεῖ. 5.16.1 ῾Ο δὲ βασιλεὺς πάλαι σπουδάζων τὸν ῾Ελληνισμὸν κρατεῖν κατὰ πᾶσαν τὴν ὑπήκοον, χαλεπῶς ἔφερε παρευδοκιμούμενον ὁρῶν ὑπὸ τοῦ Χριστιανισμοῦ. ναοὶ μὲν γὰρ ἠνεῴγεισαν, καὶ θυσίαι καὶ ῾Ελλήνων πάτριοι ἑορταὶ τῶν πόλεων κατὰ γνώμην αὐτῷ προχωρεῖν ἐδόκουν· ἠνιᾶτο δὲ λογιζόμενος ὡς, εἰ γυμνωθείη ταῦτα τῆς αὐτοῦ σπουδῆς, ταχεῖαν ἕξει τὴν μεταβολήν· οὐχ ἥκιστα δὲ ἤχθετο καὶ πολλῶν ἱερέων χριστιανίζειν ἀκούων τὰς γαμετὰς 5.16.2 καὶ τοὺς παῖδας καὶ τοὺς οἰκέτας.