1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

96

προσεδοκήθη, ᾿Ιουλιανὸν δὲ τὸ νέον· ἔτι γὰρ ὄγδοον ἡλικίας ἦγεν ἔτος. παραδόξως δὲ ὧδε διασωθέντες προσετάχθησαν ἐν Καππαδοκίᾳ διατρίβειν ἐν Μακέλλῃ· χωρίον δὲ τοῦτο βασιλικὸν πρὸς τῷ ᾿Αργαίῳ ὄρει, οὐκ ἀπὸ πολλοῦ τῆς Καισαρέων πόλεως, μεγαλοπρεπῆ τε βασίλεια ἔχον 5.2.10 καὶ λοετρὰ καὶ κήπους καὶ πηγὰς ἀεννάους. ἔνθα δὴ θεραπείας καὶ ἀγωγῆς βασιλικῆς ἠξιοῦντο, καὶ μαθήμασι καὶ γυμνασίοις τοῖς καθ' ἡλικίαν ἐχρῶντο καὶ λόγων διδασκάλοις καὶ τοῖς ὑφηγηταῖς τῶν ἱερῶν γραφῶν, ὡς καὶ κλήρῳ ἐγκαταλεγῆναι καὶ ὑπαναγινώσκειν τῷ λαῷ τὰς 5.2.11 ἐκκλησιαστικὰς βίβλους. οὐ μὴν ἀλλὰ καὶ διὰ τῶν ἠθῶν καὶ τῶν ἔργων τὴν εὐσέβειαν ἐπεδείκνυντο, περὶ πολλοῦ ποιούμενοι τοὺς ἱερέας καὶ τοὺς ἄλλως ἀγαθοὺς καὶ περὶ τὸ δόγμα σπουδαίους, τοῖς τε εὐκτηρίοις οἴκοις θαμίζοντες καὶ ταῖς προσηκούσαις τιμαῖς τὰς τῶν μαρτύρων θήκας 5.2.12 γεραίροντες. τηνικαῦτα γοῦν φασιν αὐτοὺς σπουδάζοντας μεγίστῳ περιλαβεῖν οἴκῳ τὸν τάφον Μάμα τοῦ μάρτυρος εἰς ἀμφοτέρους μερίσαι τὸ ἔργον· ἁμιλλωμένου δὲ ἑκατέρου φιλοτιμίᾳ καὶ τιμῇ ὑπερβάλλεσθαι τὸν ἕτερον, παράδοξον συμβῆναι καὶ παντελῶς ἄπιστον, εἰ μὴ πολλοὶ τῶν ἀκηκοότων παρὰ τῶν τεθεαμένων μέχρι καὶ εἰς ἡμᾶς περιῆσαν. 5.2.13 τὸ μὲν γὰρ Γάλλου μέρος ἐπεδίδου καὶ κατὰ γνώμην προὐχώρει, τῶν δὲ ᾿Ιουλιανοῦ πονημάτων τὰ μὲν ἠρείπετο, τὰ δὲ ἐκ τῆς γῆς ἀνεδίδοτο, τὰ δὲ παραυτίκα συνάπτεσθαι πρὸς τὸ ἔδαφος οὐκ ἠνείχετο, οἷά γε ἐξ ἀντιτύπου καὶ βιαίου τινὸς δυνάμεως κάτωθεν ἀντωθούσης ἀνακρουόμενα. πᾶσι δὲ 5.2.14 εἰκότως τεράστιον ἐδόκει τὸ πρᾶγμα. καὶ τοῖς μὲν πολλοῖς τῇ ἀποβάσει ἐκρίθη, οἱ δὲ καὶ ἐξ ἐκείνου συνέβαλλον μὴ ὑγιῶς ἔχειν τὸν ἄνδρα περὶ τὴν θρησκείαν, ἀλλ' εὐσεβεῖν πλάττεσθαι <πρὸς> Χριστιανὸν ὄντα τὸν τότε κρατοῦντα ὑποκρινόμενον καὶ εἰς τὸ προφανὲς ἐξάγειν τὴν γνώμην οὐκ ἀσφαλὲς ἡγούμενον. 5.2.15 Προὔδωκε δέ, ὡς λέγεται, τὴν πατρῴαν θρησκείαν συνουσίαις μάντεων ὑπαχθεὶς τὰ πρῶτα. μετὰ χρόνον γάρ τινα παυσαμένου Κωνσταντίου τῆς ὀργῆς Γάλλος μὲν εἰς τὴν ᾿Ασίαν ἐλθὼν ἐν ᾿Εφέσῳ διέτριβεν, ἔνθα δὴ τὰ πλείω τῆς οὐσίας εἶχον, ᾿Ιουλιανὸς δὲ εἰς Κωνσταντινούπολιν ἐπανελθὼν τοῖς ἐκεῖσε διδασκάλοις ἐφοίτα· φύσεως δὲ εὖ ἔχων καὶ τοῖς μαθήμασι ῥᾳδίως ἐπιδιδοὺς οὐκ ἐλάνθανεν· ἐν ἰδιώτου γὰρ σχήματι τὰς προόδους ποιούμενος πολλοῖς συνεγίνετο. ἐπεὶ δέ, οἷα φιλεῖ ἐν ὁμίλῳ καὶ βασιλευούσῃ πόλει, ἐξάδελφος ὢν τοῦ κρατοῦντος καὶ πράγματα διοικεῖν ἱκανὸς εἶναι φαινόμενος προσεδοκᾶτο βασιλεύειν καὶ πολὺς περὶ αὐτοῦ τοιοῦτος ἐκράτει 5.2.16 λόγος, προσετάχθη ἐν Νικομηδείᾳ διάγειν. ἐνταῦθα περιτυχὼν αὐτῷ Μάξιμος ὁ ᾿Εφέσιος φιλόσοφος, φιλοσόφων αὐτῷ λόγων καθηγητὴς ἐγένετο καὶ μίσους τῆς Χριστιανῶν θρησκείας, καὶ οἷα μάντις ἀληθὲς εἶναι ἰσχυρίζετο τὸ περὶ αὐτοῦ θρυλούμενον. ὁ δέ-τοῦτο δὴ τὸ πολλοῖς συμβαῖνον- ἐν ὑπονοίᾳ δυσχερῶν πραγμάτων ταλαιπωρούμενος, βουκοληθεὶς αἰσίαις ἐλ5.2.17 πίσι, φίλον ἔσχε τὸν Μάξιμον. τῷ βασιλεῖ δὲ τούτων μηνυθέντων δείσας ἐν χρῷ ἐκείρατο καὶ τὸν μοναχικὸν ἐπλάττετο βίον, λάθρα δὲ τῆς ἑτέρας εἴχετο θρησκείας. ἐπειδὴ δὲ εἰς ἄνδρας ἤδη προῄει, ἑτοιμότερον ὑπήχθη 5.2.18 καὶ ἐπτοεῖτο περὶ τάδε. θαυμάζων τε εἴ τίς ἐστι τέχνη προσημαίνουσα τὸ μέλλον, καὶ ἀναγκαίαν ἡγούμενος τὴν ταύτης μάθησιν, ὧν μὴ δεῖ Χριστιανοῖς εἰς πεῖραν προήχθη, καὶ τὸ ἐξ ἐκείνου τοῖς ταῦτα μετιοῦσιν ἐχρῆτο φίλοις. ὧδε δὲ ἔχων γνώμης ἧκεν εἰς ᾿Ασίαν ἀπὸ Νικομηδείας, καὶ συγ5.2.1 γενόμενος ἐκεῖσε τοιούτοις προθυμότερος περὶ ταῦτα γέγονεν. ἐπεὶ δὲ Γάλλος ὁ αὐτοῦ ἀδελφός, Καῖσαρ καταστάς, μηνυθεὶς νεωτερίζειν ἀνῃρέθη, ὑπολαβὼν Κωνστάντιος καὶ αὐτὸν ἔρωτι βασιλείας κατέχεσθαι, ὑπὸ φυλακὴν εἶχεν. ἐξαιτησαμένης δὲ αὐτὸν Εὐσεβίας τῆς γαμετῆς Κωνσταντίου παραιτησάμενος αὐτὸν ἀπεδήμησεν εἰς ᾿Αθήνας, προφάσει μὲν καθ' ἱστορίαν τῶν ῾Ελληνικῶν πόλεων καὶ παιδευτηρίων, ὡς δὲ λέγουσι, κοινωσόμενος τοῖς 5.2. ἐκεῖσε μάντεσι περὶ τῶν καθ'