1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

43

βασιλεῖ καὶ γράφουσι τοῖς πανταχῇ ἐπισκόποις μὴ μεταδοῦναι αὐτῷ κοινωνίας μήτε γράφειν μήτε γράμματα παρ' αὐτοῦ δέχεσθαι, ὡς ἐληλεγμένου ἐν οἷς διήκουσαν καὶ διὰ 2.25.17 τῆς φυγῆς καὶ ἐπὶ ταῖς μὴ ἀγωνισθείσαις γραφαῖς ἁλόντος. ἐδήλουν δὲ διὰ τῆς ἐπιστολῆς ἐπὶ τοιαύτην προῆχθαι ψῆφον πρῶτον μὲν ὅσα χαλεπαίνοντες, καθότι τοῦ βασιλέως προστάξαντος ἐν τῷ παρελθόντι ἐνιαυτῷ συνελθεῖν αὐτοῦ χάριν εἰς Καισάρειαν τοὺς ἀνὰ τὴν ἕω ἐπισκόπους οὐκ ἀπήντησεν, ἐπὶ μακρῷ χρόνῳ ταλαιπωρουμένην τὴν σύνοδον ἰδὼν καὶ τῶν τοῦ κρα2.25.18 τοῦντος προσταγμάτων καταφρονήσας. πλειόνων δὲ συνελθόντων εἰς Τύρον ἅμα πλήθει ἀφίκετο καὶ ταραχὰς καὶ θορύβους ἐνεποίει τῇ συνόδῳ, πῇ μὲν τὰς ἀπολογίας παρακρουόμενος, πῇ δὲ τῶν ἐπισκόπων ἕκαστον προπηλακίζων, ἄλλοτε δὲ καλούμενος ὑπ' αὐτῶν μὴ ὑπακούων, ποτὲ δὲ κρίνεσθαι 2.25.1 μὴ ἀξιῶν. περιφανῶς δὲ πεφωρᾶσθαι αὐτὸν ἐπὶ τοῦ μυστικοῦ ποτηρίου τῇ συντριβῇ κατήγγελλον, μάρτυρας ἐπὶ τούτῳ προϊσχόμενοι Θεόγνιον τὸν Νικαίας ἐπίσκοπον καὶ Μάριν τὸν Χαλκηδόνος καὶ Θεόδωρον τὸν ῾Ηρακλείας, Οὐάλεντά τε καὶ Οὐρσάκιον καὶ Μακεδόνιον· οὓς ἀπέστειλαν εἰς Αἴγυπτον, ὥστε παραγενομένους εἰς τὴν κώμην, ἔνθα συντετρῖφθαι τὸ ποτήριον ἐλέγετο, τὸ ἀληθὲς ἀνευρεῖν. τοιαῦτα ἔγραψαν, καθ' ἕκαστον ἔγκλημα δικανικῶς ἐφαψάμενοι καὶ οἷον ἐκ τέχνης τινὸς διαβολὴν κατασκευάσαι σπουδάζοντες. 2.25. οὐχ ὑγιῶς δὲ ταύτην τὴν κρίσιν ἔχειν καὶ πολλοῖς τῶν παρόντων ἱερέων κατεφαίνετο. λέγεται γοῦν Παφνούτιον τὸν ὁμολογητὴν τῇ συνόδῳ ταύτῃ παραγενόμενον, λαβόμενον τῆς χειρὸς ἐξαναστῆσαι Μάξιμον τὸν ῾Ιεροσολύμων ἐπίσκοπον, ὡς οὐ δέον συλλόγου κοινωνεῖν πονηρῶν ἀνθρώπων ὁμολογητὰς αὐτοὺς ὄντας καὶ δι' εὐσέβειαν τοὺς ὀφθαλμοὺς αὐτῶν κεκομμένους καὶ τὰς ἀγκύλας πεπηρωμένους. 2.26.1 ᾿Εν τούτῳ δὲ ἀμφὶ τὴν τρίτην δεκάδα τῆς Κωνσταντίνου ἡγεμονίας ἐξεργασθέντος τοῦ ἐν ῾Ιεροσολύμοις νεὼ περὶ τὸν <τοῦ> Κρανίου χῶρον, ὃ μέγα μαρτύριον προσαγορεύεται, παραγενόμενος εἰς Τύρον Μαριανός, ἀνὴρ τῶν ἐν ἀξίᾳ, βασιλικὸς ταχυγράφος, ἀπέδωκε τῇ συνόδῳ βασιλέως ἐπιστολὴν παρακελευομένην ἐν τάχει τὰ ῾Ιεροσόλυμα καταλαβεῖν καὶ τὸν νεὼ καθ2.26.2 ιερῶσαι. τοῦτο δὲ καὶ πρὶν βεβουλευμένος ἀναγκαῖον ἐνόμισε πρότερον ἐν Τύρῳ συνελθόντας τοὺς ἐπισκόπους διαθεῖναι τὰς πρὸς ἀλλήλους διαφοράς, οὕτω τε κεκαθαρμένους διχονοίας καὶ λύπης ἐπὶ τὴν ἀφιέρωσιν τοῦ νεὼ χωρῆσαι· πρόσφορον γὰρ εἶναι τῇ τοιαύτῃ πανηγύρει τὴν ὁμόνοιαν τῶν 2.26.3 ἱερέων. καὶ οἱ μὲν ἧκον εἰς ῾Ιεροσόλυμα καὶ τὸν ναὸν καθιέρωσαν καὶ τὰ παρὰ τοῦ βασιλέως ἀποσταλέντα κειμήλιά τε καὶ ἀναθήματα, ἃ εἰσέτι νῦν ἐν τῷδε τῷ ἱερῷ οἴκῳ ἀνάκεινται καὶ πολὺ παρέχει θαῦμα τοῖς θεω2.26.4 μένοις πολυτελείας τε καὶ μεγέθους ἕνεκα. ἐξ ἐκείνου δὲ ἐτήσιον ταύτην τὴν ἑορτὴν λαμπρῶς μάλα ἄγει ἡ ῾Ιεροσολύμων ἐκκλησία, ὡς καὶ μυήσεις ἐν αὐτῇ τελεῖσθαι, καὶ ὀκτὼ ἡμέρας ἐφεξῆς ἐκκλησιάζειν, συνιέναι τε πολλοὺς σχεδὸν ἐκ πάσης τῆς ὑφ' ἥλιον, οἳ καθ' ἱστορίαν τῶν ἱερῶν τόπων πάντοθεν συντρέχουσι κατὰ τὸν καιρὸν ταύτης τῆς πανηγύρεως. 2.27.1 Τηνικαῦτα δὲ καιροῦ λαβόμενοι οἱ τὰ ᾿Αρείου φρονοῦντες τῶν ἐπισκόπων ἐσπούδασαν γενέσθαι ἐν ῾Ιεροσολύμοις σύνοδον καὶ κοινωνίας αὐτῷ μεταδοῦναι καὶ Εὐζωίῳ· ἐθάρρησαν δὲ ταῦτα κατὰ πρόφασιν τοιάνδε. 2.27.2 πρεσβύτερός τις ἦν συνήθης τῇ ἀδελφῇ τοῦ βασιλέως, ἐπαινέτης τῶν ᾿Αρείου δογμάτων. καὶ ὅτι τάδε ἐφρόνει, τὰ πρῶτα ἐλάνθανεν. ὡς δὲ πολλοῖς προελθὼν χρόνοις οἰκειότερον ἑαυτὸν κατέστησε Κωνσταντίᾳ (τοῦτο γὰρ ὄνομα ἦν τῇ ἀδελφῇ Κωνσταντίνου), ἀδείας λαβόμενος ἐπαρρησιάσατο πρὸς αὐτήν, καὶ κατεμέμφετο μὴ δικαίως ῎Αρειον τὴν πατρίδα φεύγειν καὶ τῆς ἐκκλησίας ἐκβεβλῆσθαι, διὰ φθόνον καὶ ἰδίας ἔχθρας ἐκβληθέντα παρὰ ᾿Αλεξάνδρου τοῦ ἐπιτροπεύσαντος τὴν ᾿Αλεξανδρέων ἐκκλησίαν· εὐδοκι-2.27.3 μοῦντα γάρ, ἔφη, παρὰ τῷ πλήθει ὁρῶν αὐτὸν ἐζηλοτύπησεν. ἀληθῆ δὲ