1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

55

προσήκατο. οἷα δὲ τῆς πάντων κηδεμονίας αὐτῷ προσηκούσης 3.8.3 διὰ τὴν ἀξίαν τοῦ θρόνου, ἑκάστῳ τὴν ἰδίαν ἐκκλησίαν ἀπέδωκε. καὶ τοῖς ἀνὰ τὴν ἕω ἐπισκόποις ἔγραψε μεμφόμενος ὡς οὐκ ὀρθῶς βουλευσαμένοις περὶ τοὺς ἄνδρας καὶ τὰς ἐκκλησίας ταράττουσι τῷ μὴ ἐμμένειν τοῖς ἐν Νικαίᾳ δόξασιν. ὀλίγους δὲ ἐκ πάντων εἰς ῥητὴν ἡμέραν παρεῖναι ἐκέλευσε διελέγξοντας δικαίαν ἐπ' αὐτοῖς ἐνηνοχέναι τὴν ψῆφον· ἢ τοῦ λοιποῦ οὐκ ἀνέξεσθαι ἠπείλησεν, εἰ μὴ παύσοιντο νεωτερίζοντες. 3.8.4 Καὶ ὁ μὲν τάδε ἔγραψεν. οἱ δὲ ἀμφὶ τὸν ᾿Αθανάσιον καὶ Παῦλον ἕκαστος τὸν ἑαυτοῦ κατείληφε θρόνον καὶ τὰς ᾿Ιουλίου ἐπιστολὰς διεπέμψαντο τοῖς ἀνὰ τὴν ἕω ἐπισκόποις. οἱ δὲ ἐπὶ ταύταις χαλεπῶς ἤνεγκαν· καὶ συλλεγέντες ἐν ᾿Αντιοχείᾳ ἀντέγραψαν ᾿Ιουλίῳ κεκαλλιεπημένην τινὰ καὶ δικανικῶς συντεταγμένην ἐπιστολήν, εἰρωνείας τε πολλῆς ἀνάπλεων καὶ 3.8.5 ἀπειλῆς οὐκ ἀμοιροῦσαν δεινοτάτης. φέρειν μὲν γὰρ πᾶσι φιλοτιμίαν τὴν ῾Ρωμαίων ἐκκλησίαν ἐν τοῖς γράμμασιν ὡμολόγουν, ὡς ἀποστόλων φροντιστήριον καὶ εὐσεβείας μητρόπολιν ἐξ ἀρχῆς γεγενημένην, εἰ καὶ ἐκ τῆς ἕω ἐνεδήμησαν αὐτῇ οἱ τοῦ δόγματος εἰσηγηταί. οὐ παρὰ τοῦτο δὲ τὰ δευτερεῖα φέρειν ἠξίουν, ὅτι μὴ μεγέθει ἢ πλήθει ἐκκλησίας πλεονεκτοῦσιν, ὡς 3.8.6 ἀρετῇ καὶ προαιρέσει νικῶντες. εἰς ἐγκλήματα δὲ προφέροντες ᾿Ιουλίῳ τὸ κοινωνῆσαι τοῖς ἀμφὶ τὸν ᾿Αθανάσιον ἐχαλέπαινον ὡς ὑβρισμένης αὐτῶν τῆς συνόδου καὶ τῆς ἀποφάσεως ἀναιρεθείσης· καὶ τὸ γενόμενον ὡς ἄδικον 3.8.7 καὶ ἐκκλησιαστικοῦ θεσμοῦ ἀπᾷδον διέβαλλον. ἐπὶ τούτοις δὲ ὡδίπως μεμψάμενοι καὶ δεινὰ πεπονθέναι μαρτυράμενοι, δεχομένῳ μὲν ᾿Ιουλίῳ τὴν καθαίρεσιν τῶν πρὸς αὐτῶν ἐληλαμένων καὶ τὴν κατάστασιν τῶν ἀντ' αὐτῶν χειροτονηθέντων εἰρήνην καὶ κοινωνίαν ἐπηγγέλλοντο, ἀνθισταμένῳ δὲ τοῖς δεδογμένοις τἀναντία προηγόρευσαν· ἐπεὶ καὶ τοὺς πρὸ αὐτῶν ἀνὰ τὴν ἕω ἱερέας οὐδὲν ἀντειπεῖν ἰσχυρίζοντο, ἡνίκα Ναυάτος τῆς ῾Ρωμαίων ἐκκλη3.8.8 σίας ἠλάθη. περὶ δὲ τῶν πεπραγμένων παρὰ τὰ δόξαντα τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν οὐδὲν αὐτῷ ἀντέγραψαν, πολλὰς μὲν αἰτίας ἔχειν εἰς παραίτησιν ἀναγκαίαν τῶν γεγενημένων δηλώσαντες, ἀπολογεῖσθαι δὲ νῦν ὑπὲρ τούτων περιττὸν εἰπόντες ὡς ἅπαξ ὁμοῦ ἐπὶ πᾶσιν ἀδικεῖν ὑπονοηθέντες. 3..1 ᾿Ιουλίῳ μὲν οὖν τοιάδε ἔγραψαν. πρὸς δὲ βασιλέα Κωνστάντιον διέβαλλον αὖθις τοὺς πρὸς αὐτῶν καθῃρημένους. ὁ δὲ ἐν ᾿Αντιοχείᾳ τότε διατρίβων γράφει Φιλίππῳ τῷ ὑπάρχῳ ἐν Κωνσταντινουπόλει ὄντι, πάλιν Μακε3..2 δονίῳ τὴν ἐκκλησίαν ἀποδοῦναι, Παῦλον δὲ ἐξελάσαι τῆς πόλεως. δείσας δὲ τὴν τοῦ πλήθους κίνησιν ὁ ὕπαρχος, πρὶν ἔκπυστον γενέσθαι τὴν βασιλέως πρόσταξιν, προσελθὼν εἰς δημόσιον λουτρὸν ᾧ ὄνομα Ζεύξιππος (περιφανὲς δὲ τοῦτο καὶ μέγιστον) ὡς περὶ κοινῶν πραγμάτων κοινωσόμενος μετεκαλέσατο Παῦλον. παραγενομένῳ δὲ εὐθὺς τοῦ βασιλέως ἐπέδειξε τὸ γράμμα· λάθρα τε διὰ τῶν βασιλείων τῷ λουτρῷ παρακειμένων ἐπὶ θάλασσαν αὐτὸν ἀχθῆναι προστάξας εἰς πλοῖον ἐπεβίβασε καὶ εἰς Θεσσαλονίκην ἔπεμψεν, 3..3 ὅθεν καὶ τοὺς προγόνους ἔχειν ἐλέγετο. παντελῶς τε τὴν κατὰ τὴν ἕω ἀρχομένην φεύγειν κατεδίκασεν αὐτόν, ᾿Ιλλυριῶν δὲ καὶ τῆς ἐπέκεινα γῆς ἐπιβαίνειν οὐκ ἐκώλυσεν. ἐξελθὼν δὲ ἐκ τοῦ δικαστηρίου, συνοχούμενον αὐτῷ Μακεδόνιον ἔχων, ἐπὶ τὴν ἐκκλησίαν ᾔει. τὸ δὲ πλῆθος (ἤδη γὰρ τούτων γενομένων ἄφατοι συνελέγησαν) εὐθὺς τὴν ἐκκλησίαν ἐπλήρωσαν· ἕκαστοι γὰρ αὐτήν, οἵ τε ἀπὸ τῆς ᾿Αρείου αἱρέσεως οἵ τε Παῦλον ἐπαινοῦντες, 3..4 προκαταλαβεῖν ἐσπούδασαν. ἐπεὶ δὲ πρὸς ταῖς θύραις τῆς ἐκκλησίας ἐγένετο ὁ ὕπαρχος, σὺν αὐτῷ δὲ καὶ Μακεδόνιος, τὸ δὲ πλῆθος, ὅπως αὐτοῖς πάροδος γένηται πρὸς τῶν στρατιωτῶν ὠθούμενον, ὑποχωρεῖν οὐκ ἠδύνατο, τοῦ πρόσω σεσαγμένου, ὑπολαβόντες οἱ στρατιῶται ἑκοντὶ μὴ εἴκειν τὸν ὄχλον πολλοὺς τοῖς ξίφεσι διεχειρίσαντο, πολλοὶ δὲ καὶ ὑπ' ἀλλήλων πατούμενοι διεφθάρησαν. τὸ δὲ βασιλεῖ δόξαν οὕτως ἐγένετο, καὶ τὰς ἐκκλησίας παρέλαβε