1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

23

θρησκείαν πάσῃ μηχανῇ σπουδάσαντες ἐκτεμεῖν ὑπὸ πολλῷ χώματι τὸν τῇδε τόπον κατέκρυψαν καὶ εἰς ὕψος ἤγειραν βαθύτερον ὑπάρχοντα, ὡς καὶ νῦν φαίνεται. περιλαβόντες δὲ πέριξ πάντα τὸν τῆς ἀναστάσεως χῶρον καὶ τοῦ Κρανίου, διεκόσμησαν καὶ λίθῳ τὴν ἐπιφάνειαν κατέστρωσαν· καὶ ᾿Αφρο-δίτης ναὸν κατεσκεύασαν καὶ ζῴδιον ἱδρύσαντο, ὥστε τοὺς αὐτόθι τὸν Χριστὸν προσκυνοῦντας δόξαι τὴν ᾿Αφροδίτην σέβειν, καὶ τῷ χρόνῳ εἰς λήθην ἐλθεῖν τὴν ἀληθῆ αἰτίαν τοῦ περὶ τὸν τόπον σεβάσματος, ἅτε μήτε τῶν Χριστιανῶν ἀδεῶς εἰς τοῦτον φοιτᾶν ἢ ἑτέροις καταμηνύειν τολμώντων καὶ τοὐναντίον πιστουμένου τοῦ ῾Ελληνικοῦ ναοῦ καὶ τοῦ ἀγάλματος. 2.1.4 ᾿Εγένετό γε μὴν δῆλος ὁ τόπος καὶ ἐφωράθη ἡ σπουδασθεῖσα περὶ αὐτὸν πλάνη, ὡς μέν τινες λέγουσιν, ἀνδρὸς ῾Εβραίου τῶν ἀνὰ τὴν ἑῴαν οἰκούντων ἐκ πατρῴας γραφῆς καταμηνύσαντος, ὡς δὲ ἀληθέστερον ἐννοεῖν ἔστι, τοῦ θεοῦ ἐπιδείξαντος διὰ σημείων καὶ ὀνειράτων. οὐ γὰρ οἶμαι τὰ θεῖα δεῖσθαι τῆς παρ' ἀνθρώπων μηνύσεως, ἡνίκα ἂν δῆλα αὐτὰ τῷ θεῷ 2.1.5 δοκῇ γενέσθαι. τηνικαῦτα γοῦν κατὰ πρόσταξιν τοῦ βασιλέως τοῦ τῇδε 2.1.5 χώρου καθαρθέντος εἰς βάθος, ἐν μέρει τὸ τῆς ἀναστάσεως ἀνεφάνη ἄντρον, ἑτέρωθι δὲ περὶ τὸν αὐτὸν τόπον τρεῖς ηὑρέθησαν σταυροί, καὶ χωρὶς ἄλλο ξύλον ἐν τάξει λευκώματος ῥήμασι καὶ γράμμασιν ῾Εβραϊκοῖς ῾Ελληνικοῖς τε καὶ ῾Ρωμαϊκοῖς τάδε δηλοῦν· ᾿Ιησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν ᾿Ιουδαίων. καὶ ταῦτα μέν, ὡς ἡ ἱερὰ βίβλος τῶν εὐαγγελίων ἱστορεῖ, οὕτω συνέβη προγραφῆναι ὑπὲρ κεφαλῆς τοῦ Χριστοῦ, Πιλάτου τοῦτο προστά2.1.6 ξαντος τοῦ τὴν ᾿Ιουδαίαν ἐπιτροπεύοντος. ἐργώδης δὲ ἔτι ἐτύγχανεν ἡ τοῦ θείου σταυροῦ διάκρισις, εἰ καὶ εὑρέθη, διερρυηκότος αὐτοῦ τοῦ γράμματος καὶ διερριμμένου, ἅμα δὲ καὶ τῶν τριῶν σταυρῶν χύδην διεσπαρμένων, ὥς γε εἰκὸς ἐν τῇ καθαιρέσει τῶν σταυρωθέντων σωμάτων συγχυθείσης τῆς τάξεως. ἐπεὶ γὰρ οἱ στρατιῶται νεκρὸν ἐν τῷ ξύλῳ εὑρήκασι, καθελόντες αὐτὸν πρῶτον ἀπέδοντο εἰς ταφὴν κατὰ τὴν ἱστορίαν· μετὰ δὲ ταῦτα τῶν ἑκατέρωθεν λῃστῶν ταχύναντες τὸν θάνατον, τὰ σκέλη κατέαξαν καὶ τὰ ξύλα ὅπῃ ἐπέτυχεν ἄλλο ἄλλῃ διέρριψαν. τί γὰρ καὶ ἐπιμελὲς ἦν αὐτοῖς ἐν τῇ προτέρᾳ τάξει ταῦτα ἐᾶν, ἑκάστου φθάσαι τὴν ἑσπέραν σπουδάζοντος καὶ ἀνδρῶν βίᾳ τετελευτηκότων περὶ σταυροὺς ἐνδιατρίβειν οὐκ ἀγαθὸν ἡγου2.1.7 μένου. ταύτῃ οὖν ἀδήλου ἔτι τυγχάνοντος τοῦ θεσπεσίου ξύλου καὶ θειοτέρας ἢ κατὰ ἄνθρωπον δεομένου μηνύσεως, τοιόνδε τι συνέβη. γυνή τις ἦν τῶν ἐν ῾Ιεροσολύμοις ἐπισήμων, χαλεπωτάτῃ καὶ ἀνιάτῳ νόσῳ κάμνουσα. πρὸς ταύτην κειμένην ἦλθε Μακάριος ὁ τῆς αὐτόθι ἐκκλησίας ἐπίσκοπος, παραλαβὼν τὴν τοῦ βασιλέως μητέρα καὶ τοὺς ἀμφ' αὐτόν. εὐξάμενός τε πρότερον καὶ σύμβολον τάξας τοῖς ὁρῶσιν ἐκεῖνον εἶναι τὸν θεῖον σταυρόν, ὃς ἐπιτεθεὶς ἀπαλλάξει τῆς νόσου τὴν γυναῖκα, φέρων ἕκαστον αὐτῇ τῶν ξύλων προσήγαγεν. ἀλλὰ τῶν μὲν δύο ἐπιτεθέντων οὐδὲν ὅτι μὴ λῆρος καὶ γέλως ἔδοξεν εἶναι τὸ γινόμενον, θανάτου ἐν θύραις ὄντος τοῦ γυναίου. ἐπεὶ δὲ τὸ τρίτον ξύλον ὁμοίως προσήνεγκεν, ἐξαπίνης ἀνέβλεψε καὶ 2.1.8 τὰς δυνάμεις ἀθροίσασα παραχρῆμα τῆς στρωμνῆς ὑγιὴς ἀπεπήδησε. λέγεται δὲ καὶ νεκρὸν τῷ ἴσῳ τρόπῳ ἀναβιῶναι. τοῦ δὲ εὑρεθέντος θεσπεσίου ξύλου τὸ μὲν πλεῖστον ἐν ἀργυρᾷ θήκῃ μένον ἔτι καὶ νῦν ἐν ῾Ιεροσολύμοις 2.1. φυλάττεται, μέρος δὲ ἡ βασιλὶς πρὸς Κωνσταντῖνον τὸν παῖδα διεκόμισεν, οὐ μὴν ἀλλὰ καὶ τοὺς ἥλους οἷς τὸ σῶμα τοῦ Χριστοῦ διαπεπερόνητο. ἐκ τούτων δὲ ἱστοροῦσι τὸν βασιλέα περικεφαλαίαν κατασκευάσαι καὶ χαλινὸν ἵππειον κατὰ τὴν Ζαχαρίου προφητείαν, ᾧ δὴ προείρητο, ὡς ἐπὶ τοῦ παρόντος καιροῦ «ἔσται τὸ ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου ἅγιον τῷ κυρίῳ παντο2.1.10 κράτορι». ὧδε γὰρ αὐταῖς λέξεσιν ὁ προφήτης φησί. ταῦτα πάλαι μὲν ἔγνωστο καὶ προείρητο τοῖς ἱεροῖς προφήταις, εἰς ὕστερον δὲ διὰ θαυμασίων ἐβεβαιοῦτο τῶν ἔργων, ὅτε ἐν καιρῷ δοκοῦν εἶναι τῷ θεῷ κατεφαίνετο. καὶ