1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

54

προκατειλημμένων τε τῶν ἐπισημοτάτων θρόνων, ᾿Αλεξανδρείας τῆς κατ' Αἴγυπτον καὶ ᾿Αντιοχείας τῆς ἐν Συρίᾳ καὶ τῆς παρὰ τὸν ῾Ελλήσποντον βασιλίδος πόλεως, πειθομένους εἶχον τοὺς ἀνὰ τόδε τὸ ὑπή3.7.2 κοον ἐπισκόπους. ὁ δὲ τὴν ῾Ρωμαίων ἐκκλησίαν ἐπιτροπεύων καὶ οἱ ἀνὰ τὴν δύσιν ἱερεῖς ὕβριν οἰκείαν ταῦτα ἡγοῦντο. ἐφ' ἅπασι γὰρ τῶν ἐν Νικαίᾳ συνεληλυθότων ἐξ ἀρχῆς τὴν ψῆφον ἐπαινέσαντες εἰσέτι νῦν οὐ διέλιπον ὧδε φρονοῦντες· ἀφικόμενόν τε ὡς αὐτοὺς ᾿Αθανάσιον φιλοφρόνως 3.7.3 ἐδέξαντο καὶ πρὸς αὑτοὺς τὴν κατ' αὐτὸν εἷλκον δίκην. ἐπὶ τούτοις δὲ χαλεπῶς φέρων Εὐσέβιος ἔγραψεν ᾿Ιουλίῳ, ὥστε αὐτὸν γενέσθαι κριτὴν τῶν ἐπὶ ᾿Αθανασίῳ δοξάντων ἐν Τύρῳ. ἀλλ' ὁ μέν, πρὶν μαθεῖν τὴν ᾿Ιου-λίου γνώμην, οὐ πολλῷ ὕστερον τῆς ἐν ᾿Αντιοχείᾳ γενομένης συνόδου ἐτε3.7.4 λεύτησεν. οἱ δὲ ἐν Κωνσταντινουπόλει τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ δόξαν ζηλώσαντες εἰς τὴν ἐκκλησίαν ἤγαγον Παῦλον. ἐν τῷ αὐτῷ δὲ συλλαμβανομένων τῶν ἀπὸ τοῦ ἐναντίου πλήθους ἐν ἑτέρᾳ ἐκκλησίᾳ συνελθόντες οἱ ἀμφὶ Θεόγνιον τὸν Νικαίας ἐπίσκοπον καὶ Θεόδωρον τὸν ῾Ηρακλείας, ἕτεροί τε οἱ τὰ τούτων φρονοῦντες, οἳ ἔτυχον ἐνδημοῦντες, Μακεδόνιον ἐχειροτόνη3.7.5 σαν Κωνσταντινουπόλεως ἐπίσκοπον. ἐντεῦθέν τε συχναὶ κατὰ τὴν πόλιν ἐγίνοντο στάσεις πολέμοις ἐμφερεῖς· εἰς ἑαυτὸ γὰρ ἑκατέρωθεν τοῦ πλήθους συμπίπτοντος πλεῖστοι διώλλυντο. καὶ ταραχῆς ἡ πόλις ἀνάπλεως ἦν, ὡς καὶ βασιλέα τότε ἐν ᾿Αντιοχείᾳ ὄντα τάδε μαθεῖν καὶ πρὸς ὀργὴν κινηθέντα 3.7.6 προστάξαι πάλιν ἀπελαύνεσθαι Παῦλον. διηκονεῖτο δὲ τοῖς βασιλέως προστάγμασιν ῾Ερμογένης ὁ τὴν ἱππικὴν δύναμιν ἐπιτετραμμένος στρατηγός, ὃς ἐπὶ Θρᾴκην τότε ἀποσταλείς, παριὼν διὰ Κωνσταντινουπόλεως, ἐβιάζετο Παῦλον διὰ στρατιωτῶν ἐξελάσαι τῆς ἐκκλησίας. ἐπεὶ δὲ τὸ πλῆθος οὐ συνεχώρει, πῇ δὲ καὶ ἠμύνετο, βιαιότερόν τε ἐπεχείρουν οἱ στρατιῶται ἐπιτελεῖν τὸ προσταχθέν, καταλαβόντες τὴν ῾Ερμογένους οἰκίαν οἱ στασιῶται ἐνέπρησαν καὶ αὐτὸν ἀναιροῦσι, καὶ σχοινίον ἐξάψαντες εἷλκον διὰ τῆς 3.7.7 πόλεως. ἀκούσας δὲ ὁ βασιλεὺς ἱππεὺς ἐλάσας ἧκεν εἰς Κωνσταντινούπολιν ὡς κακῶς δράσων τὸ πλῆθος. ἀλλὰ τῶν μὲν ἐφείσατο, δεδακρυμένους αὐτῷ ἰδὼν ὑπαντωμένους καὶ ἀντιβολοῦντας, ἀμφὶ δὲ τὸ ἥμισυ τοῦ σίτου τὴν πόλιν ἀφείλετο, ὃν ὁ πατὴρ αὐτοῦ Κωνσταντῖνος ἑκάστου ἔτους ἀπὸ τοῦ δημοσίου τοῖς πολίταις ἐδωρήσατο ἐκ τῶν Αἰγυπτίων φόρων, ὑπολαβὼν ἴσως ὑπὸ τρυφῆς καὶ ῥᾳστώνης τοὺς πολλοὺς ἀργοῦντας ἑτοίμους εἰς στάσεις 3.7.8 εἶναι. τρέπει δὲ τὴν ὀργὴν ἐπὶ Παῦλον καὶ τῆς πόλεως ἀπελαθῆναι προσέταξεν αὐτόν. οὐ μὴν ἀλλὰ καὶ πρὸς Μακεδόνιον ἐχαλέπαινεν ὡς τῆς ἀναιρέσεως τοῦ στρατηγοῦ καὶ ἄλλων πολλῶν αἴτιον, καὶ ὅτι, πρὶν αὐτὸν ἐπιτρέψαι, ἐχειροτονήθη. οὔτε δὲ ἐπιψηφισάμενος τῇ αὐτοῦ χειροτονίᾳ οὔτε 3.7. ἀποχειροτονήσας καταλιπὼν οὕτως ἀνέστρεψεν εἰς ᾿Αντιόχειαν. ἐν τούτῳ δὲ οἱ τῆς ᾿Αρείου δόξης σπουδασταὶ μετέστησαν Γρηγόριον ὡς ἀμελῆ πρὸς σύστασιν τοῦ οἰκείου δόγματος καὶ ᾿Αλεξανδρεῦσιν ἀκαταθύμιον διὰ τὰ συμβάντα τῇ πόλει χαλεπὰ περὶ τὴν αὐτοῦ εἴσοδον καὶ τὸν ἐμπρησμὸν τῆς ἐκκλησίας. ἀντὶ δὲ τούτου πέμπεται Γεώργιος, ὃς τὸ μὲν γένος ἦν Καππαδόκης, ὡς δραστήριος δὲ ἐθαυμάζετο καὶ περὶ τοῦτο τὸ δόγμα σπουδαῖος. 3.8.1 ᾿Αθανάσιος δὲ φεύγων ἐκ τῆς ᾿Αλεξανδρείας εἰς ῾Ρώμην ἀφίκετο. κατ'αὐτὸ δὲ συνέβη καὶ Παῦλον τὸν Κωνσταντινουπόλεως ἐπίσκοπον συνδραμεῖν καὶ Μάρκελλον τὸν ᾿Αγκύρας καὶ ᾿Ασκληπᾶν τὸν Γάζης, ὃς ἐναντίος ὢν τοῖς ᾿Αρείου γραφὴν ὑπομείνας πρὸς ἑτεροδόξων τινῶν ὡς θυσιαστήριον ἀνατρέψας καθῃρέθη. ἀλλ' ἀντὶ τούτου μὲν ἐπιτρέπεται τὴν Γαζαίων ἐκκλησίαν Κυντιανός. καὶ Λούκιος δὲ ὁ ᾿Αδριανουπόλεως ἐπίσκοπος ἐπ' ἄλλῳ κατηγορηθεὶς καὶ τῆς ὑπ' αὐτὸν ἐκκλησίας ἀφαιρεθεὶς ἐν ῾Ρώμῃ διῆγε. 3.8.2 μαθὼν δὲ ὁ ῾Ρωμαίων ἐπίσκοπος τὰ ἑκάστου ἐγκλήματα, ἐπειδὴ πάντας ὁμονοοῦντας εὗρε περὶ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου, ὡς ὁμοδόξους αὐτοὺς εἰς κοινωνίαν