1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

71

θείαν πάλαι ταῦτα προμεμηνῦσθαι ἐν ταῖς ἱεραῖς βίβλοις. καὶ τὸ μὲν ὧδε συμβὰν πολλοὺς ῾Ελλήνων καὶ ᾿Ιουδαίων εἰς Χριστια-νισμὸν ἐπηγάγετο. 4.6.1 ᾿Εν τούτῳ δὲ Φωτεινὸς τὴν ἐν Σιρμίῳ ἐκκλησίαν ἐπιτροπεύων, ἤδη πρότερον καινῆς αἱρέσεως εἰσηγητὴς γενόμενος, ἔτι τοῦ βασιλέως ἐνδημοῦντος ἐνθάδε ἀναφανδὸν τῷ οἰκείῳ συνίστατο δόγματι. φύσεως δὲ ἔχων εὖ λέγειν, 4.6.2 καὶ πείθειν ἱκανὸς πολλοὺς εἰς τὴν ὁμοίαν ἑαυτῷ δόξαν ἐπηγάγετο. ἔλεγε δὲ ὡς θεὸς μέν ἐστι παντοκράτωρ εἷς, ὁ τῷ ἰδίῳ λόγῳ πάντα δημιουργήσας· τὴν δὲ πρὸ αἰώνων γέννησίν τε καὶ ὕπαρξιν τοῦ υἱοῦ οὐ προσίετο, ἀλλ' ἐκ 4.6.3 Μαρίας γεγενῆσθαι τὸν Χριστὸν εἰσηγεῖτο. περιπύστου δὲ πολλοῖς γενομένου τοῦ τοιούτου δόγματος χαλεπῶς ἔφερον οἵ τε ἐκ τῆς δύσεως καὶ τῆς ἕω ἐπίσκοποι, καὶ κοινῇ ταῦτα νεωτερίζεσθαι καθ' ὧν ἕκαστος ἐδόξαζεν ἡγοῦντο. καθάπαξ γὰρ τὸ διαφωνοῦν ἐδείκνυτο τῆς Φωτεινοῦ πίστεως πρός τε τῶν ἐν Νικαίᾳ τὴν παράδοσιν θαυμαζόντων καὶ τῶν τὴν ᾿Αρείου δόξαν 4.6.4 ἐπαινούντων. ἐπὶ τούτοις δὲ καὶ ὁ βασιλεὺς ἐχαλέπαινεν· ἐν δὲ τῷ τότε ἐν Σιρμίῳ διατρίβων σύνοδον συνεκάλεσε. καὶ συνῆλθον ἐκ μὲν τῆς ἕω ἄλλοι τε καὶ Γεώργιος ὁ τὴν ᾿Αλεξανδρέων ἐπιτραπεὶς ἐκκλησίαν καὶ Βασίλειος ὁ ᾿Αγκύρας ἐπίσκοπος καὶ Μᾶρκος ὁ ᾿Αρεθούσης, ἐκ δὲ τῆς δύσεως Οὐάλης τε ὁ ἐκ Μουρσῶν καὶ ῞Οσιος ὁ ὁμολογητής, ὃς καὶ τῆς ἐν Νικαίᾳ συνόδου 4.6.5 κοινωνήσας ἄκων καὶ ταύτης μετέσχε. οὗτος γὰρ οὐ πολλῷ πρότερον ἐξ ἐπιβουλῆς τῶν τὰ ᾿Αρείου φρονούντων ὑπερορίαν οἰκεῖν καταδικασθείς, σπουδῇ τῶν ἐν Σιρμίῳ συνελθόντων μετεκλήθη παρὰ τοῦ βασιλέως. ᾤοντο γὰρ ὡς, εἰ πειθοῖ τινι ἢ βίᾳ σύμψηφον σφίσι ποιήσουσιν ἐπισημότατον ὄντα καὶ πρὸς πάντων θαυμαζόμενον, ἀξιόχρεως αὐτοῖς ἔσται μάρτυς τοῦ οἰκείου 4.6.6 δόγματος. ἐπεὶ οὖν ἐν Σιρμίῳ συνῆλθον (ἔτος δὲ τοῦτο ἦν μετὰ τὴν Σεργίου καὶ Νιγριανοῦ ὑπατείαν, ἡνίκα οὐδεὶς ὕπατος οὔτε ἐκ τῆς ἕω οὔτε ἐκ τῆς δύσεως ἀνεδείχθη διὰ τὴν συμβᾶσαν προφάσει τῶν τυράννων περὶ τὰ κοινὰ ταραχήν), τὸν μὲν Φωτεινὸν καθεῖλον ὡς τὰ Σαβελλίου καὶ Παύλου τοῦ 4.6.7 Σαμοσατέως φρονοῦντα. μετὰ δὲ ταῦτα πάλιν παρὰ τὰ πρότερον δεδογμένα περὶ τῆς πίστεως τρεῖς ἐκθέσεις ἐξέδωκαν, ὧν τὴν μὲν τῇ ῾Ελλήνων φωνῇ, τὰς δὲ τῇ ῾Ρωμαίων συνέταξαν, ἐν πολλοῖς περί τε ῥητὸν καὶ ἔννοιαν 4.6.8 οὔτε ἑαυταῖς οὔτε ταῖς πρότερον δεδογμέναις συμφωνούσας. ἰστέον μέντοι ὡς ἡ ῾Ελληνικὴ οὔτε ὁμοούσιον οὔτε ὁμοιούσιον τῷ πατρὶ τὸν υἱὸν εἶπε· τοὺς δὲ φάσκοντας αὐτὸν ἄναρχον εἶναι, ἢ πλατυνομένην τὴν οὐσίαν τοῦ θεοῦ τὸν υἱὸν ποιεῖν, ἢ συντετάχθαι ἀλλὰ μὴ ὑποτετάχθαι τῷ πατρὶ 4.6. δοξάζοντας ἀποκηρύττειν. θατέρα δὲ τῶν ῾Ρωμαϊκῶν περὶ μὲν οὐσίας, ἣν σουβσταντίαν ῾Ρωμαῖοι ὀνομάζουσιν, εἴτε ὁμοούσιος εἴτε ὁμοιούσιός ἐστιν ὁ υἱὸς τῷ πατρί, παντελῶς ἀπαγορεύει λέγειν, ὡς οὔτε ταῖς ἱεραῖς εἰρημένα 4.6.10 γραφαῖς οὔτε ἀνθρώπων ἐννοίαις ἢ γνώσει εὔληπτα. μείζονα δὲ χρῆναι συνομολογεῖν τὸν πατέρα παρακελεύεται τιμῇ καὶ ἀξίᾳ καὶ θειότητι καὶ αὐτῷ τῷ πατρικῷ ὀνόματι, καὶ ὑποτετάχθαι τῷ πατρὶ τὸν υἱὸν μετὰ πάντων ἀξιοῖ, καὶ τοῦ μὲν πατρὸς ἀρχὴν μὴ εἶναι, τοῦ δὲ υἱοῦ τὴν γένεσιν ἄγνωστον 4.6.11 πᾶσι πλὴν τοῦ πατρός. λέγεται δὲ ἤδη ταύτην τὴν γραφὴν ἐκδοθεῖσαν ὡς μὴ δεόντως συγκειμένην σπουδάσαι τοὺς ἐγκειμένους ἐπισκόπους ἐπὶ διορθώσει ἀναλαβεῖν· καὶ τὸν βασιλέα τοῦτο προστάξαι τιμωρίαν ἀπειλήσαντα κατὰ τῶν ἀποκρυπτόντων· ἀλλ' ἡ μὲν ἅπαξ ἐκδοθεῖσα παντελῶς 4.6.12 οὐκέτι ἔλαθεν. ἡ δὲ τρίτη γραφὴ τὰ μὲν ἄλλα συμφέρεται τῇ διανοίᾳ ταῖς ἄλλαις, τὸ δὲ τῆς οὐσίας ὄνομα περιεῖλε· καὶ αἰτίαν τήνδε αὐτοῖς ῥητοῖς ἔχει διὰ τῆς ῾Ρωμαίων φωνῆς· «Τὸ δὲ ὄνομα τῆς οὐσίας, ὅπερ ἁπλούστερον ἐτέθη ὑπὸ τῶν πατέρων, ἀγνο"7ούμενον δὲ τοῖς πολλοῖς σκάνδαλον ἔφερε διὰ τὸ μηδὲ ἐν ταῖς γραφαῖς αὐτὸ "7ἐμφέρεσθαι, ἤρεσε περιαιρεθῆναι καὶ παντελῶς μηδεμίαν μνήμην οὐσίας "7ποιεῖσθαι, διὰ τὸ μάλιστα τὰς θείας γραφὰς μηδαμοῦ περὶ πατρὸς καὶ "7υἱοῦ καὶ ἁγίου πνεύματος μίαν εἶναι οὐσίαν (γράφεται