1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

40

Αἰγύπτῳ στρατιωτικῶν ταγμάτων ὡμολόγησαν ἐν ζῶσιν εἶναι ᾿Αρσένιον, λαθεῖν δὲ παρ' αὐτοῖς πρότερον 2.23.6 κρυπτόμενον, καὶ νῦν ἐν Αἰγύπτῳ διάγειν. ταῦτα οὕτω συμβάντα δῆλα γενέσθαι Κωνσταντίνῳ ἐσπούδασεν ᾿Αθανάσιος. τῷ δὲ βασιλεὺς ἀντέγραψεν ἔχεσθαι τῆς ἱερωσύνης ἐπιμελῶς καὶ τῆς τοῦ λαοῦ εὐταξίας καὶ εὐσεβείας προνοεῖν, παρ' οὐδὲν δὲ ἡγεῖσθαι τὰς τῶν Μελιτιανῶν ἐπιβουλάς, ὡς καὶ αὐτοῦ εὖ εἰδότος φθόνον αὐτοὺς ἐγείρειν εἰς τοιαύτας ψευδεῖς καὶ 2.23.7 πεπλασμένας γραφὰς καὶ τοὺς κατὰ τῆς ἐκκλησίας θορύβους. αὐτόν τε τοῦ λοιποῦ μὴ συγχωρεῖν τὰ τοιαῦτα, ἀλλὰ δικαστὴν ἔσεσθαι κατὰ τοὺς πολιτικοὺς νόμους, εἰ μὴ ἡσυχίαν ἄγοιεν, καὶ δίκην λαβεῖν παρ' αὐτῶν ὡς οὐ μόνον ἀδίκως τοῖς ἀθῴοις ἐπιβουλευόντων, ἀλλ' ἀδίκως τῇ εὐταξίᾳ τῆς ἐκκλησίας καὶ τῇ εὐσεβείᾳ λυμαινομένων. τοιαῦτα γράψας ὁ βασιλεὺς ᾿Αθανασίῳ προσέταξεν εἰς τὸ κοινὸν ἀναγνωσθῆναι τὴν ἐπιστολήν, ἵν' εἰδέναι 2.23.8 πάντες ἔχοιεν τὴν αὐτοῦ προαίρεσιν. τὸ δὲ ἐξ ἐκείνου περιδεεῖς γενόμενοι οἱ τὰ Μελιτίου φρονοῦντες τέως ἠρέμουν ὑφορώμενοι τὴν τοῦ κρατοῦντος ἀπειλήν. εἰρηνευομένη δὲ ἡ κατὰ πᾶσαν Αἴγυπτον ἐκκλησία καὶ ὑπὸ τοσούτου ἱερέως προστασίᾳ ἰθυνομένη πολυπλασίων ὁσημέραι ἐγίνετο, πολλῶν προστιθεμένων ἐκ τοῦ ῾Ελληνικοῦ πλήθους καὶ τῶν ἄλλων αἱρέσεων. 2.24.1 ῾Υπὸ δὲ τοῦτον τὸν χρόνον παρειλήφαμεν καὶ τοὺς ἔνδον τῶν καθ' ἡμᾶς ᾿Ινδῶν, ἀπειράτους μείναντας τῶν Βαρθολομαίου κηρυγμάτων, μετασχεῖν τοῦ δόγματος ὑπὸ Φρουμεντίῳ, ἱερεῖ καὶ καθηγητῇ γενομένῳ παρ' αὐτοῖς τῶν ἱερῶν μαθημάτων. ἵνα δὲ γνοίημεν καὶ ἐν τῷ παραδόξῳ τοῦ συμβάντος περὶ τοὺς ᾿Ινδοὺς οὐκ ἐξ ἀνθρώπων, ὥς τισι τερατολογεῖσθαι δοκεῖ, τὴν σύστασιν λαβεῖν τὸ τῶν Χριστιανῶν δόγμα, ἀναγκαῖον καὶ τὴν αἰτίαν τῆς 2.24.2 Φρουμεντίου χειροτονίας διεξελθεῖν· ἔχει δὲ ὧδε. περὶ πολλοῦ τοῖς παρ' ῞Ελλησιν εὐδοκιμωτάτοις φιλοσόφοις ἐγίνετο πόλεις καὶ τόπους ἀγνῶτας ἱστορεῖν. οὕτω γοῦν Πλάτων ὁ Σωκράτους ἑταῖρος Αἰγυπτίοις ἐνεδήμησε τὰ παρ' αὐτοῖς μαθησόμενος, ἔπλευσε δὲ καὶ εἰς Σικελίαν ἐπὶ θέᾳ τῶν αὐτόθι κρατήρων, ἐν οἷς ἀεὶ μὲν ὡς ἀπὸ πηγῆς ἀναδιδόμενον αὐτόματον παφλάζει πῦρ, πολλάκις δὲ ὑπερχέον ποταμοῦ δίκην ῥεῖ καὶ τὴν γείτονα γῆν ἐπιβόσκεται τοσοῦτον, ὡς ἔτι νῦν πολλοὺς ἀγροὺς φαίνεσθαι κατακεκαυμένους καὶ μήτε σπόρον δέχεσθαι μήτε φυτείαν δένδρων, οἷά γε περὶ τῆς Σοδομιτῶν 2.24.3 χώρας καταγγέλλουσι. τούτους δὲ τοὺς κρατῆρας καὶ ᾿Εμπεδοκλῆς ἱστόρησεν, ἀνὴρ λαμπρῶς παρ' ῞Ελλησι φιλοσοφήσας καὶ ἐν ἔπεσιν ἡρῴοις τὴν ἐπιστήμην πραγματευσάμενος· διαπορούμενος δὲ περὶ τῆς ἀναδόσεως τοῦ πυρός, ἢ τούτῳ τῷ τρόπῳ ἄμεινον ἀποθανεῖν δοκιμάσας, ἤ-τό γε ἀληθέστερον εἰπεῖν-οὐδὲ αὐτὸς ἴσως εἰδὼς οὗ χάριν πρὸ καιροῦ τὴν τοιαύτην 2.24.4 εὗρεν ἑαυτῷ τοῦ βίου ἀπαλλαγήν, ἥλατο εἰς τὸ πῦρ καὶ διεφθάρη. οὐ μὴν ἀλλὰ καὶ ∆ημόκριτος ὁ Κῷος πλείστας ἱστόρησε πόλεις, ἀέρα τε καὶ χώρας καὶ ἔθνη· καὶ ἐπὶ ἔτεσιν ὀγδοήκοντα διαγαγεῖν ἐπὶ ξένης αὐτός που περὶ ἑαυτοῦ φησιν. ἄλλοι τε ἐπὶ τούτοις μυρίοι τῶν παρ' ῞Ελλησι σοφῶν, 2.24.5 ἀρχαῖοι καὶ νεώτεροι, τοῦτο ἐσπούδασαν. οὓς ζηλώσας Μερόπιός τις φιλόσοφος Τύριος τῆς Φοινίκης παρεγένετο εἰς ᾿Ινδούς. εἵποντο δὲ αὐτῷ παῖδες δύο, Φρουμέντιός τε καὶ ᾿Εδέσιος, ἄμφω δὲ γένει αὐτῷ προσήκοντες· οὓς διὰ λόγων ἦγε καὶ ἐλευθερίως ἐπαίδευεν. ἱστορήσας δὲ τῆς ᾿Ινδικῆς ὅσα γε αὐτῷ ἐξεγένετο, τῆς ἐπανόδου εἴχετο νηὸς ἐπιτυχὼν στελλομένης εἰς Αἴγυπτον. συμβὰν δὲ κατὰ χρείαν ὕδατος ἢ τῶν ἄλλων ἐπιτηδείων εἰς ὅρμον τινὰ προσσχεῖν τὴν ναῦν, καταδραμόντες οἱ τῇδε ᾿Ινδοὶ κτείνουσι πάντας καὶ τὸν Μερόπιον· ἔτυχον γὰρ τότε λύσαντες τὰς πρὸς ῾Ρωμαίους σπονδάς. 2.24.6 τοὺς δὲ παῖδας νέους ὄντας οἰκτείραντες ἐζώγρησαν καὶ βασιλεῖ τῷ ἑαυτῶν προσήγαγον. ὁ δὲ τὸν μὲν νεώτερον οἰνοχόον κατέστησε, μείζονα δὲ τῆς αὐτοῦ οἰκίας τὸν Φρουμέντιον καὶ τῶν χρημάτων ἐπίτροπον· ἔγνω γὰρ αὐτὸν ἐχέφρονα καὶ διοικεῖν ἱκανώτατον. ἐπὶ πολὺν