1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

60

καὶ ἤθους ἑκάστῳ τάγματι τὴν προσηγορίαν ἐφαρμόσαι, οἷον ἁπλουστέρους μὲν ἰῶτα ἀποκαλοῦντας, σκολιοὺς δὲ ξ καὶ ἄλλους ἄλλως, καθὼς ἐκλαμβάνειν εὐστόχως ἔστι πρὸς τὸ σχῆμα τοῦ γράμματος τὴν προ3.14.16 αίρεσιν τοῦ τάγματος. κατὰ τούτους τοὺς νόμους τοὺς ἰδίους μαθητὰς ἦγεν ὁ Παχώμιος, ἀνὴρ τὰ μάλιστα φιλάνθρωπος καὶ θεοφιλὴς εἰσάγαν, ὡς προειδέναι τὰ ἐσόμενα καὶ θείοις ἀγγέλοις ὁμιλεῖν πολλάκις. διέτριβε δὲ ἐν Ταβεννήσῳ τῆς Θηβαΐδος, ὅθεν Ταβεννησιῶται εἰσέτι νῦν ὀνομάζονται. 3.14.17 ὑπὸ δὲ τούτους τοὺς νόμους πολιτευόμενοι ὀνομαστότατοι ἐγένοντο καὶ εἰς πλῆθος τῷ χρόνῳ ἐπέδοσαν, ὡς εἰς ἑπτακισχιλίους ἄνδρας συντελεῖν. ἡ μὲν γὰρ ἐν Ταβεννήσῳ συνοικία, μεθ' ὧν αὐτὸς Παχώμιος διέτριβεν, ἀμφὶ τοὺς χιλίους καὶ τριακοσίους εἶχεν· οἱ δὲ κατὰ τὴν Θηβαΐδα καὶ τὴν ἄλλην Αἴγυπτον οἰκοῦσι. μία δὲ καὶ ἡ αὐτὴ ἀγωγὴ πᾶσι, καὶ κοινὰ τὰ πανταχῇ πάντων· καθάπερ δὲ μητέρα τὴν ἐν Ταβεννήσῳ συνοικίαν ἡγοῦνται, πατέρας δὲ καὶ ἄρχοντας τοὺς ἐνθάδε ἡγουμένους. 3.14.18 Κατὰ τοῦτον δὲ τὸν χρόνον καὶ ᾿Απολλώνιος ἐπὶ μοναχικῇ φιλοσοφίᾳ διέπρεπεν, ὅν φασι δέκα καὶ πέντε ἐτῶν ὄντα φιλοσοφῆσαι ἐν ταῖς ἐρήμοις· εἰς ἔτη δὲ τεσσαράκοντα γεγονὼς κατὰ θείαν πρόσταξιν εἰς τοὺς οἰκουμένους 3.14.1 ἦλθε τόπους. εἶχε δὲ καὶ αὐτὸς ἐν Θηβαΐδι τὴν συνοικίαν. ἐγένετο δὲ θεοφιλὴς εἰσάγαν καὶ παραδόξων ἰάσεων καὶ σημείων δημιουργὸς καὶ πρακτικὸς ὧν δεῖ καὶ τῶν εἰς φιλοσοφίαν ἡκόντων διδάσκαλος ἀγαθὸς καὶ χαρίεις καὶ ἐπὶ τοσοῦτον ἐν ταῖς εὐχαῖς εὐήκοος, ὡς μηδὲν ἀνήνυτον γενέσθαι ὧν παρὰ θεοῦ ἐζήτησε· πάντως γὰρ σοφὸς ὢν σοφῶς τὰς αἰτήσεις ἐποιεῖτο, αἷς ἑτοίμως τὸ θεῖον ἐπινεύειν πέφυκε. 3.14. Κατὰ τούτους εἰκάζω γενέσθαι καὶ ᾿Ανοὺφ τὸν θεσπέσιον· ὃν ἐπυθόμην, ἀφ' οὗ πρῶτον ἐν τοῖς διωγμοῖς ὑπὲρ τοῦ δόγματος ὡμολόγησε, μήτε ψεῦδος εἰπεῖν μήτε ἐπιθυμῆσαί τινος τῶν ἐπὶ γῆς. ἐπιτυχεῖν δὲ πάντων ὧνπερ τοῦ θεοῦ ἐδεήθη, καὶ ὑπὸ θείῳ ἀγγέλῳ διδασκάλῳ πᾶσαν ἀρετὴν παιδευθῆναι. ᾿Αλλὰ περὶ μὲν τῶν ἐν Αἰγύπτῳ μοναχῶν τοσάδε τέως ἡμῖν εἰρήσθω. 3.14.21 ἤδη δὲ καὶ Παλαιστίνη τὸν ἴσον τρόπον φιλοσοφεῖν ἤρχετο παρ' Αἰγυπτίων μαθοῦσα· διέπρεπε δὲ ἐνθάδε τότε ῾Ιλαρίων ὁ θεσπέσιος. τούτῳ δὲ πατρὶς μὲν ἦν Θαβαθᾶ κώμη πρὸς νότον Γάζης κειμένη παρὰ τὸν χειμάρρουν, ὃς ἐπὶ θάλασσαν τὰς ἐμβολὰς ἔχων ἐπιχωρίως ἀπ' αὐτῆς τῆς κώμης τὴν 3.14.22 ἐπωνυμίαν ἔλαβε. γραμματικῷ δὲ φοιτῶν ἐν ᾿Αλεξανδρείᾳ κατὰ θέαν ᾿Αντωνίου τοῦ μεγάλου μοναχοῦ εἰς τὴν ἔρημον ἦλθε, καὶ συγγενόμενος αὐτῷ παραπλησίως φιλοσοφεῖν ἔγνω. ὀλίγον δὲ χρόνον ἐνθάδε διατρίψας ἐπανῆλθεν εἰς τὴν πατρίδα· οὐ γὰρ ξυνεχωρεῖτο κατὰ γνώμην ἠρεμεῖν, 3.14.23 πολλῶν ὄντων ἑκάστοτε τῶν ὡς ᾿Αντώνιον ἐρχομένων. καταλαβὼν δὲ τελευτήσαντας τοὺς πατέρας εἰς τοὺς ἀδελφοὺς καὶ τοὺς δεομένους τὴν οὐσίαν διένειμεν, οὐθέν τε παντάπασι καταλιπὼν ἑαυτῷ διέτριβεν ἐν ἐρήμῳ τόπῳ παρὰ θάλασσαν, ἀμφὶ τὰ εἴκοσι στάδια τῆς αὐτοῦ κώμης διεστῶτι. 3.14.24 Οἴκησις δὲ ἦν αὐτῷ δωμάτιον μικρὸν ἐκ πλίνθων καὶ φορυτοῦ καὶ κεράμων κατεαγότων κατεσκευασμένον, εὔρους τε καὶ μήκους καὶ ὕψους τοσούτου, ὅσον ἑστῶτα μὲν κεκυφέναι τὴν κεφαλήν, κείμενον δὲ τοὺς πόδας συλλέγειν ἐπάναγκες εἶναι. διὰ πάντων γὰρ εἴθιζεν ἑαυτὸν ταλαιπωρεῖν καὶ 3.14.25 ῥᾳστώνης κρατεῖν. ἀμέλει τοι ὧν ἴσμεν ἐγκρατείας ἀκόμπου καὶ δεδοκιμασμένης οὐδενὶ κατέλιπεν ὑπερβολήν, ἀγωνιζόμενος πρὸς ἀσιτίαν καὶ δίψος καὶ ῥῖγος καὶ πνῖγος καὶ πρὸς τἆλλα πάθη καὶ θωπείας τοῦ σώματος καὶ 3.14.26 τῆς ψυχῆς. ἦν δὲ τὸ μὲν ἦθος σπουδαῖος, σεμνὸς δὲ τὸν λόγον, καὶ μνήμων καὶ ἐπήβολος ἀκριβὴς τῶν ἱερῶν γραφῶν· ἐπὶ τοσοῦτον δὲ θεοφιλὴς ἐγένετο, ὡς ἔτι καὶ νῦν ἐπὶ τῷ ἑαυτοῦ τάφῳ πολλοὺς ἰᾶσθαι κάμνοντας καὶ δαιμονῶντας, καὶ-τό γε παραδοξότατον-παρά τε Κυπρίοις, οὗ 3.14.27 πρότερον ἐτάφη, καὶ παρὰ Παλαιστίνοις, παρ' οἷς ἐστι νῦν. συμβὰν γὰρ αὐτὸν ἐν Κύπρῳ διατρίβοντα τελευτῆσαι, πρὸς τῶν ἐπιχωρίων ἐκηδεύθη