1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

102

ἐξιοῦσαι ταῖς κερκίσιν αὐτοὺς κατεκέντουν καὶ τῶν ἐπ' ἀγορᾶς μαγείρων οἱ μὲν ὕδατι θερμῷ κοχλάζοντας τοὺς λέβητας ἐξαρπάζοντες τῶν 5..5 χυτροπόδων κατέχεον, οἱ δὲ τοῖς ὀβελίσκοις διέπειρον. ἐπεὶ δὲ αὐτοὺς διεσπάραξαν καὶ τὰς κεφαλὰς ἔθλασαν, ὡς καὶ τὸν ἐγκέφαλον χαμαὶ ῥεῖν, ἤγαγον πρὸ τοῦ ἄστεως, ᾗ τὰ ἀποθνήσκοντα τῶν ἀλόγων ζῴων ῥίπτειν εἰώθεσαν· καὶ πῦρ ἀνάψαντες ἔκαυσαν αὐτῶν τὰ σώματα· καὶ τὰ περιλειφθέντα τῶν ὀστέων, ὅσα μὴ τὸ πῦρ ἐδαπάνησε, τοῖς ἐρριμμένοις αὐτόθι καμήλων τε καὶ ὄνων ὀστέοις ἀνέμιξαν, ὥστε μὴ ῥᾳδίαν αὐτῶν εἶναι τὴν εὕρεσιν. 5..6 ἔλαθέ γε μὴν οὐκ ἐπὶ πολύ· γυνὴ γάρ τις Χριστιανὴ οὐκ ἀπὸ Γάζης οὖσα, ἀλλ' ἐνθάδε τὴν οἴκησιν ἔχουσα, κατὰ θείαν σύνταξιν ἀνελέξατο ταῦτα νύκτωρ, καὶ ἐμβαλοῦσα χύτρᾳ Ζήνωνι τῷ αὐτῶν ἀνεψιῷ φυλάττειν ἔδωκεν. ὧδε γὰρ ἐν τοῖς ὀνείροις ἔχρησεν ὁ θεός, καὶ τὸν ἄνδρα τῇ γυναικὶ κατεμήνυσεν ᾗ διάγοι· καὶ πρὶν ἰδεῖν ἐπέδειξε, καθότι ἀγνὼς ἦν αὐτῇ καὶ προσφά5..7 τως τοῦ διωγμοῦ κεκινημένου ἐκρύπτετο. ἐπεὶ καὶ αὐτὸς τότε μικροῦ συλληφθεὶς παρὰ τῶν Γαζαίων ἀνῃρέθη· ἀσχολουμένου δὲ τοῦ πλήθους περὶ τὸν φόνον τῶν αὐτοῦ ἀνεψιῶν καιρὸν εὑρὼν ἔφυγεν εἰς ᾿Ανθηδόνα πόλιν ἐπὶ θάλασσαν, ἀφεστῶσαν Γάζης ὡσεὶ σταδίους εἴκοσι, παραπλησίως δὲ τηνικαῦτα τῷ ῾Ελληνισμῷ χαίρουσαν καὶ περὶ τὴν θεραπείαν τῶν ξοάνων ἐπτοη5..8 μένην. καταμηνυθεὶς δὲ ἐνταῦθα ὡς Χριστιανός, δεινῶς κατὰ νώτου ῥάβδοις ἐμαστιγώθη παρὰ τῶν ᾿Ανθηδονίων καὶ τῆς πόλεως ἐξηλάθη· καὶ εἰς 5.. τὸ τῶν Γαζαίων ἐπίνειον ἐλθὼν ἔλαθεν ἐκεῖσε κρυπτόμενος. ἔνθα δὴ περιτυχὸν αὐτῷ τὸ γύναιον τὰ λείψανα δέδωκεν· ὁ δὲ τέως μὲν οἴκοι ταῦτα ἐφύλαττεν· ἐπεὶ δὲ τὴν αὐτόθι ἐκκλησίαν ἔλαχεν ἐπισκοπεῖν (συνέβη δὲ τοῦτο ἐπὶ τῆς Θεοδοσίου βασιλείας), εὐκτήριον ἐδείματο οἶκον πρὸ τοῦ ἄστεως, καὶ θυσιαστήριον ἐν αὐτῷ ἐπήξατο, καὶ τὰ ὀστέα τῶν μαρτύρων ἀπέθετο πλησίον Νέστορος τοῦ ὁμολογητοῦ, ὃς τῷ βίῳ περιοῦσι τοῖς αὐτοῦ ἀνεψιοῖς συνῆν καὶ συλληφθεὶς ἅμα αὐτοῖς παρὰ τοῦ δήμου δεσμῶν καὶ 5..10 μαστίγων ἐκοινώνησεν. ἐν δὲ τῷ ἕλκεσθαι καλὸν ἔχοντα τὸ σῶμα ἰδόντες οἱ ἕλκοντες ἠλέησαν· καὶ πρὸ τῶν πυλῶν ἔτι μὲν ἐμπνέοντα, ἀποθανεῖν δὲ προσδοκώμενον ἔρριψαν· ἀνελόμενοι δέ τινες πρὸς Ζήνωνα διεκόμισαν, 5..11 παρ' ᾧ τὰ ἕλκη καὶ τὰς πληγὰς ἔτι θεραπευόμενος ἐτελεύτησεν. Γαζαῖοι δὲ τὸ μέγεθος ἀναλογιζόμενοι τοῦ οἰκείου τολμήματος περιδεεῖς ἦσαν, μὴ οὐκ ἀνέξεται ὁ βασιλεὺς ἀτιμωρήτους σφᾶς αὐτοὺς καταλιπεῖν· ἤδη γὰρ καὶ φήμη τις διεφοίτα, ὡς χαλεπῶς φέροι καὶ ἀποδεκατοῦν τὸ πλῆθος σπου5..12 δάζοι. ἦν δὲ ταῦτα ψεῦδος καὶ θρῦλος μόνον, ὡς εἰκός, δημώδης ὑπὸ δειλίας καὶ τοῦ συνειδέναι ἃ δεδράχασιν ἐν τοῖς πολλοῖς περιφερόμενος, ἐπειδὴ οὐδέ-τοῦτο δὴ τὸ πρὸς ᾿Αλεξανδρέας γεγονὸς ἐπὶ Γεωργίου-οὐδὲ ἐν 5..13 γράμμασιν ἐμέμψατο τοῖς Γαζαίοις. ἀλλὰ καὶ τὸν ἡγούμενον τότε τοῦ ἔθνους τὴν ἀρχὴν ἀφείλετο καὶ ἐν ὑπονοίᾳ εἶχε· καὶ ἀγώγιμον ποιήσας τὸ μὴ θανάτου καταψηφίσασθαι φιλανθρωπίαν ἐλογίσατο· ἐπῃτιᾶτο δὲ αὐτόν, καθότι τινὰς τῶν Γαζαίων, οἳ τῆς στάσεως καὶ τῶν φόνων ἄρξαι ἐλέγοντο, συλλαβόμενος ἐν δεσμοῖς εἶχεν, ὡς κατὰ νόμους εὐθύνας ὑφέξοντας· τί γάρ, φησίν, ἔδει αὐτοὺς ἀπάγεσθαι, εἰ Γαλιλαίους ὀλίγους, ἀνθ' ὧν πολλὰ εἰς αὐτοὺς καὶ τοὺς θεοὺς ἠδίκησαν, ἠμύναντο; καὶ τὰ μὲν ὧδε λέγεται. 5.10.1 ᾿Εν τούτῳ δὲ καὶ ῾Ιλαρίων ὁ μοναχὸς ἐπιζητούμενος παρὰ τῶν Γα-ζαίων ἔφυγεν εἰς Σικελίαν. ἔνθα δὴ ξύλα συλλέγων ἐκ τῶν ἐρήμων ὀρῶν καὶ ἐπὶ τῶν ὤμων φέρων ἐν τῇ πόλει διεπώλει· καὶ ὅσον ἀποζῆν, τούτῳ τῷ 5.10.2 τρόπῳ τὴν καθ' ἡμέραν τροφὴν ἐπορίζετο. καταμηνυθεὶς δὲ ὅστις εἴη καὶ οἷος ὑπὸ δαιμονῶντος ἀνδρὸς τῶν ἐπισήμων, τοῦ δαιμονᾶν αὐτὸν ἀπαλλάξας ἦλθεν εἰς ∆αλματίαν. μέγιστά τε καὶ παράδοξα σὺν θείᾳ δυνάμει κἀνταῦθα κατορθώσας, ὡς καὶ τὴν θάλασσαν εὐχῇ στῆσαι ἐξ ὑπονοστήσεως 5.10.3 ἐπικλύσαι τὴν ξηρὰν κατατρέχουσαν, πάλιν ἔνθεν ἀνεχώρησεν. οὐ γὰρ καταθύμιον ἦν αὐτῷ διατρίβειν παρὰ τοῖς ἐπαινοῦσιν, ἀλλ' ἐν