1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

38

ἐπιμίξ τε πρὸς οὓς διελέγοντο τὰ ἐγκλήματα προέφερον καὶ τὰς ἀπολογίας ἐποιοῦντο ἐπὶ τοσοῦτον, ὡς προϊόντος τοῦ χρόνου Μελιτιανοὺς ἐν Αἰγύπτῳ παρὰ τῶν πολλῶν ὀνομάζεσθαι τοὺς τὰ ᾿Αρείου φρονοῦντας· καίτοι γε προστασίας μόνης ἕνεκεν ἐκκλησιῶν διεφέροντο, ᾿Αρειανοὶ δὲ ὁμοίως ᾿Αρείῳ περὶ θεοῦ 2.21.5 ἐδόξαζον. ἀλλ' ὅμως ἰδίᾳ τὰ παρ' ἀλλήλων ἀναινόμενοι, ὑποκρίνεσθαι σφᾶς παρὰ γνώμην καὶ συμφωνεῖν ὑπέμενον ἐν τῇ κοινωνίᾳ τῆς ἔχθρας, ἕκαστοι προσδοκῶντες ῥᾳδίως κρατήσειν ὧν ἐβούλοντο. τῷ δὲ χρόνῳ, ὡς εἰκός, ἐκ τῶν περὶ ταῦτα διαλέξεων ἕξιν λαβόντες τῶν ᾿Αρείου δογμάτων ὁμοίως περὶ θεοῦ ἐδόξαζον. ἐντεῦθέν τε πάλιν εἰς τὴν προτέραν ταραχὴν ἐπανῆλθε τὰ κατὰ τὸν ῎Αρειον, καὶ λαοὶ καὶ κλῆροι τῆς πρὸς ἀλλήλους ἀπεσχίζοντο κοινωνίας. 2.21.6 Οὐ μὴν ἀλλὰ καὶ ἐν ἄλλαις πόλεσιν καὶ μάλιστα παρὰ Βιθυνοῖς καὶ ῾Ελλησποντίοις καὶ ἐν τῇ Κωνσταντινουπόλει αὖθις ἀνερριπίζετο τὰ περὶ τῶν ᾿Αρείου δογμάτων. ἀμέλει τοι λέγεται, ὡς Εὐσέβιος ὁ Νικομηδείας ἐπίσκοπος καὶ Θεόγνιος ὁ Νικαίας παραπείσαντες τὸν ὑπὸ τοῦ βασιλέως ἐπιτραπέντα φυλάττειν τὴν γραφὴν τῆς ἐν Νικαίᾳ συνόδου ἀπήλειψαν τὰς ἑαυτῶν ὑπογραφὰς καὶ εἰς τὸ φανερὸν ἐπεχείρουν διδάσκειν μὴ χρῆναι 2.21.7 ὁμοούσιον εἶναι τῷ πατρὶ τὸν υἱὸν δοξάζειν. περὶ δὲ τούτου ἐγκαλούμενον Εὐσέβιον ὧδε ἄντικρυς πρὸς βασιλέα παρρησιάσασθαι καὶ εἰπεῖν ἐπιδείξαντά τι ὧν ἠμφίεστο, ὡς «εἰ τοῦτο τὸ ἱμάτιον ἐμοῦ θεωμένου διαιρεθείη, οὔποτε ἂν φαίην τῆς αὐτῆς οὐσίας ἑκάτερον». ἐπὶ τούτοις δὲ χαλεπῶς ἄγαν ἔφερεν ὁ βασιλεύς· οἰόμενος γὰρ μετὰ τὴν ἐν Νικαίᾳ σύνοδον πεπαῦσθαι 2.21.8 τὰς τοιαύτας ζητήσεις, παρ' ἐλπίδας αὖθις ἀνακινουμένας ἑώρα. οὐχ ἥκιστα δὲ αὐτὸν ἐλύπησεν Εὐσέβιος καὶ Θεόγνιος ᾿Αλεξανδρεῦσί τισι κοινωνήσαντες, οὓς εἰς μεταμέλειαν ἡ σύνοδος τετηρήκει ὡς μὴ ὀρθῶς δοξάζοντας, αὐτὸς δὲ ὡς αἰτίους τῆς διχονοίας καὶ ἐπὶ τούτῳ τῆς πατρίδος ἐκδημοῦντας ἐκπεμφθῆναι προσέταξεν. ἐκ ταύτης δὲ τῆς αἰτίας εἰσὶν οἳ λέγουσιν ὀργισθέντα τὸν βασιλέα καταδικάσαι φυγὴν Εὐσεβίου καὶ Θεογνίου. ἀλλὰ περὶ μὲν τούτου ἐν τοῖς πρόσθεν ἔγραψα, ἅπερ παρὰ ἀκριβῶς ἐπισταμένων ἀκήκοα. 2.22.1 ᾿Αθανασίῳ δὲ τῶν ἐπιγενομένων δυσχερῶν πρῶτοι γεγόνασιν αἴτιοι. πλείστην γὰρ ἔχοντες παρὰ βασιλεῖ παρρησίαν καὶ δύναμιν τὸν ῎Αρειον μὲν ὡς ὁμόδοξον καὶ φίλον κατάγειν εἰς τὴν ᾿Αλεξάνδρειαν ἐσπούδαζον, τὸν δὲ τῆς ἐκκλησίας ἐκβαλεῖν ὡς ἐναντίον αὐτοῖς γινόμενον. διαβάλλουσιν οὖν αὐτὸν πρὸς Κωνσταντῖνον ὡς στάσεων καὶ θορύβων αἴτιον τῇ ἐκκλησίᾳ γενόμενον καὶ εἴργοντα τοὺς βουλομένους εἰς τὴν ἐκκλησίαν εἰσιέναι, ἐξὸν πάντας 2.22.2 ὁμονοεῖν, εἰ τοῦτο μόνον συγχωρηθείη. ἐπιστοῦντο δὲ ἀληθεῖς εἶναι τὰς κατ' αὐτοῦ διαβολὰς πολλοὶ τῶν μετὰ ᾿Ιωάννου ἐπισκόπων καὶ κληρικῶν, συνεχῶς βασιλεῖ προσιόντες ὀρθοδόξους τε σφᾶς εἶναι λέγοντες καὶ φόνων δὲ καὶ δεσμῶν καὶ πληγῶν ἀδίκων καὶ τραυμάτων καὶ ἐμπρησμῶν 2.22.3 ἐκκλησιῶν κατηγοροῦντες αὐτοῦ καὶ τῶν ὑπ' αὐτὸν ἐπισκόπων. ἐπεὶ δὲ καὶ ᾿Αθανάσιος ἐδήλωσε τῷ βασιλεῖ, παρανόμους χειροτονίας ἐγκαλῶν τοῖς ἀμφὶ τὸν ᾿Ιωάννην καὶ νεωτερισμὸν τῶν ἐν Νικαίᾳ δοξάντων καὶ πίστιν οὐχ ὑγιᾶ καὶ στάσεις καὶ ὕβρεις κατὰ τῶν ὀρθῶς περὶ θεοῦ δοξαζόντων, οὐκ 2.22.4 εἶχε λοιπὸν ὅτῳ πιστεύσειεν ὁ Κωνσταντῖνος. τοιαῦτα δὲ αὐτῶν ἐγκαλούντων ἀλλήλοις καὶ πολλάκις πολλῶν κατηγόρων ἑκατέρωθεν ὀχλούντων, ἐπεὶ σφόδρα αὐτῷ ἔμελε τῆς ὁμονοίας τῶν λαῶν, γράφει ᾿Αθανασίῳ μηδένα τῆς ἐκκλησίας εἴργεσθαι· εἰ δὲ τοῦτο καὶ εἰς ὕστερον μηνυθείη, πέμπειν ἀμελλητὶ τὸν ἐξελάσοντα αὐτὸν τῆς ᾿Αλεξανδρέων πόλεως. εἴ τῳ δὲ φίλον καὶ αὐτῇ τῇ τοῦ βασιλέως ἐντυχεῖν ἐπιστολῇ, ὧδε ἔχει τὸ περὶ τούτου μέρος· 2.22.5 «῎Εχων τοίνυν τῆς ἐμῆς βουλήσεως τὸ γνώρισμα πᾶσι τοῖς βουλομένοις "7εἰς τὴν ἐκκλησίαν εἰσελθεῖν ἀκώλυτον παράσχου τὴν εἴσοδον. ἐὰν γὰρ "7γνῶ, ὡς κεκώλυκας αὐτῶν τινας τῆς ἐκκλησίας μεταποιουμένους ἢ ἀπεῖρξας "7τῆς εἰσόδου, ἀποστελῶ