1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

104

παρρησιάσασθαι πρὸς βασιλέα καὶ μέμψασθαι, ὡς εἰκότως αἰσχύνην ὀφλισκάνουσι, κεκρατημένοι παρ' ἑνὸς γέροντος πρὸς τοσαύτας βασάνους ἀνδρείως ἀντιταξαμένου· καὶ κινδυνεύειν 5.10.14 αὐτοὺς γελοίους εἶναι, ἐνδοξοτέρους δὲ οὓς ταῦτα δρῶσιν. ὁ μὲν οὖν Μᾶρκος ἐπὶ τοσοῦτον γενναίως πρὸς τὸν τῶν ᾿Αρεθουσίων θυμὸν καὶ τὰς πολλὰς βασάνους ἀντέσχεν, ὡς καὶ πρὸς αὐτῶν ἐπαινεθῆναι τῶν ῾Ελληνιστῶν. 5.11.1 ᾿Εν δὲ τῷ τότε καὶ Μακεδόνιος Θεόδουλός τε καὶ Τατιανὸς οἱ Φρύγες 5.11.1 ἀνδρείως ἐμαρτύρησαν. ἐπεὶ γὰρ ἐν Μηρῷ (πόλις δὲ ἥδε Φρυγῶν) τὸν ἐνθάδε ναὸν ἠνέῳξε καὶ ὑπὸ χρόνου ῥυπῶντα ἐξεκάθηρεν ὁ τοῦ ἔθνους ἡγού5.11.2 μενος, νύκτωρ ἐπεισελθόντες τὰ ἀγάλματα συνέτριψαν. ὡς αἰτίων δὲ τούτου συλληφθέντων ἄλλων καὶ τιμωρεῖσθαι μελλόντων σφᾶς αὐτοὺς κατ5.11.3 εμήνυσαν. ἐξὸν δέ, εἴ γε θύειν ἠνέσχοντο, μηδὲν παθεῖν, ὡς ἐν τούτῳ μόνῳ ἀπολογεῖσθαι ὑπὲρ τῶν ἡμαρτημένων ὁ ἄρχων οὐκ ἔπειθε, πολλοῖς αὐτοὺς ᾐκίσατο τρόποις· τελευταῖον δὲ ἐσχάραις ἐπιθεὶς πῦρ ὑφῆπτεν· οἱ δὲ καιόμενοι «εἰ κρεῶν ὀπτῶν», ἔφασαν, «ἐπιθυμεῖς, ὦ ᾿Αμάχιε (τοῦτο γὰρ ἦν ὄνομα τῷ ἄρχοντι), καὶ ἐπὶ τὰς ἑτέρας πλευρὰς πρὸς τὸ πῦρ ἡμᾶς στρέψον, ἵνα μή σοι γευομένῳ ἡμίοπτοι γενόμενοι ἀηδεῖς φαινώμεθα.» καὶ οἱ μὲν ὧδε γενναίως διαγενόμενοι ἐν ταῖς τιμωρίαις τὸν βίον ἀπέθεντο. 5.11.4 Φασὶ δὲ καὶ Βούσιριν ἐν ᾿Αγκύρᾳ τῆς Γαλατίας λαμπρὰν καὶ ἀνδρειοτάτην ὁμολογίαν ὑπομεῖναι διὰ τὴν θρησκείαν. ὃν τῆς αἱρέσεως ὄντα τότε τῶν καλουμένων ᾿Εγκρατιτῶν συλλαβὼν ὁ τοῦ ἔθνους ἄρχων ὡς νεανιευσάμενον κατὰ τῶν ῾Ελληνιστῶν αἰκίζεσθαι ἠβούλετο. καὶ δημοσίᾳ προαγαγὼν 5.11.5 πρὸς τὸ βασανιστήριον ξύλον αἰωρεῖσθαι προσέταττεν. ὁ δὲ Βούσιρις ἀνασχὼν τὼ χεῖρε πρὸς τὴν κεφαλὴν ἐγύμνωσε τὰς πλευράς· καὶ μὴ μάτην χρῆναι πονεῖν τοὺς δημίους πρὸς τὸν ἄρχοντα ἔφη, ἀνάγοντας αὐτὸν ἐπὶ τὸ ξύλον καὶ πάλιν κατάγοντας· ἑτοίμως γὰρ καὶ δίχα τούτου, ἐφ' ὅσον βούλε5.11.6 ται, παρέξειν τὰς πλευρὰς τοῖς βασανισταῖς. θαυμάσας δὲ τὴν ὑπόσχεσιν ὁ ἄρχων μᾶλλον τῇ πείρᾳ κατεπλάγη. αἰκιζόμενος γὰρ τοῖς ὄνυξι τὰς πλευρὰς μέχρις ὅτε τῷ ἄρχοντι ἐδόκει, διεκαρτέρησε τὼ χεῖρε ἀνέχων καὶ τὰς πληγὰς προθύμως δεχόμενος. ἐν δεσμοῖς δὲ μετὰ ταῦτα γενόμενος ἀνείθη οὐκ εἰς μακρὰν ἀγγελθέντος ἀνῃρῆσθαι τὸν ᾿Ιουλιανόν· καὶ μέχρι τῆς Θεοδοσίου βασιλείας ἐπεβίω, καὶ πρὸς τὴν καθόλου ἐκκλησίαν μετέθετο καταγνοὺς τῆς προτέρας αἱρέσεως. 5.11.7 Λόγος δὲ κατὰ τοῦτον τὸν χρόνον μαρτυρίᾳ τὸν βίον μετελθεῖν Βασίλειον πρεσβύτερον τῆς ἐν ᾿Αγκύρᾳ ἐκκλησίας καὶ Εὐψύχιον Καισαρέα Καππαδόκην τῶν εὐπατριδῶν, ἔναγχος γαμετὴν ἀγαγόμενον καὶ οἷον ἔτι νυμ5.11.8 φίον ὄντα. συμβάλλω δὲ τὸν μὲν Εὐψύχιον ἀναιρεθῆναι διὰ τὸν ναὸν τῆς Τύχης, ἐφ' ᾧ τότε καθαιρεθέντι, ὡς ἐν τοῖς πρόσθεν εἴρηται, κοινῇ πάντες Καισαρεῖς τῆς τοῦ βασιλέως ὀργῆς ἐπειράθησαν· οἱ δὲ τῆς καθαιρέσεως αὐτουργοὶ δίκην ἔδοσαν οἱ μὲν θάνατον, οἱ δὲ τὴν πατρίδα φεύγειν 5.11. καταδικασθέντες. ὁ δὲ Βασίλειος σπουδαῖος περὶ τὸ δόγμα γεγονώς, ἐφ' ὅσον μὲν ἦρχε Κωνστάντιος, τοῖς τὰ ᾿Αρείου φρονοῦσιν ἀντέπραττε· καὶ διὰ 5.11.10 τοῦτο ψήφῳ τῶν ἀμφὶ τὸν Εὐδόξιον ἐκωλύθη ἐκκλησιάζειν. ἐπεὶ δὲ ᾿Ιουλιανὸς μόνος τὴν ἀρχὴν διεῖπεν, ὁ Βασίλειος περιιὼν τοὺς Χριστιανοὺς δημοσίᾳ καὶ περιφανῶς προὐτρέπετο τῶν οἰκείων ἔχεσθαι δογμάτων καὶ μὴ τοῖς ῾Ελλήνων θύμασι καὶ σπονδαῖς μιαίνεσθαι, ἀντ' οὐδενὸς δὲ ἡγεῖσθαι τὰς γινομένας εἰς αὐτοὺς παρὰ τοῦ βασιλέως τιμάς, προσκαίρους ταύτας 5.11.11 ἀποφαίνων ἐπὶ μισθῷ διηνεκοῦς ἀπωλείας. ταῦτα δὲ σπουδάζων ἐν ὑπονοίᾳ τε καὶ μίσει παρὰ τοῖς ῾Ελληνισταῖς ὤν, δημοσίᾳ θύοντας ἰδὼν ἔστη, καὶ μέγα ἀνοιμώξας ηὔξατο μηδένα Χριστιανῶν τῆς τοιαύτης πειραθῆναι πλάνης. ἐκ τούτου δὲ συλληφθεὶς παρεδόθη τῷ ἡγουμένῳ τοῦ ἔθνους· καὶ πολλὰς βασάνους ὑπομείνας παρὰ πάντα τὸν ἀγῶνα ἀνδρείως τὴν μαρτυρίαν διήνυσε. 5.11.12 Καὶ τὰ μὲν ὧδε, εἰ καὶ παρὰ γνώμην τῷ βασιλεῖ ἀπέβη, οὐκ ἀγεννεῖς οὐδὲ ὀλίγους μάρτυρας καὶ ἐπὶ τῆς