1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

49

Γαλατῶν, ὡς καινῶν δογμάτων εἰσηγητὴν καὶ τὸν υἱὸν τοῦ θεοῦ λέγοντα ἐκ Μαρίας τὴν ἀρχὴν εἰληφέναι καὶ τέλος ἕξειν τὴν αὐτοῦ βασιλείαν, καὶ γραφήν τινα περὶ τούτου συντάξαντα, συνελθόντες ἐν Κωνσταντινουπόλει καθεῖλον καὶ τῆς ἐκκλησίας ἐξέβαλον· καὶ Βασιλείῳ δεινῷ λέγειν καὶ ἐπὶ παιδεύσει ὑπειλημμένῳ ἐπιτρέπουσι τὴν ἐπισκοπὴν τῆς Γαλατῶν παροικίας. καὶ ταῖς αὐτόθι ἐκκλησίαις ἔγραψαν ἀναζητῆσαι τὴν Μαρκέλλου βίβλον καὶ ἐξαφα2.33.2 νίσαι καὶ τοὺς τὰ αὐτὰ φρονοῦντας, εἴ τινας εὕροιεν, μεταβάλλειν. καὶ διὰ μὲν τὸ πολύστιχον τῆς γραφῆς μὴ τὸ πᾶν ὑποτάξαι βιβλίον ἐδήλωσαν, ῥητὰ δέ τινα ἐνέθηκαν τῇ αὐτῶν ἐπιστολῇ πρὸς ἔλεγχον τοῦ δοξάζειν αὐτὸν τάδε. ἐλέγετο δὲ πρός τινων ταῦτα ὡς ἐν ζητήσει εἰρῆσθαι Μαρκέλλῳ καὶ ὡς ὡμολογημένα διαβεβλῆσθαι καὶ αὐτῷ τῷ βασιλεῖ παρὰ τῶν ἀμφὶ τὸν Εὐσέβιον, καθότι ὑπερφυῶς ἐχαλέπαινον αὐτῷ μήτε ἐν τῇ κατὰ Φοινίκην συνόδῳ συντεθειμένῳ τοῖς ὑπ' αὐτῶν ὁρισθεῖσι μήτε ἐν ῾Ιεροσολύμοις ἐπὶ ᾿Αρείῳ μήτε τῆς ἀφιερώσεως τοῦ μεγάλου μαρτυρίου μετασχόντι δι' ἀπο2.33.3 φυγὴν τῆς πρὸς αὐτοὺς κοινωνίας. ἀμέλει τοι γράφοντες περὶ αὐτοῦ τῷ βασιλεῖ καὶ ταῦτα εἰς διαβολὴν προὔφερον, ὡς καὶ αὐτοῦ ὑβρισμένου ὑπ' αὐτοῦ μὴ ἀξιώσαντος τὴν ἀφιέρωσιν τιμῆσαι τοῦ ἐν ῾Ιεροσολύμοις νεὼ οἰκο2.33.4 δομηθέντος. πρόφασις δὲ γέγονε Μαρκέλλῳ ταύτης τῆς γραφῆς ᾿Αστέριός τις ἐκ Καππαδοκίας σοφιστής, ὃς καὶ περὶ τοῦ δόγματος λόγους συγγράφων τῇ ᾿Αρείου δόξῃ συμφερομένους περιιὼν τὰς πόλεις ἐπεδείκνυτο καὶ τοῖς ἐπισκόποις καὶ ταῖς γινομέναις συνόδοις ὡς ἐπίπαν παρεγίνετο. ἀντιλέγων γὰρ αὐτῷ Μάρκελλος ἢ ἑκὼν ἢ οὐχ οὕτω νοήσας εἰς τὴν Παύλου τοῦ Σαμοσατέως ἐξεκυλίσθη δόξαν. ἀλλ' ὁ μὲν <ἐν> τῇ ἐν Σαρδοῖ συνόδῳ ὕστερον τὴν ἐπισκοπὴν ἀνείληφε μὴ φρονεῖν ὧδε λογισάμενος. 2.34.1 ῾Ο δὲ βασιλεὺς ἤδη πρότερον εἰς τοὺς παῖδας Καίσαρας ὄντας τὴν ἀρχὴν διελών, καὶ Κωνσταντίνῳ μὲν καὶ Κώνσταντι τὰ πρὸς δύσιν ἀπονείμας, Κωνσταντίῳ δὲ τὰ πρὸς ἕω, μαλακισθεὶς τὸ σῶμα ὡς αὐτομάτοις λουτροῖς χρησόμενος ἧκεν εἰς ῾Ελενόπολιν Βιθυνῶν. χαλεπώτερον δὲ διατεθεὶς διεκομίσθη εἰς Νικομήδειαν, ἔνθα δὴ ἐν προαστείῳ διάγων ἐμυήθη τὴν ἱερὰν 2.34.2 βάπτισιν· ἐπὶ τούτῳ τε σφόδρα ἡσθεὶς χάριν ὡμολόγει τῷ θεῷ. διαθήκην τε ποιήσας τοῖς μὲν παισὶ διένειμε τὴν ἀρχὴν ὡς πρότερον, πρεσβεῖα δὲ τὰ μὲν τῇ πρεσβυτέρᾳ ῾Ρώμῃ, τὰ δὲ τῇ ἐπωνύμῳ αὐτοῦ καταλιπὼν ἔδωκε τὴν διαθήκην τῷ πρεσβυτέρῳ, ὃν ἐπαινέτην ὄντα ᾿Αρείου, ἀγαθὸν δὲ τῷ βίῳ, παρέθετο αὐτῷ τελευτῶσα Κωνσταντία ἡ ἀδελφή, καὶ ὅρκον προσθεὶς ἐνετείλατο Κωνσταντίῳ δοῦναι ἐπειδὰν ἀφίκηται· οὔτε γὰρ οὗτος οὔτε ἄλλος 2.34.3 τῶν Καισάρων παρῆν τῷ πατρὶ τελευτῶντι. καὶ ὁ μὲν ταῦτα ἐντειλάμενος ὀλίγας ἐπεβίω ἡμέρας· καὶ ἐτελεύτησεν ἀμφὶ πέντε καὶ ἑξήκοντα ἔτη γεγονώς, ἐν τούτοις δὲ τριάκοντα καὶ ἓν βασιλεύσας, ἀνὴρ ἐς τὰ μάλιστα τῆς Χριστιανῶν θρησκείας ἐπαινέτης, ὡς καὶ πρῶτος βασιλέων ἄρξαι τῆς περὶ 2.34.4 τῆς ἐκκλησίας σπουδῆς καὶ εἰς ἄκρον ἀγαγεῖν ἐπιδόσεως, ἐπιτευκτικὸς δὲ ὡς οὐκ οἶδ' εἴ τις ἕτερος ἐν οἷς ἐπεχείρησεν· ἄνευ γὰρ θεοῦ, ἐμοὶ δοκεῖν, οὐκ ἐπεχείρει, ὅς γε πολέμων τε τῶν ἐπ' αὐτῷ συμβάντων πρός τε Γότθους καὶ Σαυρομάτας περιεγένετο καὶ τὴν πολιτείαν πρὸς τὸ δόξαν αὐτῷ οὕτω ῥᾳδίως μετεσχημάτισεν, ὡς ἑτέραν καταστῆσαι βουλὴν καὶ βασιλίδα πόλιν τὴν ἐπώνυμον αὐτοῦ, τὴν δὲ ῾Ελληνικὴν θρησκείαν ἅμα τε ἐπεχείρησε καὶ ἐν ὀλίγῳ καθεῖλεν ὑπό τε ἀρχόντων καὶ ἀρχομένων ἐκ τοσούτου χρόνου σπουδα2.34.5 σθεῖσαν. ἐπεὶ δὲ ἐτελεύτησε, διεκομίσθη αὐτοῦ τὸ σῶμα εἰς Κωνσταντινούπολιν ἐν λάρνακι χρυσῇ καὶ ἐπὶ βήματός τινος ἐν τοῖς βασιλείοις ἀπετέθη. τιμὴ δὲ καὶ τάξις ὥσπερ εἰς ζῶντα ἡ αὐτὴ ἐγένετο παρὰ τῶν ἐν τοῖς βασιλείοις. ὡς δὲ τὴν τοῦ πατρὸς τελευτὴν θᾶττον αὐτῷ μηνυθεῖσαν ἔγνω Κωνστάντιος ἐν τῇ ἕῳ διατρίβων, σπουδῇ τὴν Κωνσταντινούπολιν κατέλαβε· καὶ βασιλικῶς κηδεύσας αὐτὸν ἔθαψεν ἐν τῇ ἐπωνύμῳ τῶν ἀποστόλων ἐκκλησίᾳ, ἔνθα