1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

189

διελεγχθεῖσαν εἰς ἀπολογίαν ἕλκεσθαι μέμψεων ἀνευθύνων· ἐπίτρεψον οὖν μοι πρὸς τὴν προτέραν γραφὴν συνηγόρους προστήσασθαι· εἰ γὰρ καὶ παρανόμως βιασθείην οἷς μὴ δεῖ κοινωνεῖν, οὐ ποιήσω ἃ 8.24.7 μὴ θέμις τοῖς εὐσεβοῦσιν.» ὁ δέ, ὡς οὐκ ἔπεισεν αὐτὴν ᾿Αρσακίῳ κοινωνεῖν, τότε μὲν ἠφίει ὡς συνηγόρους διδάξουσαν, ἐν ἑτέρᾳ δὲ παραγαγὼν πολλοῦ χρυσίου κατεδίκασεν· ᾤετο γὰρ οὕτως αὐτὴν μεταθήσειν τῆς γνώμης. ἀλλ' ἡ μὲν τῶν χρημάτων ὑπεριδοῦσα οὐ καθυφῆκε· καὶ καταλιποῦσα τὴν Κωνσταντινούπολιν ἐν Κυζίκῳ διέτριβεν. 8.24.8 ᾿Εν δὲ τῷ τότε καὶ Τίγριος πρεσβύτερος τῆς ἐσθῆτος γυμνωθεὶς καὶ κατὰ νώτου μαστιγωθείς, πόδας καὶ χεῖρας δεδεμένος διαταθεὶς διελύθη τὰ 8.24. ἄρθρα. ἐγένετο δὲ οὗτος βάρβαρος τὸ γένος, οὐκ ἐκ γενετῆς εὐνοῦχος· ἐν οἰκίᾳ δέ του τῶν ἐν δυνάμει τὰ πρῶτα δουλεύσας καὶ ἐπαινεθεὶς παρὰ τοῦ κεκτημένου μετέσχεν ἐλευθερίας. εἰς πρεσβυτέρου δὲ ἀξίαν προελθὼν τῷ χρόνῳ διεφάνη τὸ ἦθος ἐπιεικέστατος καὶ πρᾶος καὶ περὶ τοὺς δεομένους καὶ ξένους, εἴπερ τις ἄλλος, δεξιώτατος. καὶ τὰ μὲν ἐν Κωνσταντινουπόλει τοιάδε ἦν. 8.24.10 ᾿Εν τούτῳ δὲ Σιρικίου δέκα καὶ πέντε ἔτη τὴν ῾Ρωμαίων ἐπισκοπὴν διανύσαντος, ᾿Αναστασίου δὲ τρία, μετὰ τοῦτον ᾿Ιννοκέντιος ταύτην ἐπλήρου 8.24.11 τὴν διαδοχήν. ἐτελεύτησε δὲ καὶ Φλαβιανὸς μὴ συνθέμενος τῇ ᾿Ιωάννου καθαιρέσει· διαδέχεται δὲ τὴν ᾿Αντιοχέων ἐκκλησίαν Πορφύριος· καὶ ἐπειδὴ τοῖς κατ' αὐτοῦ κεκριμένοις ἐπεψηφίσατο, πολλοὶ τῶν ἐν Συρίᾳ τῆς ἐνθάδε ἐκκλησίας ἐχωρίσθησαν, καθ' ἑαυτούς τε τὰς συνόδους ποιούμενοι πραγμά8.24.12 των καὶ πλείστων δεινῶν ἐπειράθησαν. χάριν γὰρ τῆς πρὸς ᾿Αρσάκιον κοινωνίας καὶ Πορφύριον τοῦτον καὶ Θεόφιλον τὸν ᾿Αλεξανδρείας ἐπίσκοπον σπουδῇ τῶν ἐν τοῖς βασιλείοις δυνατῶν νόμος ἐτέθη τοὺς ὀρθῶς δοξάζοντας ἐκτὸς τῶν ἐκκλησιῶν μὴ συνιέναι, τοὺς δὲ μὴ κοινωνοῦντας αὐτοῖς ἐλαύνεσθαι. 8.25.1 Περὶ δὲ τοῦτον τὸν χρόνον, ὡς ἐπίπαν συνενεχθὲν εὑρεῖν ἔστιν ἐν ταῖς τῶν ἱερέων διχονοίαις, καὶ τὰ κοινὰ θορύβων καὶ ταραχῆς ἐπειράθη. καὶ Οὖννοι μὲν τὸν ῎Ιστρον περαιωθέντες τοὺς Θρᾷκας ἐδῄουν, οἱ δὲ ἐν ᾿Ισαυρίᾳλῃσταὶ εἰς πλῆθος ἀθροισθέντες μέχρι Καρῶν καὶ Φοινίκων τὰς ἐν μέσῳ 8.25.2 πόλεις καὶ κώμας ἐκακούργουν. Στελίχων δὲ ὁ ᾿Ονωρίου στρατηγός, ἀνὴρ εἴπερ τις πώποτε ἐν πολλῇ δυνάμει γεγενημένος, ῾Ρωμαίων τε καὶ βαρβάρων τοὺς νέους πειθομένους ἔχων, εἰς ἔχθραν καταστὰς τοῖς ᾿Αρκαδίου 8.25.3 ἄρχουσιν ἐβεβούλευτο πρὸς ἑαυτὰ συγκροῦσαι τὰ βασίλεια. καὶ στρατηγοῦ ῾Ρωμαίων ἀξίωμα παρὰ ᾿Ονωρίου προξενήσας ᾿Αλαρίχῳ τῷ ἡγουμένῳ τῶν Γότθων ᾿Ιλλυριοῖς ἐπανέστησεν· ὕπαρχόν τε αὐτῶν καταστάντα ᾿Ιόβιον προπέμψας συνέθετο συνδραμεῖσθαι μετὰ τῶν ῾Ρωμαίων στρατιω-τῶν, ὥστε καὶ τοὺς τῇδε ὑπηκόους δῆθεν ὑπὸ τὴν ᾿Ονωρίου ἡγεμονίαν ποιῆ8.25.4 σαι. παραλαβὼν δὲ ᾿Αλάριχος τοὺς ὑπ' αὐτὸν ἐκ τῆς πρὸς τῇ ∆αλματίᾳ καὶ Παννονίᾳ βαρβάρου γῆς, οὗ διῆγεν, ἧκεν εἰς τὰς ᾿Ηπείρους· καὶ συχνὸν ἐνταῦθα προσμείνας χρόνον ἐπανῆλθεν εἰς ᾿Ιταλίαν. μέλλων γὰρ ἐκδημεῖν ὡς ὡμολόγησε Στελίχων ᾿Ονωρίου γράμμασιν ἐπεσχέθη. καὶ τὰ μὲν ἐν τούτοις ἦν. 8.26.1 Μαθὼν δὲ ᾿Ιννοκέντιος ὁ ῾Ρωμαίων ἐπίσκοπος τὰ κατὰ ᾿Ιωάννου πεπραγμένα ἐχαλέπαινε· καὶ τῶν μὲν κατέγνω, οἰκουμενικὴν δὲ συναγεῖραι σύνοδον σπουδάζων ἔγραψεν ᾿Ιωάννῃ, ἐν μέρει τε τοῖς Κωνσταντινουπόλεως κληρικοῖς· ἑκατέραν τε ἐπιστολὴν ἐκ τῆς ῾Ρωμαίων φωνῆς εὑρὼν παρεθέμην· ἔχει δὲ ὧδε· 8.26.2 «Τῷ ἀγαπητῷ ἀδελφῷ ᾿Ιωάννῃ ᾿Ιννοκέντιος. "7Εἰ καὶ πάντα δεῖ τὸν ἀναίτιον προσδοκᾶν τὰ χρηστὰ καὶ παρὰ τοῦ "7θεοῦ τὸν ἔλεον αἰτεῖν, ὅμως καὶ παρ' ἡμῶν τῶν ἀνεξικακίαν συμβουλευόν"7των τὰ καθήκοντα γράμματα διὰ Κυριακοῦ τοῦ διακόνου ἐξαπέσταλται, "7ὥστε μὴ πλέον δυνηθῆναι τὴν ὕβριν ἐν τῷ συντρίβειν <ἢ> τὸ ἀγαθὸν συν8.26.3 "7ειδὸς ἐν τῷ ἐλπίζειν. οὐδὲ γὰρ ὀφείλεις διδαχθῆναι ὁ τοσούτων λαῶν "7διδάσκαλος καὶ ποιμήν, τοὺς ἀρίστους ἀεὶ καὶ πολλάκις δοκιμάζεσθαι, εἰ