1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

94

ἀναγνόντες διελύθησαν καὶ εἰς τὰς αὐτῶν πόλεις ἀπεχώρησαν. 4.30.1 ᾿Εν τούτῳ δὲ ἔτι ᾿Αθανασίου κρυπτομένου ἐπανελθὼν Γεώργιος εἰς ᾿Αλεξάνδρειαν χαλεπῶς ἐκάκου τοὺς ῞Ελληνας καὶ τοὺς ἑτέρως αὐτῷ δοξά-ζοντας Χριστιανούς· ἑκατέρους τε γὰρ ὡς ἠβούλετο θρησκεύειν ἐβιάζετο καὶ παραιτουμένους ἤλαυνεν. ἐμισεῖτο δὲ παρὰ μὲν τῶν ἐν λόγῳ ὡς ὑπερορῶν αὐτοὺς καὶ τοῖς ἄρχουσιν ἐπιτάττων, παρὰ δὲ τοῦ πλήθους ὡς τυραννικὸς 4.30.2 καὶ πλέον πάντων δυνάμενος. ἐχαλέπαινε δὲ μάλιστα τὸ ῾Ελληνικόν, ὅτι τε θύειν αὐτοὺς καὶ τὰς πατρίους ἑορτὰς ἄγειν ἐκώλυε καὶ στρατιώτας καὶ τὸν ἐν Αἰγύπτῳ στρατηγὸν σὺν ὅπλοις ἐπεισαγαγὼν τῇ πόλει, εἰκόνας τε καὶ ἀναθήματα καὶ τὸν ἐν τοῖς ναοῖς κόσμον ἀφαιρούμενος. ἃ δὴ πρόφασις ὕστερον αὐτῷ ἐγένετο τῆς ἀναιρέσεως, ὡς αὐτίκα λέξω. 4.30.3 Κυρίλλου δὲ καθαιρεθέντος, ὡς εἴρηται, παραλαμβάνει τὴν ῾Ιεροσολύμων ἐκκλησίαν ᾿Ερέννιος καὶ μετ' ἐκεῖνον ῾Ηράκλειος ἐφεξῆς τε τούτου ῾Ιλάριος. τούτους γὰρ ἐν τῷ τότε τὴν ἐνθάδε ἐκκλησίαν ἐπιτροπεῦσαι παρειλήφαμεν μέχρι τῆς Θεοδοσίου βασιλείας, ἡνίκα δὴ Κύριλλος πάλιν εἰς τὸν αὐτοῦ ἐπανῆλθε θρόνον.

5.τ.1 ΤΟΥ ΑΥΤΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ

5.1.1 Καὶ τὰ μὲν ὧδε ἀνὰ τὴν ἕω περὶ τὰς ἐκκλησίας συνέβη. ἐν τούτῳ δὲ

᾿Ιουλιανὸς ὁ Καῖσαρ μάχῃ κρατήσας τῶν παρὰ τὸν ῾Ρῆνον ποταμὸν βαρ-βάρων τοὺς μὲν ἐχειρώσατο, τοὺς δὲ ἐζώγρησε. λαμπρὸς δὲ τηνικάδε φανεὶς καὶ ὑπὸ μετριότητος καὶ ἐπιεικείας κεχαρισμένος τοῖς στρατιώταις γεγονώς, 5.1.2 ἀναγορεύεται πρὸς αὐτῶν Σεβαστός. μηδὲν δὲ περὶ τούτου ὡς εἰκὸς πρὸς Κωνστάντιον παραιτησάμενος ἄρχοντας μὲν τοὺς ὑπ' αὐτοῦ χειροτονηθέντας ἤμειβεν, ἐπίτηδες δὲ καὶ τὰς ἐπιστολὰς ἐπεδείκνυ, δι' ὧν τοὺς βαρβάρους καλῶν κατὰ Μαγνεντίου εἰς ῾Ρωμαίους ἤγαγεν. ἐξαπίνης δὲ τὴν θρησκείαν μεταβαλών, πρότερον χριστιανίζειν δοκῶν, ἀρχιερέα ὠνόμαζεν ἑαυτὸν καὶ τοῖς ῾Ελλήνων ναοῖς ἐφοίτα καὶ ἔθυε καὶ τοὺς ὑπηκόους ὧδε θρησκεύειν ἔπειθε. 5.1.3 Προσδοκωμένων δὲ Περσῶν ῾Ρωμαίοις ἐπιθήσεσθαι καὶ διὰ τοῦτο Κωνσταντίου ἐν Συρίᾳ διατρίβοντος, λογισάμενος ἀμαχητὶ δύνασθαι τῶν ᾿Ιλλυριῶν κρατεῖν, εἴχετο τῆς ἐπ' αὐτοὺς ὁδοῦ, πρόφασιν ποιούμενος ὡς ἀπολογίας χάριν ἐλαύνει πρὸς Κωνστάντιον ὑπὲρ τοῦ μὴ ἑκὼν δόξαι πρὸς τῶν στρατιωτῶν παρὰ γνώμην αὐτοῦ τὰ σύμβολα τῆς βασιλείας 5.1.4 καταδεδέχθαι. λέγεται δὲ ἡνίκα πρῶτον τῶν τῇδε ὅρων ἐπέβη, τὰς μὲν ἀμπέλους μετὰ τρύγην ἀμφὶ τὴν τῶν πλειάδων δύσιν ὀμφάκων πλήρεις φανῆναι, τὴν δὲ ἀπὸ τοῦ ἀέρος δρόσον διαχεθεῖσαν κατὰ τῆς αὐτοῦ ἐσθῆτος καὶ 5.1.5 τῶν ἑπομένων καθ' ἑκάστην σταγόνα σταυροῦ σημεῖον ἐντυπῶσαι. ἐδόκει δὲ αὐτῷ τε καὶ πολλοῖς τῶν συνιόντων οἱ μὲν βότρυες παρὰ καιρὸν φανέντες σύμβολον εἶναι ἀγαθόν, ἡ δὲ δρόσος ἐκ παρατυχόντος ὧδε καταστίξαι τὴν ἐσθῆτα καθ' ἧς ἔτυχε πεσοῦσα. ἄλλοι δὲ ἔλεγον τοῖν συμβόλοιν τὸ μὲν ἄωρον σημαίνειν ἀπολεῖσθαι τὸν βασιλέα ὀμφάκων δίκην, καὶ ὀλιγοχρόνιον αὐτοῦ ἔσεσθαι τὴν βασιλείαν, τὸ δὲ προμηνύειν οὐράνιον εἶναι τὸ δόγμα τῶν Χριστιανῶν, καὶ χρῆναι πάντας τῷ συμβόλῳ τοῦ σταυροῦ κατασημανθῆναι. ὡς ἔοικε δέ, οἱ τἀναντία τῷ βασιλεῖ δοξάσαντες οὐ διήμαρτον τῆς ἀληθείας· ἀμφότερα γὰρ εὐστόχως εἰρῆσθαι προϊὼν ὁ χρόνος ἀπέδειξεν. 5.1.6 ᾿Επεὶ δὲ ἐπύθετο Κωνστάντιος ἐκστρατεύειν ἐπ' αὐτὸν ᾿Ιουλιανόν, κατα-λιπὼν τὴν πρὸς τοὺς Πέρσας παρασκευὴν ἐπὶ τὴν Κωνσταντινούπολιν ἠπείγετο, ἡνίκα δὴ τὴν ὁδοιπορίαν ποιούμενος ἐτελεύτησεν ἐν Μόμψου κρήναις, μεταξὺ Κιλίκων καὶ Καππαδοκῶν τῶν πρὸς τῷ Ταύρῳ, ἔτη ἀμφὶ τεσσαράκοντα καὶ πέντε γεγονώς, ἐξ ὧν τρισκαίδεκα μὲν σὺν τῷ πατρὶ ἐβασίλευσε, 5.1.7 πέντε δὲ καὶ εἴκοσι μετ' ἐκεῖνον. ἐπεὶ δὲ ἐτελεύτησεν, ὁ μὲν ᾿Ιουλιανὸς ἤδη τὴν Θρᾴκην εἶχεν· οὐκ εἰς μακρὰν δὲ εἰς τὴν