1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

30

ἐπειράθησαν. 2..1 ᾿Επεὶ δὲ τῷ χρόνῳ πλεῖστοι ἐγένοντο καὶ ἐκκλησιάζειν ἤρξαντο καὶ ἱερέας καὶ διακόνους εἶχον, ἐλύπει τοῦτο οὐ μετρίως τοὺς μάγους, οἳ τὴν Περσῶν θρησκείαν ὥσπερ τι φῦλον ἱερατικὸν κατὰ διαδοχὴν γένους ἀρχῆθεν ἐπιτροπεύουσιν. ἐλύπει δὲ καὶ ᾿Ιουδαίους, τρόπον τινὰ φύσει ὑπὸ βασκανίας πρὸς τὸ δόγμα τῶν Χριστιανῶν ἐκπεπολεμωμένους. καὶ διαβάλλουσι πρὸς Σαβώρην τὸν τότε βασιλέα Συμεώνην τὸν ἀρχιεπίσκοπον Σελευκείας καὶ Κτησιφῶντος τῶν ἐν Περσίδι βασιλευουσῶν πόλεων ὡς φίλον ὄντα τῷ 2..2 Καίσαρι ῾Ρωμαίων καὶ τὰ Περσῶν πράγματα τούτῳ καταμηνύοντα. πεισθεὶς δὲ ταῖς διαβολαῖς ὁ Σαβώρης τὰ μὲν πρῶτα φόροις ἀμέτροις ἐπέτριβε τοὺς Χριστιανούς, καθότι τοὺς πλείστους ἔγνω ἀκτημοσύνην ἀσκεῖν, καὶ χαλεποῖς ἀνδράσιν ἐπέτρεψε τὴν εἴσπραξιν, ὥστε ἐνδείᾳ χρημάτων καὶ ἀπηνείᾳ τῶν εἰσπρακτόρων βιαζομένους ὑπεριδεῖν τὴν οἰκείαν θρησκείαν· τοῦτο γὰρ αὐτῷ ἐσπουδάζετο. μετὰ δὲ ταῦτα τοὺς ἱερέας καὶ λειτουργοὺς τοῦ θεοῦ ἀναιρεθῆναι ξίφει προσέταξε, τὰς δὲ ἐκκλησίας κατασκαφῆναι καὶ τὰ κειμήλια δημόσια γενέσθαι, τὸν δὲ Συμεώνην ἄγεσθαι, ὡς προδότην τῆς 2..3 Περσῶν βασιλείας καὶ θρησκείας γεγενημένον. οἱ μὲν οὖν μάγοι, συλλαμβανομένων αὐτοῖς τῶν ᾿Ιουδαίων, σπουδῇ τοὺς εὐκτηρίους οἴκους καθεῖλον. Συμεώνης δὲ συλληφθεὶς σιδηροδεσμώτης ὡς βασιλέα ἤχθη· ἔνθα δὴ γίνεται ἀνὴρ ἀγαθὸς καὶ ἀνδρεῖος. ἐπεὶ γὰρ βασανίσων αὐτὸν εἰσάγεσθαι προσέταξεν 2..4 ὁ Σαβώρης, οὔτε ἔδεισεν οὔτε προσεκύνησεν. ἐφ' ᾧ σφόδρα χαλεπήνας ὁ βασιλεὺς ἐπύθετο· «τί δή ποτε νῦν οὐ προσεκύνησας, πρότερον τοῦτο ποιῶν;» «ὅτι πρότερον», ἔφη ὁ Συμεώνης, «οὐ δεσμώτης ἠγόμην ἐπὶ προδοσίᾳ τοῦ ἀληθοῦς θεοῦ, καὶ μηδὲν διαφερόμενος τὰ νενομισμένα περὶ τὴν βασιλείαν ἐπλήρουν· νῦν δέ μοι οὐ θέμις τοῦτο ποιεῖν· ἥκω γὰρ ἀγωνιούμενος ὑπὲρ 2..5 τῆς εὐσεβείας καὶ τοῦ ἡμετέρου δόγματος.» τοιαῦτα εἰπόντα παρεκελεύσατο ὁ βασιλεὺς προσκυνῆσαι τὸν ἥλιον, καὶ πειθομένῳ μὲν πολλὰ δῶρα δώσειν ὑπισχνεῖτο καὶ ἐν τιμῇ ἕξειν, ἀπειθοῦντα δὲ ἀπολέσειν ἠπείλησεν αὐτόν τε καὶ πᾶν τὸ Χριστιανῶν φῦλον. ἐπεὶ δὲ οὔτε ταῖς ἀπειλαῖς κατεκτύπει τὸν Συμεώνην οὔτε ταῖς ἐπαγγελίαις ἐμάλασσεν, ἀλλ' ἀνδρείως ἔμενεν ἰσχυριζόμενος μήποτε προσκυνήσειν τὸν ἥλιον μηδὲ προδότης φανήσεσθαι τῆς αὐτοῦ θρησκείας, προσέταξεν αὐτὸν τέως ἐν 2..6 δεσμοῖς εἶναι, λογισάμενος ὡς εἰκὸς αὐτὸν μεταμεληθήσεσθαι. ἀπαγόμενον δὲ εἰς τὸ δεσμωτήριον ἰδὼν Οὐσθαζάδης πρεσβύτης τις εὐνοῦχος, τροφεὺς Σαβώρου καὶ μείζων τῆς βασιλέως οἰκίας, προσεκύνησεν αὐτὸν ἀναστάς· ἔτυχε γὰρ πρὸ τῶν βασιλείων θυρῶν καθήμενος. ὁ δὲ Συμεώνης ὑβριστικῶς ἐπετίμησεν αὐτῷ καὶ θυμωθεὶς ἀνεβόησε καὶ ἀποστραφεὶς παρήμειψε· Χριστιανὸς γὰρ ὢν οὐ πρὸ πολλοῦ ἐβιάσθη 2..7 προσκυνῆσαι τὸν ἥλιον. αὐτίκα δὲ δακρύσας μετ' οἰμωγῆς ὁ εὐνοῦχος, ἣν μὲν ἠμφίεστο λαμπρὰν ἐσθῆτα ἀπέθετο, οἷα δὲ πενθῶν μέλαιναν περιβαλλόμενος πρὸ τῆς βασιλέως οἰκίας ἐκαθέζετο κλαίων καὶ στένων «οἴμοι ἐγώ», λέγων, «οἷον χρὴ προσδοκᾶν εἶναι περὶ ἐμὲ ὃν ἠρνησάμην θεόν; ὅπου γε τούτου χάριν ἐντεῦθεν ἤδη πάλαι μοι συνήθης γεγονὼς Συμεώνης, οὐδὲ λόγου μεταδούς, ὧδέ με ἀπεστράφη καὶ παρέδραμεν.» ἐπεὶ δὲ ἔγνω ταῦτα Σαβώρης, μετακαλεσάμενος αὐτὸν ἐπυνθάνετο τὴν αἰτίαν τοῦ πένθους, καὶ 2..8 εἰ συμφορᾷ τινι περὶ τὸν οἶκον ἐχρήσατο. ὑπολαβὼν δὲ Οὐσθαζάδης εἶπεν· «ὦ βασιλεῦ, οὐδὲν περὶ τὸν ἐνθάδε οἶκον ἠτύχησα· εἴθε γὰρ ἀντὶ τοῦ συμβεβηκότος μοι παντοδαπαῖς ἀλλοίαις περιπέπτωκα συμφοραῖς, καὶ ῥᾷον ἦν. πενθῶ δὲ νῦν ὅτι ζῶ καὶ πάλαι τεθνάναι ὀφείλων ὀρῶ τὸν ἥλιον, ὃν σοὶ χαριζόμενος, οὐκ ἀπὸ γνώμης, προσεκύνησα τῷ δοκεῖν, ὥστε κατ' ἀμφότερον δίκαιον εἶναί με ἀποθανεῖν, προδότην Χριστοῦ γεγενημένον καὶ περὶ σὲ ἀπατεῶνα.» καὶ ὁ μὲν τοιάδε εἰπὼν ὤμοσεν οὐρανοῦ καὶ γῆς δημιουργὸν 2.. μὴ μεταθήσεσθαι λοιπὸν τῆς γνώμης. Σαβώρης δὲ πρὸς τὸ παράδοξον τῆς μεταβολῆς τοῦ εὐνούχου