1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

146

βαρβάρους ἔπεισεν ὧδε φρο6.37.8 νεῖν. οὐ τοῦτο δὲ μόνον αἴτιον οἶμαι γέγονεν εἰσέτι νῦν τὸ πᾶν φῦλον προστεθῆναι τοῖς τὰ ᾿Αρείου φρονοῦσιν, ἀλλὰ καὶ Οὐλφίλας ὁ παρ' αὐτοῖς τότε ἱερωμένος· τὰ μὲν γὰρ πρῶτα οὐδὲν διεφέρετο πρὸς τὴν καθόλου ἐκκλησίαν, ἐπὶ δὲ τῆς Κωνσταντίου βασιλείας ἀπερισκέπτως οἶμαι μετασχὼν τοῖς ἀμφὶ Εὐδόξιον καὶ ᾿Ακάκιον τῆς ἐν Κωνσταντινουπόλει συνόδου διέμεινε κοι-6.37. νωνῶν τοῖς ἱερεῦσι τῶν ἐν Νικαίᾳ συνελθόντων· ὡς δὲ εἰς Κωνσταντινούπολιν ἀφίκετο, λέγεται διαλεχθέντων αὐτῷ περὶ τοῦ δόγματος τῶν προεστώτων τῆς ᾿Αρειανῆς αἱρέσεως καὶ τὴν πρεσβείαν αὐτῷ συμπράξειν πρὸς βασιλέα ὑποσχομένων, εἰ ὁμοίως αὐτοῖς δοξάζοι, βιασθεὶς ὑπὸ τῆς χρείας ἢ καὶ ἀληθῶς νομίσας ἄμεινον οὕτω περὶ θεοῦ φρονεῖν, τοῖς ᾿Αρείου κοινωνῆσαι καὶ αὐτὸν καὶ τὸ πᾶν φῦλον ἀποτεμεῖν τῆς καθόλου ἐκκλη6.37.10 σίας. ὑπὸ διδασκάλῳ γὰρ αὐτῷ παιδευθέντες οἱ Γότθοι τὰ πρὸς εὐσέβειαν καὶ δι' αὐτοῦ μετασχόντες πολιτείας ἡμερωτέρας πάντα ῥᾳδίως αὐτῷ ἐπείθοντο, πεπεισμένοι μηδὲν εἶναι φαῦλον τῶν παρ' αὐτοῦ λεγομένων ἢ 6.37.11 πραττομένων, ἅπαντα δὲ συντελεῖν εἰς χρήσιμον τοῖς ζηλοῦσιν. οὐ μὴν ἀλλὰ καὶ πλείστην δέδωκε πεῖραν τῆς αὐτοῦ ἀρετῆς μυρίους μὲν ὑπομείνας κινδύνους ὑπὲρ τοῦ δόγματος ἔτι τῶν εἰρημένων βαρβάρων ῾Ελληνικῶς θρησκευόντων· πρῶτος δὲ γραμμάτων αὐτοῖς εὑρετὴς ἐγένετο καὶ εἰς τὴν οἰκείαν φωνὴν μετέφρασε τὰς ἱερὰς βίβλους. καθότι μὲν οὖν ὡς ἐπίπαν οἱ 6.37.12 παρὰ τὸν ῎Ιστρον βάρβαροι τὰ ᾿Αρείου φρονοῦσι, πρόφασις ἥδε. κατ' ἐκεῖνο δὲ καιροῦ πλῆθος τῶν ὑπὸ Φριτιγέρνην διὰ Χριστὸν μαρτυροῦντες ἀνῃρέθησαν. ὁ γὰρ ᾿Αθανάριχος καὶ τοὺς ὑπ' αὐτῷ τεταγμένους Οὐλφίλα πείθοντος χριστιανίζειν ἀγανακτῶν, ὡς τῆς πατρῴας θρησκείας καινοτομουμένης, πολλοὺς πολλαῖς τιμωρίαις ὑπέβαλε, καὶ τοὺς μὲν εἰς εὐθύνας ἀγαγὼν παρρησιασαμένους ἀνδρείως ὑπὲρ τοῦ δόγματος, τοὺς δὲ μηδὲ 6.37.13 λόγου μεταδοὺς ἀνεῖλε. λέγεται γὰρ ὥς τι ξόανον ἐφ' ἁρμαμάξης ἑστώς, οἵ γε τοῦτο ποιεῖν ὑπὸ ᾿Αθαναρίχου προσετάχθησαν, καθ' ἑκάστην σκηνὴν περιάγοντες τῶν χριστιανίζειν καταγγελλομένων ἐκέλευον τούτῳ προσκυνεῖν καὶ θύειν· τῶν δὲ παραιτουμένων σὺν αὐτοῖς ἀνθρώποις τὰς σκηνὰς 6.37.14 ἐνεπίμπρων. περιπαθέστερον δὲ τούτων τότε καὶ ἕτερον συμβῆναι πάθος ἐπυθόμην. ἀπειρηκότες γὰρ πολλοὶ τῇ βίᾳ τῶν θύειν ἀναγκαζόντων ἄνδρες τε καὶ γυναῖκες, ὧν αἱ μὲν παιδάρια ἐπήγοντο, αἱ δὲ ἀρτίτοκα βρέφη ὑπὸ τοὺς μαζοὺς ἔτρεφον, ἐπὶ τὴν σκηνὴν τῆς ἐνθάδε ἐκκλησίας κατέφυγον· προσαψάντων δὲ πῦρ τῶν ῾Ελληνιστῶν ἅπαντες διεφθάρησαν. 6.37.15 Οὐκ εἰς μακρὰν δὲ οἱ Γότθοι πρὸς ἀλλήλους ὡμονόησαν· καὶ εἰς ἀπόνοιαν ἐπαρθέντες τοὺς Θρᾷκας ἐκακούργουν καὶ τὰς αὐτῶν πόλεις καὶ κώμας ἐδῄουν. πυθόμενος δὲ Οὐάλης τῇ πείρᾳ μεμάθηκεν ὅσον ἥμαρτεν. 6.37.16 οἰηθεὶς γὰρ αὐτῷ τε καὶ τοῖς ἀρχομένοις χρησίμους ἔσεσθαι τοὺς Γότθους, φοβεροὺς δὲ τοῖς ἐναντίοις, ὡς ἐν ὅπλοις ἀεὶ παρεσκευασμένους, τῶν ῾Ρωμαϊκῶν ταγμάτων ἠμέλει· καὶ ἀντὶ τῶν εἰωθότων εἰς στρατείαν ἐπιλέγεσθαι ἐκ τῶν ὑπὸ ῾Ρωμαίους πόλεων τε καὶ κωμῶν χρυσίον εἰσεπράτ6.37.17 τετο. σφαλεὶς δὲ τῆς ἐλπίδος καταλιπὼν τὴν ᾿Αντιόχειαν σπουδῇ εἰς τὴν Κωνσταντινούπολιν ἀφίκετο· ἡνίκα δὴ ὁ κατὰ τῶν ἑτέρως αὐτῷ χριστιανιζόντων διωγμὸς ἀνακωχὴν ἔσχεν, Εὐζωίου δὲ τελευτήσαντος προβληθεὶς εἰς τὴν αὐτοῦ διαδοχὴν ∆ωρόθεος τῶν τὰ ᾿Αρείου φρονούντων προΐστατο. 6.38.1 ῾Υπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον τελευτήσαντος τοῦ Σαρακηνῶν βασιλέως αἱ πρὸς τοὺς ῾Ρωμαίους σπονδαὶ ἐλύθησαν, Μαυία δὲ ἡ τούτου γαμετὴ τὴν ἡγεμονίαν τοῦ ἔθνους ἐπιτροπεύουσα ἐδῄου τὰς Φοινίκων καὶ Παλαιστίνων πόλεις μέχρι καὶ Αἰγυπτίων, ἐξ εὐωνύμων ἀνα6.38.2 πλέοντι τὸν Νεῖλον τὸ ᾿Αράβιον καλούμενον κλίμα οἰκούντων. ἦν δὲ οὐχ οἷος νομίζεσθαι ῥᾴδιος ὁ πόλεμος ὡς παρὰ γυναικὸς παρασκευαζόμενος, καρτερὰν δὲ καὶ δυσκαταγώνιστόν φασι γενέσθαι ῾Ρωμαίοις ταύτην τὴν μάχην, ὡς καὶ τὸν ἡγεμόνα τῶν ἐν Φοινίκῃ καὶ Παλαιστίνῃ