1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

69

τοὺς "7ὑπερασπίζοντας αὐτοῦ τοὺς λέγοντας «ἦν ποτε ὅτε οὐκ ἦν ὁ υἱὸς» καὶ ὅτι "7ἐκ τοῦ μὴ ὄντος Χριστός ἐστι, καὶ τοὺς ἀρνουμένους τὸν Χριστὸν θεὸν "7εἶναι καὶ υἱὸν θεοῦ πρὸ αἰώνων, καθὼς καὶ ἐν τῷ προτέρῳ λιβέλλῳ ἑαυτῶν "7ἐν τῇ Μεδιολάνων ἐπιδεδώκαμεν, καὶ νῦν καὶ ἀεὶ ἀναθεματίζομεν· ταῦτα "7δὲ τῇ χειρὶ ἑαυτῶν γράψαντες ὁμολογοῦμεν πάλιν ὅτι τὴν ᾿Αρειανικὴν "7αἵρεσιν, καθὰ προείπομεν, καὶ τοὺς ταύτης αὐθέντας κατεκρίναμεν εἰς τὸν 3.23.5 "7αἰῶνα. ἐγὼ Οὐρσάκιος τῇ ὁμολογίᾳ μου ταύτῃ παρὼν ὑπέγραψα. ὡσαύτως "7δὲ καὶ Οὐάλης.» 3.23.6 Καὶ ἃ μὲν πρὸς ᾿Ιούλιον ὡμολόγησαν, ταῦτά ἐστιν. ἃ δὲ καὶ πρὸς ᾿Αθα-νάσιον ἔγραψαν, ἀναγκαίως παραθήσομαι· ἔχει δὲ ὧδε· 3.24.1 «Κυρίῳ ἀδελφῷ ᾿Αθανασίῳ ἐπισκόπῳ Οὐρσάκιος καὶ Οὐάλης ἐπίσκοποι. "7᾿Αφορμὴν εὑρόντες διὰ τοῦ ἀδελφοῦ καὶ συμπρεσβυτέρου ἡμῶν Μου"7σαίου ἐρχομένου πρὸς τὴν σὴν ἀγάπην, ἀδελφὲ ἀγαπητέ, διὰ τούτου σε καὶ "7πάνυ προσαγορεύομεν ἀπὸ τῆς ᾿Ακυλίας καὶ εὐχόμεθά σε ὑγιαίνοντα τὰ 3.24.2 "7γράμματα τὰ ἡμέτερα ἀναγνῶναι. δώσεις γὰρ ἡμῖν θαρρεῖν, ἐὰν καὶ "7σὺ ἐν τῷ γράφειν ἀποδῷς ἡμῖν τὴν ἀμοιβήν. γίνωσκε γὰρ ἡμᾶς εἰρήνην "7ἔχειν μετὰ σοῦ καὶ κοινωνίαν ἐκκλησιαστικήν. καὶ τούτων γνώρισμα ἡ διὰ "7τούτων τῶν γραμμάτων προσηγορία.» 3.24.3 ᾿Αθανάσιος μὲν οὖν οὕτως ἐκ τῆς πρὸς δύσιν ἀρχομένης ἐπανῆλθεν εἰς Αἴγυπτον. καὶ Παῦλος δὲ καὶ Μάρκελλος, ᾿Ασκληπᾶς τε καὶ Λούκιος τοὺς ἰδίους ἀπέλαβον θρόνους· καὶ γὰρ δὴ τούτοις γράμματα βασιλέως ἐπέτρεπε 3.24.4 τὴν ἐπάνοδον. καὶ ἐν μὲν τῇ Κωνσταντινουπόλει Παύλου εἰσελθόντος ὑπεχώρησε Μακεδόνιος καὶ καθ' ἑαυτὸν ἐκκλησίαζεν. ἐν ᾿Αγκύρᾳ δὲ μέγιστος συνέβη θόρυβος ἀφαιρουμένου Βασιλείου τῆς ἐνθάδε ἐκκλησίας, ἡνίκα Μάρκελλος εἰσῄει. τοῖς δὲ ἄλλοις οὐ χαλεπὴ ἡ εἴσοδος ἐγένετο.

4.τ.1 ΤΟΥ ΑΥΤΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ 4.1.1 Καὶ τὰ μὲν ὧδε συνέβη. τετάρτῳ δὲ ἔτει τῆς ἐν Σαρδοῖ συνόδου

κτίννυται Κώνστας περὶ τοὺς πρὸς δύσιν Γαλάτας. Μαγνέντιος δέ, ὃς αὐτῷ τὸν φόνον ἐπεβούλευσε, πᾶσαν τὴν ὑπὸ Κώνσταντος ἀρχομένην ὑφ' ἑαυτὸν ἐποίησε. Βρετανίων δέ τις ὑπὸ τῶν ᾿Ιλλυριῶν στρατιωτῶν ἐν τῷ Σιρμίῳ βασιλεὺς ἀνη-4.1.2 γορεύθη. πλεῖστον δὲ τούτων τῶν κακῶν μέρος καὶ ἡ πρεσβυτέρα ῾Ρώμη μετεῖχε, Νεποτιανοῦ, ὃς ἀδελφιδοῦς ἦν [καὶ] Κωνσταντίνου τοῦ βασιλεύσαντος, τοὺς μονομάχους περὶ ἑαυτὸν ποιησαμένου καὶ τῆς βασιλείας ἀμφισβητοῦντος. ἀλλ' ὁ μὲν ὑπὸ τῶν Μαγνεντίου στρατηγῶν ἀνῃρέθη, Κωνστάντιος δέ, ὡς εἰς μόνον αὐτὸν τῆς πάσης ἀρχῆς περιελθούσης, αὐτοκράτωρ ἀναγο4.1.3 ρευθεὶς τοὺς τυράννους καθελεῖν ἐσπούδαζεν. ἐν τούτῳ δὲ ᾿Αθανάσιος παρεγένετο εἰς ᾿Αλεξάνδρειαν καὶ σύνοδον γενέσθαι παρεσκεύασε τῶν ἐξ Αἰγύπτου ἐπισκόπων καὶ ἐπιψηφίσασθαι τοῖς ἐν Σαρδοῖ καὶ Παλαιστίνῃ περὶ αὐτοῦ δεδογμένοις. 4.2.1 ῾Ο δὲ βασιλεὺς ταῖς διαβολαῖς πεισθεὶς τῶν ἀπὸ τῆς ἐναντίας αἱρέσεως ἐπὶ τῆς αὐτῆς οὐκ ἔμεινε γνώμης, ἀλλ' ἀπελαύνεσθαι προσέταξε παρὰ τὰ πρότερον δεδογμένα τῇ ἐν Σαρδοῖ συνόδῳ <τοὺς> τῆς καθόδου τυχόντας· ἡνίκα δὴ Μαρκέλλου πάλιν ἐκβληθέντος τὴν ἐν ᾿Αγκύρᾳ ἐκκλησίαν κατέσχε 4.2.2 Βασίλειος, Λούκιος δὲ δεσμωτηρίῳ ἐμβληθεὶς ἀπώλετο. Παῦλος δὲ ἀιδίῳ φυγῇ καταδικασθεὶς εἰς Κουκουσὸν τῆς ᾿Αρμενίας ἀπηνέχθη· ἔνθα δὴ καὶ τετελεύτηκε, πότερον δὲ νόσῳ ἢ βίᾳ, ἐγὼ μὲν οὐκ ἀκριβῶ, φήμη δὲ εἰσέτι νῦν κρατεῖ βρόχῳ αὐτὸν ἀναιρεθῆναι παρὰ τῶν τὰ Μακεδονίου φρονούν4.2.3 των. ἐπεὶ δὲ εἰς τὴν ὑπερορίαν ἀπηνέχθη καὶ τὴν ἐκκλησίαν κατέσχε Μακεδόνιος, μοναστηρίοις πολλοῖς ἃ συνεστήσατο κατὰ τὴν Κωνσταντινούπολιν περιφράξας ἑαυτὸν καὶ ταῖς πρὸς τοὺς πέριξ ἐπισκόπους σπονδαῖς, λέγεται διαφόρως