1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

120

Λούκιον μὲν σὺν ἀπειλῇ ἡσυχίαν ἄγειν ἐπιτάττει, Προβάτιον δὲ καὶ τοὺς ἀμφ' αὐτὸν εὐνούχους ὡς αἰτίους τῶν τοιούτων θορύβων σωφρονισθῆναι προσέταξε, τὸν δὲ ᾿Αθανάσιον ἐκ τῆς τότε συνουσίας τὰ μάλιστα φίλον αὐτῷ γενόμενον ἀπέστειλεν εἰς Αἴγυπτον, ᾗ ἄριστα αὐτῷ δοκοίη τὰς ἐκκλησίας καὶ τοὺς λαοὺς ἄγειν κελεύσας. λέγεται γὰρ εἰσάγαν αὐτὸν ἧς εἶχεν ἀρετῆς ἐπαινέσαι, βίου τε ἕνεκεν καὶ φρονήσεως καὶ λόγων. 6.5.5 ῟Ωδε μὲν τῶν ἐν Νικαίᾳ συνεληλυθότων ἡ πίστις, τὸν ἐν μέσῳ χρόνον πολεμηθεῖσα, ὡς ἐν τοῖς πρόσθεν εἴρηται, αὖθις ἐπὶ τῆς παρούσης ἡγεμονίας ὑπερέσχεν. οὐκ εἰς μακρὰν δὲ τῆς ὁμοίας ἔμελλε πειρᾶσθαι ταραχῆς. ὡς ἔοικε γάρ, οὐκ ἐπὶ μόνοις τοῖς ἐπὶ Κωνσταντίου τῇ ἐκκλησίᾳ συμβᾶσι πέρας εἶχεν ἡ ᾿Αντωνίου τοῦ μοναχοῦ πρόρρησις, ἀλλ' ἐλείπετο ἔτι καὶ τὰ 6.5.6 μετὰ ταῦτα ἐπὶ Οὐάλεντος γενόμενα. λέγεται γάρ, πρὶν κρατῆσαι τῶν ἐκκλησιῶν τοὺς ἀπὸ τῆς ᾿Αρείου αἱρέσεως, ἐπὶ τῆς Κωνσταντίου βασιλείας ὄναρ ἰδεῖν ᾿Αντώνιον ἡμιόνους τὸ θυσιαστήριον λακτίζοντας καὶ τὴν ἱερὰν τράπεζαν ἀνατρέποντας, καὶ αὐτίκα προειπεῖν, ὡς ὑπὸ νόθων καὶ ἐπιμίκτων δογμάτων καταλήψεται τὴν ἐκκλησίαν ταραχὴ καὶ ἑτεροδόξων ἐπανάστασις. ἀλλὰ ταῦτα μὲν ἀψευδῶς τεθεᾶσθαί τε καὶ εἰρῆσθαι ἀπέδειξε τὰ πρὸ τοῦ καὶ μετὰ ταῦτα γεγενημένα. 6.6.1 ῾Ο δὲ ᾿Ιοβιανὸς ἀμφὶ ὀκτὼ μῆνας ἐν τῇ βασιλείᾳ διαγενόμενος, ἀπιὼν ἐπὶ τὴν Κωνσταντινούπολιν ἐξαπίνης ἐν ∆αδαστάνοις χωρίῳ τῆς Βιθυνίας καθ' ὁδὸν ἐτελεύτησεν, ἢ ἀφειδέστερον, ὥς τινες λέγουσι, δειπνήσας ἢ ὑπὸ τῆς ὀδμῆς τοῦ οἰκήματος, ἐν ᾧ ἐκάθευδεν, ἀσβέστῳ προσφάτως χρισθέντος· ἐπιγενέσθαι γὰρ ἰκμάδα καὶ νοτισθῆναι τοὺς τοίχους ἀμέτρως, πολλῶν ἀνθράκων αὐτόθι καιομένων ὡς ἐν ὥρᾳ χειμῶνος διὰ τὴν ἀλέαν. 6.6.2 ᾿Επεὶ δὲ εἰς Νίκαιαν τῆς Βιθυνίας ἀφίκετο ἡ στρατιά, ἀναγορεύουσι 6.6.3 βασιλέα Οὐαλεντινιανόν, ἄνδρα ἀγαθὸν καὶ τῆς ἡγεμονίας ἄξιον. ἔτυχε δὲ τότε παρὼν ἀπὸ τῆς ὑπερορίας φυγῆς. λέγεται γὰρ ὡς, ἡνίκα ᾿Ιουλιανὸς ἐκράτει ῾Ρωμαίων, συνταγματάρχην αὐτὸν ὄντα τοῦ καταλόγου τῶν καλουμένων ᾿Ιοβιανῶν, τῆς στρατείας ἀπεώσατο καὶ ἀιδίῳ φυγῇ ἐζημίωσε, πρόφασιν μὲν ὡς οὐ δεόντως ἔταξε τοὺς ὑπ' αὐτὸν στρατιώτας πρὸς τοὺς πολε6.6.4 μίους, τὸ δὲ ἀληθὲς ἐντεῦθεν· ἔτι διάγων ᾿Ιουλιανὸς ἐν τοῖς πρὸς δύσιν Γαλάταις ἧκεν εἴς τινα ναὸν θύσων· συνῆν δὲ αὐτῷ καὶ Οὐαλεντινιανός· ἔθος γὰρ παλαιὸν ῾Ρωμαίοις τὸν ἡγούμενον τῶν ᾿Ιοβιανῶν καὶ ῾Ερκουλιανῶν(τάγματα δὲ ταῦτα τῶν ἐν λόγῳ στρατιωτῶν, τὸ μὲν ἀφ' ῾Ηρακλέος, τὸ δὲ ἀπὸ ∆ιὸς λαχόντα τὴν προσηγορίαν) κατὰ νώτου ἐγγὺς ὡσανεὶ φύλακας 6.6.5 ἕπεσθαι τῷ βασιλεῖ. ἐπεὶ δὲ ἔμελλεν ὑπεραμείβειν τοῦ ναοῦ τὸν οὐδόν, θαλλούς τινας διαβρόχους κατέχων ὁ ἱερεὺς νόμῳ ῾Ελληνικῷ περιέρραινε τοὺς εἰσιόντας· ἐκπεσούσης δὲ σταγόνος ἐπὶ τὴν αὐτοῦ ἐσθῆτα χαλεπῶς ἤνεγκεν Οὐαλεντινιανός (ἦν γὰρ Χριστιανός) καὶ τῷ ῥαίνοντι ἐλοιδορήσατο· φασὶ δὲ καὶ τοῦ βασιλέως ὁρῶντος αὐτίκα περιτεμεῖν καὶ ἀπορρῖψαι σὺν 6.6.6 αὐτῇ τῇ ψεκάδι ὅσον ἐβράχη τῆς ἐσθῆτος. τὸ δὲ ἐξ ἐκείνου μηνιῶν ᾿Ιουλιανὸς οὐ πολλῷ ὕστερον κατεδίκασεν αὐτοῦ τὴν Μελιτινὴν τῆς ᾿Αρμε-νίας διηνεκῶς οἰκεῖν, αἰτίαν σκηψάμενος τὴν περὶ τοὺς ὑπ' αὐτὸν στρατιώτας ῥᾳστώνην· οὐ γὰρ ἐβούλετο δόξαι διὰ τὴν θρησκείαν κακῶς αὐτὸν ποιεῖν, ἵνα μὴ μάρτυρος ἢ ὁμολογητοῦ γερῶν ἀξιωθείη· καθότι ταύτης ἕνεκα τῆς αἰτίας καὶ τῶν ἄλλων ἐφείσατο Χριστιανῶν, ὁρῶν αὐτοὺς εὔκλειαν καὶ σύστασιν τοῦ δόγματος τοῖς κινδύνοις ποριζομένους, ὡς ἐν τοῖς πρόσθεν εἴρηται. 6.6.7 ᾿Επεὶ δὲ ᾿Ιοβιανὸς ἐπετράπη τὴν ῾Ρωμαίων ἡγεμονίαν, μετακληθεὶςἀπὸ τῆς φυγῆς εἰς Νίκαιαν, συμβὰν ἐκεῖνον τελευτῆσαι, βουλευσαμένων τοῦ τε στρατοπέδου καὶ τῶν τὰς μεγάλας ἀρχὰς ἐχόντων, ψήφῳ πάντων αἱρεῖται 6.6.8 βασιλεύειν. ὡς δὲ τὰ σύμβολα τῆς ἀρχῆς ἐδέξατο, κεκραγότων τῶν στρατιωτῶν κοινωνὸν αὐτῷ τῆς βασιλείας ἕτερον ποιήσασθαι «τὸ μὲν ἑλέσθαι με», ἔφη, «ἄρχειν ὑμῶν, ὦ ἄνδρες στρατιῶται, ἐν ὑμῖν