4
αὐτοῦ ὠνομασμένον μὴ ἐπιλεῖψαι φῦλον. καί μοι δοκεῖ ταῦτα ἱστορῶν μονονουχὶ βοᾶν ἀναλόγως τοῖς ἔργοις θεὸν εἶναι τὸν Χριστόν· ὑπὸ δὲ τοῦ παραδόξου πράγματος καταπλαγεὶς ὡδίπως μέσος παρέδραμε, μηδὲν τοῖς εἰς αὐτὸν πιστεύσασιν ἐπισκήψας, μᾶλλον δὲ καὶ συνθέμενος. ταῦτά μοι λογιζομένῳ θαυμαστὸν εἰκότως κατεφαίνετο μὴ τοὺς ῾Εβραίους 1.1.7 φθάσαι καὶ πρὸ τῶν ἄλλων ἀνθρώπων εἰς Χριστιανισμὸν μεταβαλεῖν. εἰ γὰρ καὶ Σίβυλλα καὶ χρησμοί τινες τῶν ἐπὶ τῷ Χριστῷ συμβεβηκότων τὸ μέλλον προεμήνυσαν, οὐ παρὰ τοῦτο δήπου πᾶσιν ῞Ελλησιν δυσπιστίαν ἐγκαλεῖν ἔστιν. ὀλίγοι γάρ, οἳ παιδείᾳ διαφέρειν ἐδόκουν, τὰς τοιαύτας ᾔδεσαν προφητείας, ἐμμέτρους τε ὡς ἐπὶ τὸ πολὺ οὔσας καὶ σεμνοτέραις <ἢ> πρὸς 1.1.8 δῆμον λέξεσι πεφρασμένας. ἦν δὲ ἄρα, ὡς ἐμοὶ δοκεῖ, τῆς ἄνωθεν προμηθείας ἐπὶ συμφωνίᾳ τῶν ἐσομένων μὴ μόνον ἰδίοις προφήταις ἐνηχῆσαι τὸ μέλλον, ἀλλὰ καὶ ὀθνείοις ἐκ μέρους, ὥσπερ εἴ τις μελοποιὸς διὰ χρείαν παραξένου μέλους τὰς περιττὰς τῶν χορδῶν ἐπιδράμοι τῷ πλήκτρῳ ἢ ταῖς οὔσαις ἑτέρας προσθείη. ῾Ως μὲν οὖν ῾Εβραῖοι πλείοσι καὶ σαφεστέραις προφητείαις χρησάμενοι περὶ τῆς παρουσίας Χριστοῦ κατόπιν ῾Ελλήνων ἐγένοντο περὶ τὴν εἰς αὐτὸν 1.1. πίστιν, ἀπόχρη τοσοῦτον εἰπεῖν. οὐ μὴν οὐδ' οὕτω παράλογον δόξειε διὰ τῶν ἄλλων ἐθνῶν εἰς τὰ μάλιστα τὴν ἐκκλησίαν ἐπιδοῦναι, πρῶτον μὲν καθότι φιλεῖ ὁ θεὸς τὰς ἐκ παραδόξου μεταβάσεις βραβεύειν ἐπὶ τοῖς θείοις καὶ μεγίστοις πράγμασιν· ἔπειτα δὲ οὐ ταῖς τυχούσαις ἀρεταῖς τῶν ἐξ ἀρχῆς 1.1.10 προστάντων αὐτῆς οἰκονομηθεῖσαν ἔστιν εὑρεῖν τὴν θρησκείαν. εἰ γὰρ καὶ γλῶσσαν πρὸς φράσιν ἢ κάλλος λέξεως ἠκονημένην οὐκ εἶχον οὐδὲ λέξεσιν ἢ γραμμικαῖς ἀποδείξεσι τοὺς ἐντυγχάνοντας ἔπειθον, οὐ παρὰ τοῦτο χεῖρον αὐτοῖς ἐπράχθη τὸ σπουδαζόμενον· ἀλλ' ἀποδυόμενοι τὰς οὐσίας καὶ τῶν οἰκείων ἀμελοῦντες, ἀνασκολοπιζόμενοί τε καὶ ὡς ἐν ἀλλοτρίοις σώμασι τὰς πολλὰς καὶ χαλεπὰς βασάνους δεχόμενοι καὶ μήτε τῶν κατὰ πόλιν δήμων καὶ ἀρχόντων ταῖς κολακείαις ὑπαγόμενοι μήτε ταῖς ἀπειλαῖς ἐκπληττόμενοι δῆλον πᾶσιν ἐποίησαν ὡς ὑπὲρ μεγίστων ἄθλων τὸν ἀγῶνα τοῦτον ὑπομένουσιν· ὥστε οὐδὲ πειθοῦς ἔδει λόγων, ἀκονιτὶ τῶν πραγμάτων κατ' οἴκους καὶ πόλεις πιστεύειν βιαζομένων ἃ μὴ πρότερον ἀκηκόασι. 1.1.11 Τοσαύτης οὖν θείας καὶ παραδόξου μεταβολῆς τῇ οἰκουμένῃ συμβάσης, ὡς καὶ τῆς προτέρας θρησκείας καὶ τῶν πατρίων νόμων ἀμελῆσαι, ἦ δεινὸν ἂν εἴη τὸν μὲν ἐν Καλυδῶνι κάπρον καὶ τὸν ἐν Μαραθῶνι ταῦρον καὶ ἄλλα τοιαῦτα κατὰ χώρας ἢ πόλεις γενόμενα ἢ μυθευόμενα τοσαύτης ἀξιωθῆναι σπουδῆς, ὡς πολλοὺς τῶν παρ' ῞Ελλησιν εὐδοκιμωτάτων συγγραφέων περὶ ταῦτα πονῆσαι, φύσεως εὖ ἔχοντας γράφειν, ἐμὲ δὲ μὴ τὴν φύσιν βιάσασθαι 1.1.12 καὶ ἐκκλησιαστικὴν ἱστορίαν συγγράψαι. πέπεισμαι γάρ, ὡς ὑποθέσεως οὐκ ἐξ ἀνθρώπων δημιουργηθείσης παραδόξως ἀναφανῆναί με συγγραφέα οὐκ ἄπορον τῷ θεῷ. ὡρμήθην δὲ τὰ μὲν πρῶτα ἀπ' ἀρχῆς ταύτην συγγράψαι τὴν πραγματείαν. λογισάμενος δὲ ὡς καὶ ἄλλοι ταύτης ἐπειράθησαν μέχρι τῶν κατ' αὐτοὺς χρόνων, Κλήμης τε καὶ ῾Ηγήσιππος, ἄνδρες σοφώτατοι, τῇ τῶν ἀποστόλων διαδοχῇ παρακολουθήσαντες, καὶ ᾿Αφρικανὸς ὁ συγγραφεὺς καὶ Εὐσέβιος ὁ ἐπίκλην Παμφίλου, ἀνὴρ τῶν θείων γραφῶν καὶ τῶν παρ' ῞Ελλησι ποιητῶν καὶ συγγραφέων πολυμαθέστατος ἵστωρ, ὅσα μὲν τῶν εἰς ἡμᾶς ἐλθόντων ταῖς ἐκκλησίαις συνέβη μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον τοῦ Χριστοῦ μέχρι τῆς Λικινίου καθαιρέσεως, ἐπιτεμόμενος ἐπραγμα1.1.13 τευσάμην ἐν βιβλίοις δύο, νῦν δέ, σὺν θεῷ φάναι, τὰ μετὰ ταῦτα διεξελθεῖν 1.1.13 πειράσομαι. μεμνήσομαι δὲ πραγμάτων οἷς παρέτυχον καὶ παρὰ τῶν εἰδότων ἢ θεασαμένων ἀκήκοα, κατὰ τὴν ἡμετέραν καὶ πρὸ ἡμῶν γενεάν. τῶν δὲ περαιτέρω τὴν κατάληψιν ἐθήρασα ἀπὸ τῶν τεθέντων νόμων διὰ τὴν θρησκείαν καὶ τῶν κατὰ καιροὺς συνόδων καὶ νεωτερισμῶν καὶ βασιλικῶν καὶ ἱερατικῶν ἐπιστολῶν, ὧν αἱ μὲν εἰσέτι νῦν ἐν τοῖς