5
βασιλείοις καὶ ταῖς 1.1.14 ἐκκλησίαις σῴζονται, αἱ δὲ σποράδην παρὰ τοῖς φιλολόγοις φέρονται. τούτων δὲ τὰ ῥητὰ περιλαβεῖν τῇ γραφῇ πολλάκις ἐννοηθεὶς ἄμεινον ἐδοκίμασα διὰ τὸν ὄγκον τῆς πραγματείας τὴν ἐν αὐτοῖς διάνοιαν συντόμως ἀπαγγεῖλαι, πλὴν εἰ μή τι τῶν ἀμφιλόγων εὑρήσομεν, ἐφ' ὧν διάφορός ἐστι τοῖς πολλοῖς δόξα· τηνικαῦτα γὰρ εἰ εὐπορήσω τινὸς γραφῆς, παραθήσομαι ταύτην εἰς ἀπόδειξιν τῆς ἀληθείας. 1.1.15 ῞Ινα δὲ μή τις ἀγνοίᾳ τῶν ὄντων καταψηφίσηται ψεῦδος τῆς πραγματείας, ἐναντίαις ἴσως ἐντυχὼν γραφαῖς, ἰστέον, ὡς προφάσει τῶν ᾿Αρείου δογμάτων καὶ τῶν ὕστερον ἀναφυέντων διαφερόμενοι πρὸς ἀλλήλους οἱ τῶν ἐκκλησιῶν ἄρχοντες ἕκαστοι περὶ ὧν ἐσπούδαζον πρὸς τοὺς ὁμοδόξους ἔγραφον, καὶ καθ' ἑαυτοὺς συνιστάμενοι κατὰ συνόδους ἐψηφίζοντο ἅπερ ἠβούλοντο, καὶ τῶν τἀναντία δοξαζόντων πολλάκις ἐρήμην κατεδίκαζον, καὶ τοὺς κατὰ καιρὸν βασιλέας καὶ τοὺς ἀμφ' αὐτοὺς δυναμένους περιέποντες ὡς εἶχον δυνάμεως ἔπειθον καὶ ὁμόφρονας αὐτοῖς κατεσκεύαζον, εἰς ἀπόδειξίν τε τοῦ δόξαι σέβειν ὀρθῶς οἱ μὲν τοῖς, οἱ δὲ ἐκείνοις προστιθέμενοι συναγωγὴν ἐποιήσαντο τῶν ὑπὲρ τῆς οἰκείας αἱρέσεως φερομένων ἐπιστο1.1.16 λῶν καὶ τὰς ἐναντίας παρέλιπον. ὃ δὴ σκολιὰν ἡμῖν λίαν κατεσκεύασε τὴν εὕρεσιν τῶν περὶ ταῦτα συμβάντων. ἐπεὶ δὲ μάλιστα τῆς ἀληθείας ἐπιμελεῖσθαι χρεὼν διὰ τὸ τῆς ἱστορίας ἀκίβδηλον, ἀναγκαῖον ἐφάνη μοι, ὡς οἷόν τε ἦν, πολυπραγμονῆσαι καὶ τὰς τοιαύτας γραφάς. Εἰ τοίνυν καὶ στάσεις ἐκκλησιαστικῶν πρὸς ἑαυτοὺς περὶ προεδρίας ἢ προτιμήσεως τῆς οἰκείας αἱρέσεως διεξέλθω, μή τῳ φορτικὸν ἢ ἐθελο1.1.17 κάκου προαιρέσεως εἶναι δόξῃ τοιαῦτά με ἱστορεῖν. πρῶτον μὲν γάρ, ὡς εἴρηται, πάντα δεύτερα ποιεῖσθαι τῆς ἀληθείας τὸν συγγραφέα προσῆκεν· ἔπειτα δὲ τὸ δόγμα τῆς καθόλου ἐκκλησίας γνησιώτατον ὅτι μάλιστα φανεῖται πολλάκις μὲν ταῖς ἐπιβουλαῖς τῶν ἐναντία δοξαζόντων δοκιμασθέν, οἷα δὲ θειόθεν τὸ κρατεῖν λαχὸν αὖθις εἰς τὴν οἰκείαν ἐπανελθὸν δύναμιν καὶ πάσας τὰς ἐκκλησίας καὶ τὰ πλήθη πρὸς τὴν οἰκείαν ἀλήθειαν ἐπισπασάμενον. 1.1.18 Βουλευομένῳ δέ μοι, εἰ ὧν ἔγνων μόνα προσῆκεν ἀναγράψαι τὰ γενόμενα περὶ τὴν ἐκκλησίαν ἀνὰ τὴν ῾Ρωμαίων ἀρχήν, ἔδοξεν εὖ ἔχειν, ἐφ' ὅσον ἐφικέσθαι δυνήσομαι, καὶ τὰ παρὰ Πέρσαις καὶ βαρβάροις συμβάντα ἐπὶ τῇ θρησκείᾳ ἱστορῆσαι, οὐκ ἀνοίκειον δὲ εἶναι τῆς ἐκκλησιαστικῆς ἱστορίας ἐν τῇδε τῇ πραγματείᾳ διεξελθεῖν καὶ τίνες ποτὲ ἦσαν οἱ ὥσπερ πατέρες καὶ εἰσηγηταὶ γενόμενοι τῶν καλουμένων μοναχῶν καὶ οἱ μετ' αὐτοὺς κατὰ δια1.1.1 δοχὰς ὧν ἴσμεν ἢ ἀκηκόαμεν εὐδοκιμήσαντες. οὔτε γὰρ ἀχάριστοι δόξομεν εἶναι πρὸς αὐτοὺς ἀμνηστίᾳ παραδεδωκότες τὴν αὐτῶν ἀρετήν, οὔτε ἀπείρως ἔχειν τῆς κατὰ τοῦτο ἱστορίας, μετὰ τοῦ καὶ τοῖς προῃρημένοις ὧδε φιλοσοφεῖν ὑπόδειγμα καταλιπεῖν ἀγωγῆς, ᾗ χρώμενοι μακαριωτάτου καὶ εὐδαί1.1. μονος μεθέξουσι τέλους. ἀλλὰ ταῦτα μὲν προϊὼν ὁ λόγος ὡς οἷόν τε παραφυλάξει. τρέπομαι δὲ ἤδη ἐπὶ τὴν ἀφήγησιν τῶν πραγμάτων, συνεργὸν καὶ ἵλεων τὸν θεὸν ἐπικαλεσάμενος. ἕξει δὲ τὴν ἀρχὴν ἡ παροῦσα γραφὴ ἐνθένδε. 1.2.1 Κρίσπου καὶ Κωνσταντίνου τῶν Καισάρων ὑπατευόντων ἡγεῖτο μὲν τῆς ῾Ρωμαίων ἐκκλησίας Σίλβεστρος, τῆς δὲ ᾿Αλεξανδρέων ᾿Αλέξανδρος καὶ Μακάριος τῆς ῾Ιεροσολύμων. τῆς δὲ ᾿Αντιοχέων τῶν πρὸς τῷ ᾿Ορόντῃ μετα῾Ρωμανὸν οὔπω τις ἐπετέτραπτο, τῶν διωγμῶν, ὡς εἰκός, μὴ συγχωρούν1.2.2 των γενέσθαι τὴν χειροτονίαν. οὐκ εἰς μακρὰν δὲ οἱ εἰς Νίκαιαν συνεληλυθότες, θαυμάσαντες τοῦ βίου καὶ τῶν λόγων Εὐστάθιον, ἄξιον ἐδοκίμασαν τοῦ ἀποστολικοῦ θρόνου ἡγεῖσθαι, καὶ ἐπίσκοπον ὄντα τῆς γείτονος Βεροίας εἰς ᾿Αντιόχειαν μετέστησαν. τῶν δὲ Χριστιανῶν οἱ μὲν πρὸς ἕω μέχρι τῶν ὁμόρων Αἰγυπτίοις Λιβύων οὐκ ἐθάρρουν τότε εἰς τὸ φανερὸν ἐκκλησιάζειν μεταβαλομένου Λικινίου τῆς πρὸς αὐτοὺς εὐνοίας· οἱ δὲ ἀνὰ τὴν δύσιν ῞Ελληνές τε καὶ Μακεδόνες καὶ ᾿Ιλλυριοὶ ἀδεῶς ἐθρήσκευον διὰ Κωνσταντῖνον, ὃς ἡγεῖτο τῶν τῇδε ῾Ρωμαίων.