1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

11

νόμους ψηφισάμενος πάντας τοὺς ἐν ταῖς ἐκκλησίαις ἐλευθερουμένους 1..7 ὑπὸ μάρτυσι τοῖς ἱερεῦσι πολιτείας ῾Ρωμαϊκῆς ἀξιοῦσθαι. ταύτης τῆς εὐσεβοῦς ἐφευρέσεως εἰσέτι νῦν ὁ χρόνος φέρει τὸν ἔλεγχον, ἔθους κρατοῦντος τοὺς περὶ τούτου νόμους προγράφεσθαι ἐν τοῖς γραμματείοις τῶν ἐλευθεριῶν. ὁ μὲν δὴ Κωνσταντῖνος τοιαῦτα ἐνομοθέτει καὶ διὰ πάντων ἐσπούδαζε τὴν θρησκείαν γεραίρειν· ἦν δὲ καὶ καθ' ἑαυτὴν εὐκλεὴς διὰ τὴν ἀρετὴν τῶν· τότε μετιόντων αὐτήν. 1.10.1 ῎Αλλοι τε γὰρ πολλοὶ καὶ ἀγαθοὶ Χριστιανῶν ἦσαν τότε, ἔναγχός τε τῶν διωγμῶν πεπαυμένων εἰσέτι πλεῖστοι τῶν ὁμολογητῶν τῷ βίῳ περιόντες τὰς ἐκκλησίας ἐσέμνυνον, ὡς ὁ ῞Οσιος ὁ Κουρδούβης ἐπίσκοπος καὶ ᾿Αμφίων ὁ ᾿Επιφανείας τῆς Κιλίκων καὶ Μάξιμος ὁ μετὰ Μακάριον τὴν ῾Ιεροσολύμων ἐκκλησίαν ἐπιτραπεὶς καὶ Παφνούτιος ὁ ἐξ Αἰγύπτου, δι' οὗ φασι πλεῖστα θαυματουργῆσαι τὸ θεῖον, δαιμόνων τε κρατεῖν καὶ ποικίλων παθημάτων 1.10.2 ἰάσεις αὐτῷ χαρισάμενον. ἐγένοντο δὲ Παφνούτιος οὗτος καὶ Μάξιμος ὁ δηλωθεὶς ἐξ ἐκείνων τῶν ὁμολογητῶν, οὓς Μαξιμῖνος ἐν τοῖς μετάλλοις ἐργάζεσθαι κατεδίκασε, τοὺς δεξιοὺς αὐτῶν ἐκκόψας ὀφθαλμοὺς καὶ τὰς ἀριστερὰς ἀγκύλας ἀποτεμών. 1.11.1 Κατὰ τούτους δὲ γενέσθαι παρειλήφαμεν καὶ Σπυρίδωνα τὸν Τριμυθοῦντος τῆς Κύπρου ἐπίσκοπον, οὗ τὴν ἀρετὴν ἐπιδεῖξαι τὴν ἔτι κρατοῦσαν περὶ αὐτοῦ φήμην ἀρκεῖν ἡγοῦμαι. τῶν δὲ δι' αὐτοῦ σὺν θείᾳ ῥοπῇ γενομένων τὰ μὲν πλείω, ὥς γε εἰκός, οἱ ἐπιχώριοι ἴσασιν, ἐγὼ δὲ τὰ εἰς ἡμᾶς ἐλθόντα οὐκ ἀποκρύψομαι. ἐγένετο γὰρ οὗτος ἄγροικος, γαμετὴν καὶ παῖδας ἔχων, 1.11.2 ἀλλ' οὐ παρὰ τοῦτο τὰ θεῖα χείρων. φασὶ δέ ποτε νύκτωρ ἐλθεῖν κακούργους ἄνδρας ἐπὶ τὴν αὐλὴν τῶν αὐτοῦ προβάτων καὶ κλέψαι ἐπιχειρήσαντας ἐξαπίνης γενέσθαι δεσμίους μηδενὸς δήσαντος· ἅμα δὲ ἡμέρᾳ παραγενόμενον αὐτὸν πεπεδημένους εὑρεῖν τούτους καὶ λῦσαι μὲν τῶν ἀοράτων δεσμῶν, μέμψασθαι δὲ ὅτι ἐξὸν πεῖσαι καὶ λαβεῖν, ἅ γε ἐπεθύμουν, κλέψαι μᾶλλον 1.11.3 εἵλοντο καὶ ἐν νυκτὶ τοσοῦτον ταλαιπωρῆσαι. ὅμως δ' οὖν αὐτοὺς ἐλεήσας, μᾶλλον δὲ πρὸς τὸν ἀμείνω βίον μετατεθῆναι παιδεύων «ἄπιτε», ἔφη, «τοῦτον τὸν κριὸν λαβόντες· κεκμήκατε γὰρ ἀγρυπνοῦντες, καὶ δεῖ ὑμᾶς μὴ μεμφομένους τοὺς πόνους ἐκ τῆς ἐμῆς αὐλῆς ἀπαλλάττεσθαι.» 1.11.4 Τοῦτο θαυμάσειε μὲν ἄν τις εἰκότως, οὐχ ἧττον δὲ κἀκεῖνο. θυγατρὶ αὐτοῦ παρθένῳ Εἰρήνῃ τοὔνομα παρέθετό τι τῶν γνωρίμων τις. ἡ δὲ λαβοῦσα κατώρυξεν οἴκοι, ὅπως ἐπιμελῶς φυλάττοιτο. συμβὰν δὲ τὴν κόρην τελευτῆσαι μηδὲν εἰποῦσαν, ἧκεν ὁ ἄνθρωπος τὴν παρακαταθήκην ἀπαιτῶν. ἀγνοοῦντος δὲ Σπυρίδωνος ὅ τι λέγοι, ἀναζητήσαντος δὲ ὅμως κατὰ τὴν οἰκίαν καὶ μὴ εὑρόντος ἔκλαιε καὶ τὰς τρίχας ἔτιλλε καὶ θανατιῶν δῆλος ἦν. 1.11.5 κινηθεὶς δὲ πρὸς ἔλεον ὁ Σπυρίδων ἦλθεν ἐπὶ τὸν τάφον καὶ ὀνομαστὶ τὴν παῖδα ἐκάλεσε. τῆς δὲ ἀποκριναμένης ἤρετο περὶ τῆς παρακαταθήκης, καὶ μαθὼν ἀνέστρεφε καὶ εὑρών, ᾗ ἐσήμανεν, ἀπέδωκε τῷ ἀνθρώπῳ. ᾿Επεὶ δὲ εἰς τοῦτο προήχθην λόγου, οὐκ ἄτοπον καὶ τοῦτο προσθεῖναι. 1.11.6 ἔθος ἦν τούτῳ τῷ Σπυρίδωνι τῶν γινομένων αὐτῷ καρπῶν τοὺς μὲν πτωχοῖς διανέμειν, τοὺς δὲ προῖκα δανείζειν τοῖς ἐθέλουσιν. οὔτε δὲ διδοὺς οὔτε ἀπολαμβάνων δι' ἑαυτοῦ παρεῖχεν ἢ ὑπεδέχετο, μόνον δὲ τὸ ταμιεῖον ἐπιδεικνὺς ἐπέτρεπε τοῖς προσιοῦσιν, ὅσου δέονται, κομίζεσθαι καὶ πάλιν ἀποδιδόναι, ὅσον ᾔδεσαν κομισάμενοι. δανεισάμενος οὖν τις τοῦτον τὸν τρόπον ἧκεν ὡς ἀποδώσων. ἐπιτραπεὶς δὲ κατὰ τὸ ἔθος αὐτὸς καθ' ἑαυτὸν ἀποδοῦναι τῷ ταμιείῳ τὰ δεδανεισμένα, πρὸς ἀδικίαν εἶδε· καὶ νομίσας λανθάνειν οὐκ ἀπέδωκε τὸ χρέος, ἀλλ' ὑφελόμενος τοῦ ὀφλήματος τὴν ἀπόδοσιν, ὡς 1.11.7 ἀποτίσας ἀπῆλθε. τὸ δὲ ἄρα οὐκ ἤμελλεν ἐπὶ πολὺ λήσειν. μετὰ γάρ τινα χρόνον ὁ μὲν πάλιν ἐδεῖτο δανείζεσθαι, ὁ δὲ πρὸς τὸ ταμιεῖον ἀπέπεμπεν ἐξουσίαν δοὺς αὐτὸν ἑαυτῷ παραμετρεῖν ὅσον βούλεται. κενὸν δὲ τὸν οἶκον ἰδὼν ἐμήνυσε τῷ Σπυρίδωνι. ὁ δὲ πρὸς αὐτόν