12
«θαυμαστόν, ὦ ἄνθρωπε», ἔφη, «πῶς σοὶ μόνῳ ἔδοξε τὸ ταμιεῖον ἐπιλείπειν τὰ ἐπιτήδεια. σκόπει οὖν κατὰ σαυτόν, μὴ χρησάμενος ἄλλοτε τὰ πρῶτα οὐκ ἀπέδωκας· εἰ γὰρ μὴ τοῦτό ἐστι, πάντως οὐκ ἀποτεύξῃ ὧν δέῃ, καὶ πάλιν ἴθι θαρρῶν ὡς εὑρήσων.» καὶ ὁ μὲν οὕτω φωραθεὶς κατεμήνυσε τὴν ἁμαρτίαν. 1.11.8 ῎Αξιον δὲ τούτου τοῦ θείου ἀνδρὸς θαυμάσαι τὸ ἐμβριθὲς καὶ τὴν ἀκρίβειαν τῆς ἐκκλησιαστικῆς τάξεως. λέγεται γοῦν χρόνῳ ὕστερον κατά τινα χρείαν εἰς ταὐτὸν συνελθεῖν τοὺς ἐπισκόπους τῆς Κύπρου, εἶναι δὲ ἐν αὐτοῖς Σπυρίδωνα τοῦτον καὶ Τριφύλλιον τὸν Λεδρῶν ἐπίσκοπον, ἄνδρα ἄλλως τε ἐλλόγιμον καὶ διὰ νόμων ἄσκησιν πολὺν χρόνον ἐν τῇ Βηρυτίων πόλει 1.11. διατρίψαντα. συνάξεως δὲ ἐπιτελουμένης ἐπιτραπεὶς Τριφύλλιος διδάξαι τὸ πλῆθος, ἐπεὶ τὸ ῥητὸν ἐκεῖνο παράγειν εἰς μέσον ἐδέησε τὸ «ἆρόν σου τὸν κράββατον καὶ περιπάτει», σκίμποδα ἀντὶ τοῦ κραββάτου μεταβαλὼν τὸ ὄνομα εἶπε. καὶ ὁ Σπυρίδων ἀγανακτήσας «οὐ σύ γε», ἔφη, «ἀμείνων τοῦ κράββατον εἰρηκότος, ὅτι ταῖς αὐτοῦ λέξεσιν ἐπαισχύνῃ κεχρῆσθαι;», καὶ τοῦτο εἰπὼν ἀπεπήδησε τοῦ ἱερατικοῦ θρόνου τοῦ δήμου ὁρῶντος, ταύτῃ γε μετριάζειν παιδεύων τὸν τοῖς λόγοις ὠφρυωμένον. ἱκανὸς γὰρ ἦν ἐντρέπειν, αἰδέσιμός τε ὢν καὶ ἐκ τῶν ἔργων ἐνδοξότατος, ἅμα δὲ καὶ πρεσβύτερος τῇ ἡλικίᾳ τε καὶ ἱερωσύνῃ τυγχάνων. 1.11.10 ῞Οπως δὲ διέκειτο περὶ τὰς δεξιώσεις τῶν ξένων, ἐντεῦθεν ἰστέον. ἤδη τῆς τεσσαρακοστῆς ἐνστάσης ἧκέ τις πρὸς αὐτὸν ἐξ ὁδοιπορίας, ἐν αἷς εἰώθει μετὰ τῶν οἰκείων ἐπισυνάπτειν τὴν νηστείαν καὶ εἰς ῥητὴν ἡμέραν γεύεσθαι ἄσιτος τὰς ἐν μέσῳ διαμένων· ἰδὼν δὲ τὸν ξένον μάλα κεκμηκότα «ἄγε δή», πρὸς τὴν θυγατέρα ἔφη, «ὅπως τοῦ ἀνδρὸς τοὺς πόδας νίψῃς καὶ φαγεῖν αὐτῷ παραθῇς.» εἰπούσης δὲ τῆς παρθένου μήτε ἄρτον εἶναι μήτε ἄλφιτα (περιττὴ γὰρ ἦν ἡ τούτων παρασκευὴ διὰ τὴν νηστείαν) εὐξάμενος πρότερον καὶ συγγνώμην αἰτήσας ἐκέλευσε τῇ θυγατρὶ κρέα ὕεια, ἅπερ ἔτυχεν 1.11.11 ἐν τῇ οἰκίᾳ τεταριχευμένα, ἑψεῖν. ἐπεὶ δὲ ἥψητο, καθίσας ἅμα αὐτῷ τὸν ξένον, παρατεθέντων τῶν κρεῶν ἤσθιε καὶ τὸν ἄνδρα παρεκάλει αὐτὸν μιμεῖσθαι. παραιτούμενον δὲ καὶ Χριστιανὸν λέγοντα ἑαυτόν «ταύτῃ μᾶλλον», ἔφη, «οὐ παραιτητέον. πάντα γὰρ καθαρὰ τοῖς καθαροῖς ὁ θεῖος ἀπεφήνατο λόγος.» τάδε μὲν περὶ Σπυρίδωνος. 1.12.1 Οὐχ ἥκιστα δὲ ἐπισημοτάτην τὴν ἐκκλησίαν ἔδειξαν καὶ τὸ δόγμα ἀνέσχον ταῖς ἀρεταῖς τοῦ βίου οἱ τότε μετιόντες τὴν μοναστικὴν πολιτείαν. ὠφελιμώτατον γάρ τι χρῆμα εἰς ἀνθρώπους ἐλθοῦσα παρὰ θεοῦ ἡ τοιαύτη φιλοσοφία μαθημάτων μὲν πολλῶν καὶ διαλεκτικῆς τεχνολογίας ἀμελεῖ ὡς περιέργου καὶ τὴν ἐν τοῖς ἀμείνοσι σχολὴν ἀφαιρουμένης καὶ πρὸς τὸ βιοῦν 1.12.2 ὀρθῶς οὐδὲν συλλαμβανομένης. μόνῃ δὲ φυσικῇ καὶ ἀπεριέργῳ φρονήσει παιδεύει τὰ παντελῶς κακίαν ἀναιροῦντα ἢ μείονα ἐργαζόμενα. ἐν οὐδεμιᾷ δὲ τάξει ἀγαθῶν τίθεται τὰ μεταξὺ κακίας καὶ ἀρετῆς ὄντα, μόνοις δὲ τοῖς καλοῖς χαίρει. καὶ τὸν ἀπεχόμενον τοῦ κακοῦ, μὴ δρῶντα δὲ τὸ ἀγαθὸν φαῦλον νομίζει· οὐ γὰρ ἐπιδείκνυται ἀρετήν, ἀλλ' ἀσκεῖ παρ' οὐδὲν ποιου1.12.3 μένη τὴν πρὸς ἀνθρώπους δόξαν. ἀνδρείως δὲ μάλα ἀνθισταμένη τοῖς πάθεσι τῆς ψυχῆς οὔτε ταῖς ἀνάγκαις τῆς φύσεως ὑπείκει οὔτε ταῖς τοῦ σώματος ὑποκατακλίνεται ἀσθενείαις. θείου δὲ νοῦ δύναμιν κεκτημένη πρὸς τὸν δημιουργὸν τῶν ὅλων ἀποβλέπει ἀεὶ καὶ νύκτωρ καὶ μεθ' ἡμέραν αὐτὸν σέβει 1.12.4 καὶ εὐχαῖς καὶ λιταῖς ἐξιλεοῦται. καθαρότητι δὲ ψυχῆς καὶ πολιτείᾳ πράξεων ἀγαθῶν εἰς τὸ θρησκεύειν εὐαγῶς ἐρχομένη καθαρμῶν καὶ περιρραντηρίων καὶ τῶν τοιούτων ὑπερορᾷ· μόνα γὰρ μιάσματα ἡγεῖται τὰ ἁμαρ1.12.5 τήματα. κρείττων δὲ οὖσα τῶν ἔξωθεν συμπιπτόντων καί, ὡς εἰπεῖν, ἁπάντων δεσπόζουσα οὔτε ὑπὸ τῆς κατεχούσης τὸν βίον ἀταξίας ἢ ἀνάγκης τῆς προαιρέσεως μεθίσταται οὔτε ὑβριζομένη ἀνιᾶται οὔτε κακῶς πάσχουσα ἀμύνεται οὔτε νόσῳ ἢ ἐνδείᾳ ἐπιτηδείων πιεζομένη καταπίπτει. μᾶλλον δὲ ἐπὶ τούτοις σεμνύνεται, τὸ καρτερικὸν καὶ πρᾶον καὶ τὸ