13
ὀλίγων δεῖσθαι δι' ὅλου τοῦ βίου ἀσκοῦσα καί, ὡς οἷόν τε ἀνθρώπου φύσει, ἐγγυτάτω θεῷ 1.12.6 γινομένη. ὡς ἐν παρόδῳ δὲ τῇ παρούσῃ βιοτῇ κεχρημένη οὔτε περὶ κτῆσιν πραγμάτων ἀσχολουμένη ἄγχεται οὔτε πέρα τῆς κατεπειγούσης χρείας τῶν παρόντων προνοεῖ, ἀεὶ δὲ τὸ λιτὸν καὶ εὔζωνον τῆς ἐνταῦθα κατασκευῆς ἐπαινοῦσα καραδοκεῖ τὴν ἐκεῖθεν μακαριότητα καὶ συντέταται ἀεὶ πρὸς τὴν 1.12.7 εὐδαίμονα λῆξιν. ἀναπνέουσα δὲ διὰ παντὸς τὴν εἰς τὸ θεῖον εὐλάβειαν αἰσχρορρημοσύνης ἀηδίαν ἀποστρέφεται, μηδὲ μέχρι φωνῆς ἀνεχομένη τούτων, ὧν τὰς πράξεις τῆς οἰκείας ἀγωγῆς ἀφώρισεν. ἐπὶ βραχύ τε συστέλλουσα τὴν χρείαν τῆς φύσεως καὶ τὸ σῶμα συναναγκάζουσα τῶν μετρίων δεῖσθαι, σωφροσύνῃ μὲν τῆς ἀκολασίας κρατεῖ, δικαιοσύνῃ δὲ τὴν ἀδικίαν κολάζει καὶ ἀληθείᾳ τὸ ψεῦδος, καὶ εὐταξίᾳ τῶν ἐπὶ πᾶσι μέτρων μεταλαγχάνει. 1.12.8 ἐν ὁμονοίᾳ τε καὶ κοινωνίᾳ τῇ πρὸς τοὺς πέλας τὴν πολιτείαν καθίστησι· προνοητικὴ φίλων καὶ ξένων ἐστὶ καὶ τὰ οἰκεῖα κοινὰ ποιεῖται τῶν δεομένων καὶ τὰ πρόσφορα ἑκάστῳ συλλαμβάνεται, μήτε χαίροντας ἐνοχλοῦσα καὶ λυπουμένους παραμυθουμένη, καθόλου δὲ σπουδάζουσα καὶ πρὸς τὸ ὄντως ἀγαθὸν τὴν ἐπιμέλειαν τείνουσα λόγοις σώφροσι καὶ σοφοῖς ἐννοήμασι καλλωπισμοῦ καὶ κακηγορίας ἀμοίροις παιδεύει καὶ ὥσπερ φαρμάκοις τισὶν ἰᾶται τοὺς ἀκούοντας, μετὰ τιμῆς καὶ αἰδοῦς τὰς διαλέξεις ποιουμένη, καὶ ἔριδος καὶ τωθασμοῦ καὶ ὀργῆς ἐλευθέρα. λογικὴ γὰρ οὖσα παραιτεῖται πᾶσαν ἀλόγιστον κίνησιν καὶ καθάπαξ κρατεῖ τῶν παθῶν τοῦ σώματος καὶ τῆς ψυχῆς. 1.12. Ταύτης δὲ τῆς ἀρίστης φιλοσοφίας ἤρξατο μέν, ὥς τινες λέγουσιν, ᾿Ηλίας ὁ προφήτης καὶ ᾿Ιωάννης ὁ βαπτιστής. Φίλων δὲ ὁ Πυθαγόριος ἐν τοῖς κατ' αὐτὸν χρόνοις ἱστορεῖ τοὺς πανταχόθεν ῾Εβραίων ἀρίστους εἴς τι χωρίον ὑπὲρ τὴν Μαρίαν λίμνην ἐπὶ γεωλόφου κείμενον φιλοσοφεῖν. οἴκησιν δὲ αὐτῶν καὶ δίαιταν καὶ ἀγωγὴν τοιαύτην παρίστησιν, οἵαν καὶ 1.12.10 ἡμεῖς νῦν παρὰ τοῖς Αἰγυπτίων μοναχοῖς πολιτευομένην ὁρῶμεν. γράφει γὰρ ἀρχομένους αὐτοὺς τοῦ φιλοσοφεῖν ἐξίστασθαι τῶν ὄντων τοῖς προσήκουσι καὶ πράγμασι καὶ ἐπιμιξίαις ἀπαγορεύοντας ἔξω τειχῶν ἐν μοναγρίοις καὶ κήποις διατρίβειν, οἰκήματα δὲ αὐτοῖς εἶναι ἱερά, ἃ καλεῖται μοναστήρια, ἐν τούτοις δὲ μεμονωμένους σεμνὰ μυστήρια ἐπιτελεῖν, ἐπιμελῶς δὲ ψαλμοῖς καὶ ὕμνοις τὸ θεῖον θεραπεύειν· καὶ πρὸ ἡλίου δύσεως μὴ ἀπογεύεσθαι τροφῆς, τοὺς δὲ διὰ τριῶν ἡμερῶν καὶ πλειόνων· καὶ λοιπὸν ῥηταῖς ἡμέραις χαμευνεῖν, καὶ οἴνου πάμπαν καὶ ἐναίμων ἀπέχεσθαι, ὄψον δὲ αὐτοῖς εἶναι ἄρτον καὶ ἅλας καὶ ὕσσωπον καὶ ποτὸν ὕδωρ· γυναῖκας δὲ αὐτοῖς συνεῖναι γηραλέας παρθένους δι' ἔρωτα φιλοσοφίας ἑκουσίῳ γνώμῃ τὴν ἀγαμίαν 1.12.11 ἀσκούσας. καὶ ὁ μὲν Φίλων ὧδέ πῃ ἱστορῶν ἔοικεν ὑποφαίνειν τοὺς κατ' αὐτὸν ἐξ ῾Εβραίων χριστιανίσαντας ἔτι ᾿Ιουδαϊκώτερον βιοῦντας καὶ τὰ ἐκείνων ἔθη φυλάττοντας. παρ' ἄλλοις γὰρ οὐκ ἔστιν εὑρεῖν ταύτην τοῦ βίου τὴν διαγωγήν. ὅθεν συμβάλλω ἐξ ἐκείνου παρ' Αἰγυπτίοις ἀκμάσαι ταυτηνὶ τὴν φιλοσοφίαν. ἄλλοι δέ φασιν αἰτίαν ταύτῃ παρασχεῖν τοὺς κατὰ καιρὸν τῇ θρησκείᾳ συμβάντας διωγμούς. ἐπεὶ γὰρ φεύγοντες ἐν ὄρεσι καὶ νάπαις καὶ ἐρημίαις τὰς διατριβὰς ἐποιοῦντο, ἐθάδες τοῦ βίου τούτου ἐγένοντο. 1.13.1 ᾿Αλλ' εἴτε Αἰγύπτιοι εἴτε ἄλλοι τινὲς ταύτης προὔστησαν ἐξ ἀρχῆς τῆς φιλοσοφίας, ἐκεῖνο γοῦν παρὰ πᾶσι συνωμολόγηται, ὡς εἰς ἄκρον ἀκριβείας καὶ τελειότητος ἤθεσι καὶ γυμνασίοις τοῖς πρέπουσιν ἐξήσκησε ταυτηνὶ τοῦ βίου τὴν διαγωγὴν ᾿Αντώνιος ὁ μέγας μοναχός· ὃν τηνικαῦτα διαπρέποντα ἐν ταῖς κατ' Αἴγυπτον ἐρημίαις κατὰ κλέος τῆς τοῦ ἀνδρὸς ἀρετῆς φίλον ἐποιήσατο Κωνσταντῖνος ὁ βασιλεὺς καὶ γράμμασιν ἐτίμα καὶ περὶ ὧν ἐδεῖτο 1.13.2 γράφειν προὐτρέπετο. ἐγένετο δὲ οὗτος Αἰγύπτιος τῷ γένει τῶν εὐπατριδῶν ἀπὸ Κομᾶ· κώμη δὲ αὕτη νομοῦ ῾Ηρακλείας τῆς παρ' Αἰγυπτίοις ᾿Αρκάσι. βούπαις δὲ καταλειφθεὶς ὀρφανὸς τοὺς μὲν πατρῴους ἀγροὺς ἐδωρήσατο τοῖς κωμήταις, τὴν δὲ