15
ἕκαστος οὐχ ἧττον ἢ ὁ διδάσκαλος, παρ' οἷς διέτριβε, διεβίω τε καὶ ἐπολιτεύσατο καὶ πολλοὺς ἐπαίδευσε καὶ εἰς τὴν ὁμοίαν ἀρετὴν καὶ 1.13.12 φιλοσοφίαν ἤγαγεν, ὥστε ἔργον εἶναι κατὰ πόλεις καὶ χώρας περιιόντα ἐπιμελῶς ζητεῖν τοὺς ᾿Αντωνίου ἑταίρους ἢ τοὺς τούτων διαδόχους. πῶς γὰρ καὶ ῥᾳδία γένοιτο τούτων ἡ εὕρεσις, οἷς ἐν τῷ βίῳ λανθάνειν ἐσπουδάζετο ἐπιμελέστερον ἢ πολλοὶ τῶν νῦν ἀνθρώπων ὑπὸ φιλοτιμίας τυφού1.13.13 μενοι πομπεύουσιν ἑαυτοὺς καὶ καταδήλους ποιοῦσιν. ἐγένοντό γε μὴν εὐδοκιμώτατοι ὧν παρειλήφαμεν ᾿Αντωνίου μαθητῶν ἄλλοι τε πολλοί, οὓς κατὰ τὸν οἰκεῖον καιρὸν ἀναγράψομαι, καὶ Παῦλος ὁ ἐπίκλην ἁπλοῦς. ὅν φασιν ἄγροικον ὄντα καλῇ τὸ εἶδος γυναικὶ συνοικῆσαι· ἐπ' αὐτοφώρῳ δὲ αὐτὴν καταλαβόντα μοιχευομένην ἠρέμα ἐπιγελάσαι καὶ ὅρκον προσθεῖναι ὡς οὐκέτι αὐτῇ συνοικήσει· «ἔχε» δὲ «αὐτήν» πρὸς τὸν μοιχὸν εἰπὼν εὐθὺς 1.13.14 ἐπὶ τὴν ἐρημίαν ἀνῆλθε πρὸς ᾿Αντώνιον. πραότατον δὲ καὶ καρτερικὸν εἰσάγαν λέγεται τόνδε γενέσθαι τὸν ἄνδρα· ἀμέλει τοι καὶ γηραλέῳ ὄντι καὶ μοναστικῆς τληπαθείας ἀήθει (ἔτι γὰρ νέηλυς ἦν) παντοδαπαῖς πείραις προσβαλὼν ᾿Αντώνιος ἐν οὐδενὶ ἀγεννῆ ἐφώρασε· τελείαν δὲ αὐτῷ φιλοσοφίαν ἐπιμαρτυρήσας καθ' ἑαυτὸν διάγειν ἐπέτρεπεν ὡς μηδὲν διδασκάλου δεόμενον. ἐπεψηφίζετο δὲ καὶ ὁ θεὸς τῇ ᾿Αντωνίου μαρτυρίᾳ, καὶ τοῖς ἔργοις ἐπεδείκνυ τὸν ἄνδρα ἐνδοξότατον, κρείττονα δὲ καὶ αὐτοῦ τοῦ διδασκάλου εἰς τὸ κακοῦν καὶ ἀπελαύνειν τοὺς δαίμονας. 1.14.1 Περὶ δὲ τοῦτον τὸν χρόνον καὶ ᾿Αμοῦν ὁ Αἰγύπτιος ἐφιλοσόφει. ὃν δὴ λόγος βιασαμένων τῶν οἰκείων γυναῖκα ἀγαγέσθαι, μὴ πειραθῆναι δὲ αὐτῆς ᾗ θέμις ἀνδράσιν. ὡς γὰρ ἀρχὴν εἶχεν αὐτοῖς ὁ γάμος καὶ νύμφην οὖσαν οἷα νυμφίος εἰς τὸν θάλαμον λαβὼν ἐμονώθη, «ὁ μὲν δὴ γάμος ἡμῖν οὗτος», ἔφη, «ὦ γύναι, μέχρι τούτων τετέλεσται»· ἡλίκον δὲ ἀγαθόν ἐστι δυνηθῆναι παρθένον διαμεῖναι, ἐκ τῶν ἱερῶν γραφῶν ὑφηγεῖτο, καὶ ἐπει1.14.2 ρᾶτο καθ' ἑαυτὸν οἰκεῖν. ἀλλ' ἐπειδὴ τοὺς περὶ παρθενίας λόγους ἐπῄνει ἡ γυνή, χωρισθῆναι δὲ αὐτοῦ χαλεπῶς ἔφερεν, ἰδίᾳ καθεύδων ἐπὶ δέκα καὶ ὀκτὼ ἔτεσι συνῆν αὐτῇ μηδὲ οὕτω μοναχικῆς ἀσκήσεως ἀμελῶν. ἐν τοσούτῳ δὲ χρόνῳ ζηλώσασα τὴν τοῦ ἀνδρὸς ἀρετὴν ἡ γυνὴ ἐλογίσατο μὴ δίκαιον εἶναι τηλικοῦτον ὄντα οἴκοι κρύπτεσθαι δι' αὐτήν, καὶ χρῆναι 1.14.3 ἑκάτερον κεχωρισμένως οἰκοῦντα φιλοσοφεῖν. καὶ περὶ τούτου ἐδεήθη τοῦ ἀνδρός. ὁ δὲ χάριν ὁμολογήσας τῷ θεῷ ὑπὲρ τῶν βεβουλευμένων τῇ γυναικί «σὺ μὲν δή», ἔφη, «τοῦτον τὸν οἶκον ἔχε· ἐγὼ δὲ ἕτερον ἐμαυτῷ ποιήσω.» καὶ πρὸς μεσημβρίαν τῆς Μαρίας λίμνης καταλαβὼν ἔρημον τόπον ἀμφὶ τὴν Σκῆτιν καὶ τὸ καλούμενον τῆς Νιτρίας ὄρος δύο καὶ εἴκοσι ἔτη ἐνθάδε ἐφιλοσόφησε, δὶς ἑκάστου ἔτους τὴν γυναῖκα θεώμενος. 1.14.4 Τούτῳ δὲ τῷ θεσπεσίῳ ἀρχηγῷ γενομένῳ τῶν τῇδε μοναστηρίων πολλοὶ καὶ ἀξιόλογοι ἐγένοντο μαθηταί, ὡς αἱ διαδοχαὶ ἐπιδείξουσι. πολλὰ δὲ καὶ θεσπέσια ἐπ' αὐτῷ συμβέβηκεν, ἃ μάλιστα τοῖς κατ' Αἴγυπτον μοναχοῖς ἠκρίβωται, περὶ πολλοῦ ποιουμένοις διαδοχῇ παραδόσεως ἀγράφου ἐπιμελῶς ἀπομνημονεύειν τὰς τῶν παλαιοτέρων ἀσκητῶν ἀρετάς. ἐμοὶ δὲ 1.14.5 τῶν εἰς ἡμᾶς ἐλθόντων ἐκεῖνα ῥητέον. ἐδέησεν αὐτῷ καὶ Θεοδώρῳ τῷ αὐτοῦ μαθητῇ ἀπιοῦσί που διαβῆναι διώρυγα, ἣν Λύκον καλοῦσιν. ἵνα δὲ μὴ γυμνοὺς ἀλλήλους θεάσωνται, ἐκέλευσεν ᾿Αμοῦν ὑπαναχωρῆσαι Θεόδωρον. ὡς δὲ καὶ ἑαυτὸν ᾐσχύνετο γυμνὸν ἰδεῖν, ἐξαπίνης ὑπὸ θείας δυνάμεως μετάρσιος ἀρθεὶς ἐπὶ τὴν ἀντικρὺ ὄχθην μετετέθη. διαβὰς δὲ τὸ ὕδωρ Θεόδωρος καὶ θεασάμενος αὐτοῦ τὴν ἐσθῆτα καὶ τοὺς πόδας ἀβρόχους ἐλιπάρει τὸν πρεσβύτην φράζειν αὐτῷ τὴν αἰτίαν. ἐπεὶ δὲ ὁ μὲν παρῃτεῖτο λέγειν, ὁ δὲ μὴ ἄλλως ἀνήσειν ἰσχυρίζετο, εἰ μὴ μάθοι, συνθεμένου Θεοδώρου 1.14.6 ζῶντος αὐτοῦ μηδενὶ λέξειν, ὡμολόγησε τὸ συμβάν. παραπλήσιον δὲ τῷ εἰρημένῳ εἰς θαῦμα καὶ τοῦτο. ἄδικοι πατέρες ὑπὸ κυνὸς λυσσῶντος ἴδιον παῖδα δηχθέντα καὶ ὅσον οὔπω ἀπολεῖσθαι προσδοκώμενον ἤγαγον ὡς αὐτόν, καὶ ὀλοφυρόμενοι ἐδέοντο