16
αὐτοῦ θεραπεῦσαι τὸν υἱόν. ὁ δὲ πρὸς αὐτούς «ἀλλ' οὐδέν», ἔφη, «δεῖται τῆς παρ' ἐμοῦ θεραπείας· ὑμεῖς δὲ εἰ βούλεσθε τὸν βοῦν ὃν κεκλόφατε ἀποδοῦναι τοῖς δεσπόταις, αὐτίκα ἰαθήσεται.» ὃ καὶ συνέβη· ἅμα γὰρ ὁ βοῦς ἀπεδόθη καὶ τὸ πάθος τὸν παῖδα ἀπέλιπεν. 1.14.7 ἡνίκα δὲ ὁ ᾿Αμοῦς οὗτος ἐτελεύτα, λέγεται τὸν ᾿Αντώνιον θεάσασθαι τὴν ψυχὴν αὐτοῦ ἐπὶ τὸν οὐρανὸν ἀναγομένην θείων δυνάμεων σὺν ψαλμῳδίαις ἡγουμένων. πυνθανομένοις δὲ τοῖς περὶ αὐτὸν τοῦ θαύματος τὴν αἰτίαν οὐκ ἀπεκρύψατο· δῆλος γὰρ ἦν σπουδαίως τὸν ἀέρα κατανοῶν καὶ ἐκ1.14.8 πεπληγμένος πρὸς τὴν ὄψιν τοῦ παραδόξου θεάματος. ὡς δὲ μετὰ ταῦτα παραγενόμενοί τινες ἀπὸ τῆς Σκήτεως ἀνήγγειλαν τὴν ὥραν τῆς ᾿Αμοῦς τελευτῆς, τἀληθὲς ἐδείχθη τῆς ᾿Αντωνίου προρρήσεως. καὶ ἀμφοτέρους ἐμακάριζον, τὸν μὲν ἐπὶ ὁμολογουμένοις ἀγαθοῖς μεταστάντα τῆς ἐνταῦθα βιοτῆς, τὸν δὲ τοσαύτης ἀξιωθέντα θέας, ἣν ὁ θεὸς αὐτῷ ἀπὸ τοσούτου ἐδήλωσε. πολλῶν γὰρ ἡμερῶν ὁδός ἐστι τὸ μέσον τῶν τόπων ἐν οἷς ἑκάτερος διέτριβε. καὶ τάδε μὲν ὧδε ἱστόρηται παρὰ τῶν ᾿Αντωνίῳ καὶ ᾿Αμοῦν συγγενομένων. 1.14. ᾿Επὶ ταύτης δὲ τῆς ἡγεμονίας εὐδοκίμως ἐπυθόμην φιλοσοφῆσαι καὶ Εὐτυχιανόν, ὃς ἐν Βιθυνίᾳ περὶ τὸν ῎Ολυμπον τὰς διατριβὰς εἶχεν, αἵρεσιν δὲ τὴν Ναυατιανῶν πρεσβεύων θείας χάριτος μετεῖχε θεραπείαις παθῶν καὶ παραδόξοις πράξεσιν, ὡς καὶ αὐτῷ Κωνσταντίνῳ διὰ τὴν ἀρετὴν τοῦ 1.14.10 βίου συνήθη καὶ φίλον εἶναι. κατ' ἐκεῖνο γοῦν καιροῦ δεσμώτου ὄντος του τῶν δορυφόρων (ὑποπτευθεὶς γὰρ τυραννικὰ φρονεῖν ἔφυγε καὶ περὶ τὸν ῎Ολυμπον ἀναζητηθεὶς συνελήφθη), δεηθέντων δὲ τῶν ἐπιτηδείων Εὐτυχιανοῦ πρεσβεύειν ὑπὲρ αὐτοῦ πρὸς τὸν βασιλέα, πρότερον δὲ προνοεῖν, ὥστε τῶν δεσμῶν ἀφεθῆναι τὸν ἄνθρωπον, μὴ χαλεπῶς δεδεμένος φθάσῃ ἀπολόμενος, λέγεται, ὡς τοὺς δεσμοφύλακας πέμψας ἐδεήθη τῶν δεσμῶν αὐτὸν ἀνεῖναι οἱ δὲ οὐκ ἐπείθοντο, εἰς τὸ δεσμωτήριον ἐλθεῖν· αὐτομάτως δὲ κεκλεισμένας ἀναπετασθῆναι τὰς θύρας καὶ τοῦ δεσμώτου τὰ δεσμὰ διαρ1.14.11 ρυῆναι· μετὰ δὲ ταῦτα καὶ πρὸς βασιλέα παραγενέσθαι ἐν Βυζαντίῳ τότε διατρίβοντα, ἑτοίμως τε τὴν χάριν λαβεῖν. οὐ γὰρ εἰώθει Κωνσταντῖνος δυσχεραίνειν ἐπὶ ταῖς αὐτοῦ αἰτήσεσι· σφόδρα γὰρ ἐν πλείστῃ τιμῇ τὸν ἄνδρα ἦγε. τάδε μὲν ἡμῖν ὡς ἐν βραχεῖ δεδηλώσθω περὶ τῶν τότε λαμπρῶς ἐν μοναχοῖς φιλοσοφησάντων· ᾧ δὲ ἀκριβείας τῆς περὶ τούτων μέλει, ζητῶν ἂν εὕροι τῶν πλειόνων τοὺς βίους ἀναγράπτους. 1.15.1 ᾿Αλλὰ γὰρ καίπερ ὧδε καὶ διὰ πάντων τῶν ἄλλων τῆς θρησκείας εὐδοκιμούσης, ἐριστικαί τινες διαλέξεις ἐτάραττον τὰς ἐκκλησίας, ἐπὶ προφάσει δῆθεν εὐσεβείας καὶ τῆς τοῦ θεοῦ τελείας εὑρέσεως εἰς ζήτησιν ἄγουσαι τὰ πρότερον ἀνεξέταστα. ἦρξε δὲ τούτων τῶν λόγων ῎Αρειος πρεσ1.15.2 βύτερος τῆς κατ' Αἴγυπτον ᾿Αλεξανδρείας. ὃς ἐξ ἀρχῆς σπουδαῖος εἶναι περὶ τὸ δόγμα δόξας νεωτερίζοντι Μελιτίῳ συνέπραττε· καταλιπὼν δὲ τοῦτον ἐχειροτονήθη διάκονος παρὰ Πέτρου τοῦ ᾿Αλεξανδρέων ἐπισκόπου· καὶ πάλιν αὖ παρ' αὐτοῦ τῆς ἐκκλησίας ἐξεβλήθη, καθότι Πέτρου τοὺς Μελιτίου σπουδαστὰς ἀποκηρύξαντος καὶ τὸ αὐτῶν βάπτισμα μὴ προσιεμένου τοῖς γινομένοις ἐπέσκηπτε καὶ ἠρεμεῖν οὐκ ἠνείχετο. ἐπεὶ δὲ Πέτρος ἐμαρτύρησε, συγγνώμην αἰτήσας ᾿Αχιλλᾶν ἐπετράπη διακονεῖν καὶ πρεσβυτερίου ἠξιώθη. 1.15.3 μετὰ δὲ ταῦτα καὶ ᾿Αλέξανδρος ἐν τιμῇ εἶχεν αὐτόν. διαλεκτικώτατος δὲ γενόμενος (ἐλέγετο γὰρ μηδὲ τῶν τοιούτων ἀμοιρεῖν μαθημάτων) εἰς ἀτόπους ἐξεκυλίσθη λόγους, ὡς τοῦτο πρότερον παρ' ἑτέρου μὴ εἰρημένον τολμῆσαι ἐν ἐκκλησίᾳ ἀποφήνασθαι, τὸν υἱὸν τοῦ θεοῦ ἐξ οὐκ ὄντων γεγενῆσθαι, καὶ εἶναί ποτε ὅτε οὐκ ἦν, καὶ αὐτεξουσιότητι κακίας καὶ ἀρετῆς δεκτικὸν ὑπάρχειν καὶ κτίσμα καὶ ποίημα καὶ ἄλλα πολλά, ἃ λέγειν εἰκὸς τὸν τούτοις συνιστάμενον εἰς διαλέξεις προϊόντα καὶ τὰς κατὰ μέρος ζητή1.15.4 σεις. λαβόμενοι δέ τινες τῶν εἰρημένων, ἐμέμφοντο ᾿Αλέξανδρον ὡς οὐ δέον ἀνεχόμενον τῶν κατὰ τοῦ δόγματος νεωτερισμῶν. ὁ δὲ ὑπολαβὼν ἄμεινον εἶναι περὶ τῶν