1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

17

ἀμφιβόλων ἑκατέρῳ μέρει προθεῖναι λόγον, ὥστε μὴ δόξαι ἀνάγκῃ ἀλλὰ πειθοῖ τῆς ἔριδος αὐτοὺς παύειν, κριτὴς καθίσας 1.15.5 σὺν τοῖς ἀπὸ τοῦ κλήρου εἰς ἅμιλλαν ἀμφοτέρους ἤγαγεν. ὡς δὲ συμβαίνειν φιλεῖ περὶ τὰς ἔριδας τῶν λόγων, ἑκάτερος ἐπειρᾶτο νικᾶν. συνίστατο δὲ ῎Αρειος μὲν τοῖς παρ' αὐτοῦ εἰρημένοις, οἱ δὲ ὡς ὁμοούσιος καὶ συναΐδιός ἐστιν ὁ υἱὸς τῷ πατρί. συνεδρίου δὲ πάλιν γενομένου τοσαύτας διαλέξεις ἀνακινήσαντες οὐ συνέβησαν ἀλλήλοις. ἀμφηρίστου δὲ τῆς ζητήσεως ἔτι δοκούσης εἶναι πέπονθέ τι καὶ ᾿Αλέξανδρος τὰ πρῶτα πῇ μὲν τού1.15.6 τους πῇ δὲ ἐκείνους ἐπαινῶν. τελευτῶν δὲ τοῖς ὁμοούσιον καὶ συναΐδιον εἶναι τὸν υἱὸν ἀποφαινομένοις ἔθετο· καὶ τὸν ῎Αρειον ὁμοίως φρονεῖν ἐκέλευσε τῶν ἐναντίων λόγων ἀφέμενον. ἐπεὶ δὲ οὐκ ἔπεισεν, ἤδη δὲ πολλοὶ τῶν ἀμφ' αὐτὸν τῶν ἐπισκόπων καὶ τοῦ κλήρου λέγειν ὀρθῶς τὸν ῎Αρειον ἐνόμιζον, ἀπεκήρυξε τῆς ἐκκλησίας αὐτόν τε καὶ τοὺς συμπράττοντας αὐτῷ 1.15.7 περὶ τὸ δόγμα κληρικούς. συνέπραττον δὲ αὐτῷ τῆς ᾿Αλεξανδρέων παροικίας πρεσβύτεροι μὲν ᾿Αειθαλὴς καὶ ᾿Αχιλλεύς, Καρπώνης τε καὶ Σαρ-μάτης καὶ ῎Αρειος, διάκονοι δὲ Εὐζώιος καὶ Μακάριος, ᾿Ιούλιος καὶ Μηνᾶς καὶ ῾Ελλάδιος. ἐντεῦθεν δὲ καὶ τοῦ λαοῦ οὐκ ὀλίγη μοῖρα μετέθεντο πρὸς αὐτούς, οἱ μὲν ὁμοίως χρῆναι περὶ θεοῦ νομίζειν ἡγούμενοι, οἱ δέ-τοῦτο δὴ τὸ τοῖς πολλοῖς συμβαῖνον-ὡς ἠδικημένους ἐλεοῦντες καὶ τῆς ἐκκλησίας 1.15.8 ἀκρίτως ἐκβεβλημένους. ἐπεὶ δὲ <τὰ> κατὰ ᾿Αλεξάνδρειαν ὧδε εἶχεν, λογισάμενοι οἱ ἀμφὶ τὸν ῎Αρειον ἀναγκαῖον εἶναι τὴν εὔνοιαν προφθάσαι τῶν κατὰ πόλιν ἐπισκόπων πρεσβεύονται πρὸς αὐτούς. καὶ γράψαντες, ὡς ἐπίστευον, ἐζήτουν, εἰ μὲν ὀρθῶς ἔχει τάδε νομίζειν περὶ θεοῦ, δηλῶσαι ᾿Αλεξάνδρῳ μὴ χαλεπαίνειν αὐτοῖς· εἰ δὲ μή, διδάσκεσθαι ὃν χρὴ τρόπον δοξάζειν. οὐ μετρίως δὲ ὤνησεν αὐτοὺς τοῦτο τὸ σπουδαζόμενον. διασπαρέντος γὰρ σχεδὸν εἰς πάντας τοῦ τοιούτου δόγματος, κοινῇ τοῖς πανταχῇ 1.15. ἐπισκόποις ἡ αὐτὴ γέγονε ζήτησις. καὶ οἱ μὲν ἔγραφον ᾿Αλεξάνδρῳ μὴ προσίεσθαι τοὺς περὶ ῎Αρειον, εἰ μὴ τὴν ἑαυτῶν πίστιν ἀποκηρύξουσιν· οἱ δὲ μὴ τοῦτο ποιεῖν ἐδέοντο. ἰδὼν οὖν ᾿Αλέξανδρος πλείστους ἀγαθοῦ βίου προσχήματι σεμνοὺς καὶ πιθανότητι λόγου δεινοὺς συλλαμβανομένους τοῖς ἀμφὶ τὸν ῎Αρειον, καὶ μάλιστα Εὐσέβιον τὸν τότε προεστῶτα τῆς Νικομηδέων ἐκκλησίας, ἄνδρα ἐλλόγιμον καὶ ἐν τοῖς βασιλείοις τετιμημένον, 1.15.10 ἔγραψε τοῖς πανταχῇ ἐπισκόποις μὴ κοινωνεῖν αὐτοῖς. ἐκ τούτου δὲ ἔτι μᾶλλον ἐπὶ ἑκάτερα ἐξεκαίετο ἡ σπουδὴ καὶ μείζων, οἷα φιλεῖ, ἀνεκινήθη ἔρις. ἐπεὶ γὰρ πολλάκις δεηθέντες ᾿Αλεξάνδρου οἱ ἀμφὶ τὸν Εὐσέβιον οὐκ ἔπεισαν, ὡς ὑβρισμένοι ἐχαλέπαινον καὶ προθυμότεροι ἐγένοντο κρατῦναι τὸ ᾿Αρείου δόγμα. καὶ σύνοδον ἐν Βιθυνίᾳ συγκροτήσαντες γράφουσι τοῖς ἁπανταχῇ ἐπισκόποις ὡς ὀρθῶς δοξάζουσι κοινωνῆσαι τοῖς ἀμφὶ τὸν ῎Αρειον, 1.15.11 παρασκευάσαι δὲ καὶ ᾿Αλέξανδρον κοινωνεῖν αὐτοῖς. ὡς δὲ οὐδὲν ἧττον παρὰ γνώμην αὐτοῖς ἐχώρει ἡ σπουδὴ ᾿Αλεξάνδρου μὴ εἴκοντος, πρεσβεύεται ὁ ῎Αρειος πρὸς Παυλῖνον τὸν Τύρου ἐπίσκοπον καὶ Εὐσέβιον τὸν Παμφίλου, ἐπιτροπεύοντα τὴν ἐκκλησίαν τῆς ἐν Παλαιστίνῃ Καισαρείας, καὶ Πατρόφιλον τὸν Σκυθοπόλεως, καὶ ἐξαιτεῖ ἅμα τοῖς ἀμφ' αὐτὸν ἐπιτραπῆναι ἐκκλησιάζειν τὸν μετ' αὐτοῦ λαόν, ὡς πρότερον τὴν τῶν πρεσβυτέ1.15.12 ρων τάξιν ἐπέχοντας. εἶναι γὰρ ἔθος ἐν ᾿Αλεξανδρείᾳ (καθάπερ καὶ νῦν) ἑνὸς ὄντος τοῦ κατὰ πάντων ἐπισκόπου τοὺς πρεσβυτέρους ἰδίᾳ τὰς ἐκκλησίας κατέχειν καὶ τὸν ἐν αὐταῖς λαὸν συνάγειν. οἱ δὲ ἅμα καὶ ἄλλοις ἐπισκόποις ἐν Παλαιστίνῃ συνελθόντες ἐπεψηφίσαντο τῇ ᾿Αρείου αἰτήσει, παρακελευσάμενοι συνάγειν μὲν αὐτοὺς ὡς πρότερον, ὑποτετάχθαι δὲ ᾿Αλεξάνδρῳ καὶ ἀντιβολεῖν ἀεὶ τῆς πρὸς αὐτὸν εἰρήνης καὶ κοινωνίας μετέχειν. 1.16.1 ᾿Επεὶ δὲ καὶ ἐν Αἰγύπτῳ συνόδων περὶ τούτου πολλῶν γενομένων ἤκμαζεν ἡ ἔρις, ὡς μέχρι τῶν βασιλείων ἐλθεῖν, οὐ μετρίως ἐδυσφόρει Κωνσταντῖνος ὁ