1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

19

καὶ τὰ βιβλία καυθῆναι προσέταξε· καὶ ἡμέραν ὥρισε, καθ' ἣν ἐχρῆν λῦσαι τὰ ἀμφισβητούμενα. 1.17.6 Πρὸ δὲ τῆς προθεσμίας συνιόντες καθ' ἑαυτοὺς οἱ ἐπίσκοποι μετεκαλοῦντο τὸν ῎Αρειον· καὶ προτιθεμένων εἰς τὸ κοινὸν ὧν ἐδόξαζον διελέγοντο. οἷα δὲ εἰκὸς εἰς διαφόρους ζητήσεις περιισταμένης τῆς διασκέψεως, οἱ μὲν μηδὲν νεωτερίζειν περὶ τὴν ἀρχῆθεν παραδοθεῖσαν πίστιν συνεβούλευον, καὶ μάλιστα οἷς τὸ τῶν τρόπων ἁπλοῦν ἀπεριέργως εἰσηγεῖτο προσίεσθαι τὴν εἰς τὸ θεῖον πίστιν· οἱ δὲ ἰσχυρίζοντο μὴ χρῆναι ἀβασανίστως ταῖς παλαιοτέραις δόξαις ἕπεσθαι. 1.17.7 Πολλοὶ δὲ τῶν τότε συνεληλυθότων ἐπισκόπων καὶ τῶν ἑπομένων αὐτοῖς κληρικῶν, δεινοὶ διαλέγεσθαι καὶ τὰς τοιαύτας μεθόδους τῶν λόγων ἠσκημένοι, διέπρεψαν καὶ βασιλεῖ γνώριμοι καὶ τοῖς ἀμφ' αὐτὸν ἐγένοντο. ἐξ ἐκείνου δὲ καὶ ᾿Αθανάσιος ὁ ᾿Αλεξανδρείας ἔτι τότε διάκονος ᾿Αλεξάνδρῳ τῷ ἐπισκόπῳ συνὼν πλεῖστον ἔδοξεν εἶναι μέρος τῆς περὶ ταῦτα βουλῆς. 1.18.1 Οὐ μὴν ἀλλὰ καί τινες τῶν παρ' ῞Ελλησι φιλοσόφων ἐπίτηδες τουτωνὶ τῶν διαλέξεων μετέσχον, οἱ μὲν ὅ τι ποτέ ἐστι τὸ δόγμα μανθάνειν σπουδάζοντες· οἱ δὲ προσφάτως ἀπόλλυσθαι τῆς ῾Ελληνικῆς θρησκείας ἀρχομένης ἀπεχθανόμενοι τοῖς Χριστιανοῖς τὴν περὶ τοῦ δόγματος ζήτησιν εἰς ἔριδας λόγων ἐνέβαλλον, ὥστε πρὸς ἑαυτὸ στασιάζειν καὶ ἐναντίον 1.18.2 δοκεῖν. λέγεται οὖν, ὥς τινος αὐτῶν ὑπὸ φιλοτιμίας λόγων κομπάζοντος καὶ τοῖς ἱερεῦσιν ἐπιτωθάζοντος οὐκ ἤνεγκε τὸν τῦφον γέρων ἁπλοῦς τις τῶν ἐν ὁμολογίαις εὐδοκιμησάντων· τοιούτων δὲ σκινδαλμῶν καὶ τερθρείας ἄμοιρος ὢν τὸν πρὸς αὐτὸν ἀνεδέξατο λόγον. ἐπὶ τούτῳ δὲ τοῖς μὲν προπετέσι τῶν εἰδότων τὸν ὁμολογητὴν γέλωτα ἐκίνησε τὸ πρᾶγμα, τοῖς δὲ ἐπιεικέσι δέος, προορωμένοις μὴ παρὰ ἀνδρὶ τεχνίτῃ λόγων γελοῖος φανείη. 1.18.3 ὅμως δ' οὖν συγχωρησάντων λέγειν ἃ βούλεται (ἀντιτείνειν γὰρ αὐτῷ τοιούτῳ ὄντι ἐπὶ πολὺ ᾐδοῦντο) «ἐν ὀνόματι», ἔφη, «᾿Ιησοῦ Χριστοῦ, φιλόσοφε ἄκουσον. εἷς ἐστι θεός, οὐρανοῦ καὶ γῆς καὶ πάντων τῶν ὁρωμένων καὶ ἀοράτων δημιουργός, ὁ πάντα ταῦτα τῇ δυνάμει τοῦ λόγου αὐτοῦ ποιήσας καὶ τῇ ἁγιωσύνῃ τοῦ πνεύματος αὐτοῦ στηρίξας. οὗτος οὖν ὁ λόγος», φησίν, «ὃν ἡμεῖς υἱὸν θεοῦ προσαγορεύομεν, ἐλεήσας τοὺς ἀνθρώπους τῆς πλάνης καὶ τῆς θηριώδους πολιτείας εἵλετο ἐκ γυναικὸς τεχθῆναι καὶ τοῖς ἀνθρώποις συνομιλῆσαι καὶ ἀποθανεῖν ὑπὲρ αὐτῶν· ἥξει δὲ πάλιν κριτὴς τῶν ἑκάστῳ βεβιωμένων. ταῦτα οὕτως ἔχειν ἀπεριέργως πιστεύομεν. μὴ τοίνυν μάτην πόνει τῶν πίστει κατορθουμένων ἐλέγχους ἐπιζητῶν καὶ τρόπον, ᾧ γενέσθαι ταῦτα ἢ μὴ γενέσθαι ἐνεδέχετο. ἀλλ' εἰ πιστεύεις, ἐρομένῳ μοι ἀποκρίνου.» 1.18.4 πρὸς ταῦτα καταπλαγεὶς ὁ φιλόσοφος «πιστεύω» φησί. καὶ τῆς ἥττης χάριν ὁμολογήσας τὰ αὐτὰ τῷ πρεσβύτῃ ἐδόξαζε καὶ τοῖς πρότερον ὁμοίως διακειμένοις ὁμοφρονεῖν συνεβούλευεν, οὐκ ἀθεεὶ μετατεθεῖσθαι ἐπομνύμενος, ἀλλ' ἀφράστῳ τινὶ δυνάμει χριστιανίσαι προτραπείς. 1.18.5 Λέγεται δὲ τῷ εἰρημένῳ παραπλήσιον γενέσθαι θαῦμα δι' ᾿Αλεξάνδρου τοῦ ἐπιτροπεύσαντος τὴν Κωνσταντινουπόλεως ἐκκλησίαν. ἡνίκα γὰρ παρεγένετο Κωνσταντῖνος εἰς τὸ Βυζάντιον, προσελθόντες αὐτῷ φιλόσοφοί τινες ἐμέμφοντο ὡς οὐ δεόντως θρησκεύοι καὶ περὶ τὰ θεῖα νεωτερίζοι καινὸν εἰσάγων σέβας τῇ πολιτείᾳ παρὰ τὰ νενομισμένα τοῖς αὐτοῦ προγόνοις καὶ πᾶσιν, ὅσους ῾Ελλήνων τε καὶ ῾Ρωμαίων ἡγεμόνας ὁ παρελθὼν αἰὼν ἤνεγκε· 1.18.6 καὶ ἐζήτουν διαλεχθῆναι ᾿Αλεξάνδρῳ τῷ ἐπισκόπῳ περὶ τοῦ δόγματος. ὁ δὲ καίπερ ὢν τοιαύτης γυμνασίας λόγων ἀτριβής, ἴσως δὲ τῷ βίῳ πεποιθώς (ἐγένετο γὰρ καλὸς καὶ ἀγαθός) ὑπέστη τὸν ἀγῶνα τοῦ βασιλέως προστάξαντος. συνελθόντων δὲ τῶν φιλοσόφων, ἐπειδὴ πάντες διαλέγεσθαι ἠβούλοντο, ἕνα αὐτοὺς αἱρεῖσθαι ὃν θέλουσιν ἠξίου, τοὺς δὲ ἄλλους παρόντας ἡσυχίαν 1.18.7 ἄγειν. ἀναδεξαμένου δὲ ἑνὸς τὸν λόγον «ἐν ὀνόματι ᾿Ιησοῦ Χριστοῦ», ἔφη πρὸς αὐτὸν ᾿Αλέξανδρος, «ἐπιτάττω σοι μὴ λαλεῖν.» ἅμα δὲ τῷ λόγῳ καὶ ὁ ἄνθρωπος αὐτίκα τὸ