22
ἐκκλησίας παράδοσιν τοὺς μὲν ἀγάμους τοῦ ἱερατικοῦ τάγματος κοινωνήσαντας μηκέτι γαμεῖν, τοὺς δὲ μετὰ γάμον ὧν ἔχουσι γαμετῶν μὴ χωρίζεσθαι. καὶ ταῦτα μὲν ὁ Παφνούτιος, καίπερ ἄπειρος ὢν γάμου, εἰση1.23.5 γήσατο. ἐπῄνεσε δὲ καὶ ἡ σύνοδος τὴν βουλὴν καὶ περὶ τούτου οὐδὲν ἐνομοθέτησεν, ἀλλὰ τῇ ἑκάστου γνώμῃ τὸ πρᾶγμα, οὐκ ἐν ἀνάγκῃ ἔθετο. περὶ δὲ τῶν ἄλλων, ᾗπερ αὐτῇ καλῶς ἔχειν ἐδόκει, νόμους ἀνεγράψατο, καθ' οὓς πολιτεύεσθαι προσήκει τὰ τῆς ἐκκλησίας πράγματα. ἀλλὰ τούτοις μέν, εἴ τῳ φίλον, ῥᾴδιον ἐντυχεῖν παρὰ πολλοῖς φερομένοις. 1.24.1 ᾿Εξετασθέντων δὲ καὶ τῶν κατὰ Μελίτιον ἀνὰ τὴν Αἴγυπτον συμβάντων κατεδίκασεν αὐτὸν ἡ σύνοδος ἐν τῇ Λυκῷ διατρίβειν ψιλὸν ὄνομα ἐπισκοπῆς ἔχοντα, τοῦ δὲ λοιποῦ μήτε ἐν πόλει μήτε ἐν κώμῃ χειροτονεῖν· τοὺς δὲ ἤδη παρ' αὐτοῦ καταστάντας κοινωνεῖν καὶ λειτουργεῖν, δευτερεύειν δὲ ταῖς τιμαῖς 1.24.2 τῶν ἐν ἑκάστῃ ἐκκλησίᾳ καὶ παροικίᾳ κληρικῶν. ἐπαναβαίνειν δὲ ταῖς τάξεσι τῶν προτελευτώντων, εἰ ψήφῳ τοῦ πλήθους ἄξιοι φανεῖεν, ἐπιχειροτονοῦντος τοῦ ἐπισκόπου τῆς ᾿Αλεξανδρέων ἐκκλησίας· μὴ ἐξεῖναι δὲ αὐτοῖς 1.24.3 ἐπιλέγεσθαι κατὰ γνώμην ἰδίαν οὓς ἂν ἐθέλωσιν. ἐφάνη δὲ τοῦτο τῇ συνόδῳ δίκαιον, λογιζομένῃ τὸ προπετὲς καὶ ἕτοιμον εἰς χειροτονίαν Μελιτίου καὶ τῶν τὰ αὐτὰ φρονούντων, ὥστε καὶ Πέτρου τοῦ μαρτυρήσαντος, ἡνίκα ἡγεῖτο τῆς ᾿Αλεξανδρέων ἐκκλησίας, φεύγοντος διὰ τὸν τότε διωγμόν, τὰς διαφερούσας αὐτῷ χειροτονίας ὑφήρπασε. 1.25.1 Τούτων ὧδε δοξάντων τῇ συνόδῳ ξυνηνέχθη κατὰ ταὐτὸν ἑορτὴν εἶναι εἰκοσαετηρίδα τῆς Κωνσταντίνου βασιλείας. ἔθος δὲ ῾Ρωμαίοις δημοτελῆ πανήγυριν ἄγειν καθ' ἑκάστην δεκαετίαν τῆς τοῦ κρατοῦντος ἀρχῆς. εὔκαιρον οὖν εἶναι νομίσας ὁ βασιλεὺς προετρέψατο τότε τὴν σύνοδον εἰς ἑστίασιν 1.25.2 καὶ τοῖς προσήκουσι δώροις ἐτίμησεν. ἐπεὶ δὲ οἴκαδε ἐπανιέναι παρεσκευάσαντο, συγκαλέσας ἅπαντας συνεβούλευσεν ὁμονοεῖν περὶ τὴν πίστιν καὶ τῆς πρὸς σφᾶς αὐτοὺς εἰρήνης ἔχεσθαι, ὡς ἂν ἀστασίαστοι τοῦ λοιποῦ 1.25.3 διαμένοιεν. καὶ πολὺν περὶ τούτου λόγον διεξελθὼν τὸ τελευταῖον ἐκέλευεν ὑπὲρ ἑαυτοῦ καὶ παίδων καὶ βασιλείας εὔχεσθαι σπουδαίως καὶ τὸν θεὸν ἱκετεύειν ἑκάστοτε. καὶ πρὸς μὲν τοὺς τότε ἀφικομένους εἰς Νίκαιαν 1.25.4 τοιαῦτα εἰπὼν συνετάξατο. δῆλα δὲ ποιῶν καὶ τοῖς μὴ παροῦσι τὰ ἐν τῇ συνόδῳ κατωρθωμένα, γράμματα πέπομφε ταῖς κατὰ πόλιν ἐκκλησίαις, τῇ δὲ ᾿Αλεξανδρέων ἰδίᾳ ἕτερα παρὰ ταῦτα, προτρέπων πάσης ἀφεμένους διχονοίας ὁμονοῆσαι περὶ τὴν ἐκτεθεῖσαν παρὰ τῆς συνόδου πίστιν· μηδὲν γὰρ ἕτερον εἶναι ταύτην ἢ θεοῦ γνώμην ἐκ συμφωνίας τηλικούτων καὶ τοσούτων ἱερέων ἁγίῳ πνεύματι συστᾶσαν μετά <τε> ζήτησιν ἀκριβῆ καὶ βάσανον πάντων τῶν ἀμφιβόλων δοκιμασθεῖσαν.
2.τ.1 ΤΟΥ ΑΥΤΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ∆ΕΥΤΕΡΟΣ 2.1.1 Τὰ μὲν δὴ κατὰ Νίκαιαν μέχρι τούτου τέλος ἔσχε, καὶ τῶν ἱερέων
ἕκαστος οἴκαδε ἐπανῆλθον. ὁ δὲ βασιλεὺς ὑπερφυῶς ἔχαιρε συμφωνοῦσαν ὁρῶν περὶ τὸ δόγμα τὴν καθόλου ἐκκλησίαν· χαριστήριά τε ἀνατιθεὶς τῷ θεῷ ὑπὲρ τῆς ὁμονοίας τῶν ἐπισκόπων, ὑπέρ τε αὐτοῦ καὶ παίδων καὶ τῆς βασιλείας, ᾠήθη δεῖν οἶκον εὐκτήριον τῷ θεῷ κατασκευάσαι ἐν ῾Ιεροσολύμοις 2.1.2 ἀμφὶ τὸν καλούμενον Κρανίου τόπον. περὶ δὲ τὸν αὐτὸν χρόνον καὶ ῾Ελένη ἡ αὐτοῦ μήτηρ ἧκεν εἰς ῾Ιεροσόλυμα εὔξασθαί τε καὶ τοὺς ἐνθάδε ἱεροὺς ἱστορῆσαι τόπους. εὐλαβῶς δὲ περὶ τὸ δόγμα τῶν Χριστιανῶν διακειμένη περὶ πολλοῦ ἐποιεῖτο τοῦ σεβασμίου σταυροῦ τὸ ξύλον ἐξευρεῖν. 2.1.3 ἦν δὲ οὔτε τούτου οὔτε τοῦ θεσπεσίου τάφου ἡ εὕρεσις ῥᾳδία. οἱ γὰρ πάλαι τὴν ἐκκλησίαν διώξαντες ῞Ελληνες ἔτι φύεσθαι ἀρχομένην τὴν