27
ἕτερον πράττεσθαι ἢ τὸν θεὸν θρησκεύειν κατὰ τὸν τῆς ἐκκλησίας νόμον. 2.4.8 εἰ δὲ τὰ πρότερόν τις ἐπιχειρῶν ἁλοίη, τοὺς ἐπισκόπους μηνύειν, ὥστε αὐτῷ μεγίστην τιμωρίαν ἐπαγαγεῖν. κατὰ ταύτην τὴν βασιλέως ἐπιστολὴν ἄρχοντες καὶ ἱερεῖς Χριστοῦ ἔργῳ τὰ προστεταγμένα παρέδοσαν. 2.5.1 ᾿Επειδὴ δὲ πολλοὶ δῆμοι καὶ πόλεις ἀνὰ πᾶσαν τὴν ὑπήκοον, εἰσέτι δεῖμα καὶ σέβας ἔχοντες τῆς περὶ τὰ ξόανα φαντασίας, ἀπεστρέφοντο τὸ δόγμα τῶν Χριστιανῶν, ἀρχαιότητός τε ἐπεμελοῦντο καὶ τῶν πατρίων ἐθῶν καὶ πανηγύρεων, ἀναγκαῖον αὐτῷ ἐφάνη παιδεῦσαι τοὺς ἀρχομένους ἀμελεῖν τῶν θρησκευομένων. εἶναι δὲ τοῦτο εὐπετές, εἰ πρῶτον αὐτοὺς ἐθίσειε 2.5.2 καταφρονεῖν τῶν ναῶν καὶ τῶν ἐν αὐτοῖς ἀγαλμάτων. ἐννοηθέντι δὲ ταῦτα στρατιωτικῆς χειρὸς οὐκ ἐδέησεν, ἀλλ' ἄνδρες Χριστιανοὶ ἐν τοῖς βασιλείοις ἐπετέλουν τὰ δόξαντα διαβάντες τὰς πόλεις ἅμα γράμμασι βασιλικοῖς. οἱ μὲν γὰρ δῆμοι περὶ αὐτῶν καὶ παίδων καὶ γυναικῶν δεδιότες, μή τι κακὸν πάθωσιν ἐναντιούμενοι, ἡσυχίαν ἦγον. γυμνωθέντες δὲ τῆς τοῦ πλήθους ῥοπῆς οἱ νεωκόροι καὶ οἱ ἱερεῖς προὔδωκαν τὰ παρ' αὐτοῖς τιμιώτατα καὶ τὰ διοπετῆ καλούμενα, καὶ δι' ἑαυτῶν ταῦτα προῆγον ἐκ τῶν 2.5.3 ἀδύτων καὶ τῶν ἐν τοῖς ναοῖς κρυφίων μυχῶν. βατά τε λοιπὸν ἦν τοῖς θέλουσι τὰ πρὶν ἄβατα καὶ μόνοις ἱερεῦσιν ἐγνωσμένα· τῶν δ' αὖ ξοάνων τὰ ὄντα τιμίας ὕλης καὶ τῶν ἄλλων, ὅσον ἐδόκει χρήσιμον εἶναι, πυρὶ διεκρίνετο καὶ δημόσια ἐγίνετο χρήματα, τὰ δὲ ἐν χαλκῷ θαυμασίως εἰργασμένα πάντοθεν εἰς τὴν ἐπώνυμον πόλιν τοῦ αὐτοκράτορος μετεκομίσθη πρὸς 2.5.4 κόσμον· καὶ εἰσέτι νῦν δημοσίᾳ ἵδρυνται κατὰ τὰς ἀγυιὰς καὶ τὸν ἱππόδρομον καὶ τὰ βασίλεια τὰ μὲν τοῦ Πυθίασι μαντικοῦ ᾿Απόλλωνος καὶ Μοῦσαι αἱ ῾Ελικωνιάδες καὶ οἱ ἐν ∆ελφοῖς τρίποδες καὶ ὁ Πὰν ὁ βοώμενος, ὃν Παυσανίας ὁ Λακεδαιμόνιος καὶ αἱ ῾Ελληνίδες πόλεις ἀνέθεντο μετὰ τὸν πρὸς Μήδους πόλεμον. νεῶν δὲ οἱ μὲν θυρῶν, οἱ δὲ ὀρόφων ἐγυμνώθησαν, 2.5.5 οἱ δὲ καὶ ἄλλως ἀμελούμενοι ἠρείποντό τε καὶ διεφθείροντο. κατεσκάφησαν δὲ τότε καὶ ἄρδην ἠφανίσθησαν ὁ ἐν Αἰγαῖς τῆς Κιλικίας ᾿Ασκληπιοῦ ναὸς καὶ ὁ ἐν ᾿Αφάκοις τῆς ᾿Αφροδίτης παρὰ τὸν Λίβανον τὸ ὄρος καὶ ῎Αδωνιν τὸν ποταμόν. ἄμφω δὲ ἐπισημοτάτω νεὼ ἐγενέσθην καὶ σεβασμίω τοῖς πάλαι, καθότι Αἰγεᾶται μὲν ηὔχουν τοὺς κάμνοντας τὰ σώματα νόσων ἀπαλλάττεσθαι παρ' αὐτοῖς, ἐπιφαινομένου νύκτωρ καὶ ἰωμένου τοῦ δαίμονος· ἐν ᾿Αφάκοις δὲ κατ' ἐπίκλησίν τινα καὶ ῥητὴν ἡμέραν ἀπὸ τῆς ἀκρωρείας τοῦ Λιβάνου πῦρ διαΐσσον καθάπερ ἀστὴρ εἰς τὸν παρακείμενον ποταμὸν ἔδυνεν. ἔλεγον δὲ τοῦτο τὴν Οὐρανίαν εἶναι, ὡδὶ τὴν ᾿Αφροδίτην καλοῦν2.5.6 τες. τούτων οὕτω συμβάντων κατὰ σκοπὸν προὐχώρει τῷ βασιλεῖ τὸ σπουδαζόμενον. οἱ μὲν γὰρ τὰ πρὶν σεμνὰ καὶ φοβερὰ εἰκῇ ἐρριμμένα καὶ καλάμης καὶ φορυτοῦ ἔνδοθεν βεβυσμένα ὁρῶντες εἰς καταφρόνησιν ἦλθον τῶν προτέρων σεβασμίων καὶ πλάνην τοῖς προγόνοις ἐμέμφοντο, οἱ δὲ ζηλώσαντες τοὺς Χριστιανοὺς τῆς παρὰ τῷ βασιλεῖ τιμῆς ἀναγκαῖον ᾠήθησαν τὰ τοῦ κρατοῦντος ἤθη μιμήσασθαι. ἄλλοι δὲ καθέντες ἑαυτοὺς εἰς διάσκεψιν τοῦ δόγματος ἢ σημείοις ἢ ὀνείρασιν ἢ ἐπισκόπων ἢ μοναχῶν συνου2.5.7 σίαις ἐδοκίμασαν ἄμεινον εἶναι χριστιανίζειν. ἐξ ἐκείνου τε δῆμοι καὶ πόλεις ἑκοντὶ τῆς προτέρας μετέθεντο γνώμης· ἡνίκα δὴ τὸ ἐπίνειον τῆς Γαζαίων πόλεως, ὃ Μαϊουμᾶν προσαγορεύουσιν, εἰσάγαν δεισιδαιμονοῦν καὶ τὰ ἀρχαῖα πρὸ τούτου θαυμάζον εἰς Χριστιανισμὸν ἀθρόον πανδημεὶ 2.5.8 μετέβαλεν. ἀμειβόμενος δὲ αὐτοὺς τῆς εὐσεβείας ὁ βασιλεὺς πλείστης τιμῆς ἠξίωσε καὶ πόλιν οὐ πρότερον ὂν τὸ χωρίον ἀπέφηνε, καὶ Κωνστάντιαν ἐπωνόμασε, τῷ τιμιωτάτῳ τῶν παίδων γεραίρων τὸν τόπον διὰ τὴν θρησκείαν. ἐκ τοιαύτης δὲ αἰτίας καὶ Κωνσταντίναν τὴν παρὰ Φοίνιξιν ἔγνων ἐπιγράψα2.5. σθαι τὴν τοῦ βασιλέως ἐπωνυμίαν. ἀλλὰ γὰρ ἕκαστα συγγράφειν οὐκ εὐχερές· πλεῖσται γὰρ δὴ καὶ ἄλλαι πόλεις τηνικαῦτα πρὸς τὴν θρησκείαν ηὐτομόλησαν καὶ αὐτόματοι βασιλέως μηδὲν ἐπιτάττοντος τοὺς παρ'