28
αὐτοῖς ναοὺς καὶ ξόανα καθεῖλον καὶ εὐκτηρίους οἴκους ᾠκοδόμησαν. 2.6.1 Πληθυνούσης δὲ τῆς ἐκκλησίας τοῦτον τὸν τρόπον ἀνὰ πᾶσαν τὴν ῾Ρωμαίων οἰκουμένην, καὶ δι' αὐτῶν τῶν βαρβάρων ἡ θρησκεία ἐχώρει. ἤδη γὰρ τά τε ἀμφὶ τὸν ῾Ρῆνον φῦλα ἐχριστιάνιζον, Κελτοί τε καὶ οἳ Γαλατῶν ἔνδον τελευταῖοι τὸν ὠκεανὸν προσοικοῦσι, καὶ Γότθοι, καὶ ὅσοι τούτοις ὅμοροι τὸ πρὶν ἦσαν ἀμφὶ τὰς ὄχθας ῎Ιστρου ποταμοῦ, πάλαι μετασχόντες τῆς εἰς Χριστὸν πίστεως ἐπὶ τὸ ἡμερώτερον καὶ λογικὸν μεθηρμόσαντο. 2.6.2 πᾶσι δὲ βαρβάροις σχεδὸν πρόφασις συνέβη πρεσβεύειν τὸ δόγμα τῶν Χριστιανῶν οἱ γενόμενοι κατὰ καιρὸν πόλεμοι ῾Ρωμαίοις καὶ τοῖς ἀλλοφύλοις ἐπὶ τῆς Γαλλιήνου ἡγεμονίας καὶ τῶν μετ' αὐτὸν βασιλέων. ἐπεὶ γὰρ τότε πλῆθος ἄφατον μιγάδων ἐθνῶν ἐκ τῆς Θρᾴκης περαιωθὲν τὴν ᾿Ασίαν κατέδραμεν ἄλλοι τε ἀλλαχῇ βάρβαροι ταὐτὸν εἰργάσαντο τοὺς παρακειμένους ῾Ρωμαίους, πολλοὶ τῶν ἱερέων τοῦ Χριστοῦ αἰχμάλωτοι γενόμενοι σὺν 2.6.3 αὐτοῖς ἦσαν. ὡς δὲ τοὺς αὐτόθι νοσοῦντας ἰῶντο καὶ τοὺς δαιμονῶντας ἐκάθαιρον Χριστὸν μόνον ὀνομάζοντες καὶ υἱὸν θεοῦ ἐπικαλούμενοι, προσέτι δὲ καὶ πολιτείαν ἄμεμπτον ἐφιλοσόφουν καὶ ταῖς ἀρεταῖς τὸν μῶμον ἐνίκων, θαυμάσαντες οἱ βάρβαροι τοὺς ἄνδρας τοῦ βίου καὶ τῶν παραδόξων ἔργων εὖ φρονεῖν συνεῖδον καὶ τὸν θεὸν ἵλεων ἔχειν, εἰ τοὺς ἀμείνους φανέντας μιμήσαιντο καὶ ὁμοίως αὐτοῖς τὸ κρεῖττον θεραπεύοιεν. προβαλλόμενοι οὖν αὐτοὺς τοῦ πρακτέου καθηγητὰς ἐδιδάσκοντο καὶ ἐβαπτίζοντο, καὶ ἀκολούθως ἐκκλησίαζον. 2.7.1 ᾿Επὶ δὲ τῆς προκειμένης βασιλείας λέγεται τοὺς ῎Ιβηρας τὸν Χριστὸν ἐπιγνῶναι. ἔθνος δὲ τοῦτο βάρβαρον μέγα τε καὶ μαχιμώτατον, οἰκεῖ δὲ τῆς ᾿Αρμενίων ἐνδότερον πρὸς ἄρκτον. παρεσκεύασε δὲ αὐτοὺς τῆς πατρῴας θρησκείας ὑπεριδεῖν Χριστιανὴ γυνὴ αἰχμάλωτος· ἣ δὴ πιστοτάτη καὶ θεοσεβὴς ἄγαν οὖσα οὐδὲ παρὰ τοῖς ἀλλοφύλοις καθυφῆκε τῆς συνήθους πολιτείας. φίλον δέ τι αὐτῇ χρῆμα ἐτύγχανε νηστεία καὶ νύκτωρ καὶ μεθ' ἡμέραν εὔχεσθαι καὶ τὸν θεὸν εὐλογεῖν. οἱ δὲ βάρβαροι ἐπυνθάνοντο μὲν ὅτου χάριν τοῦτο ὑπομένοι· τῆς δὲ ἁπλούστερον λεγούσης οὕτω χρῆναι σέβειν τὸν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ, ξένον αὐτοῖς ἐδόκει καὶ τοῦ θρησκευο2.7.2 μένου τὸ ὄνομα καὶ τῆς θρησκείας ὁ τρόπος. συμβὰν δὲ μειράκιον ἐνταῦθα δεινῶς ἀσθενεῖν, περιφέρουσα καθ' ἕκαστον οἶκον ἡ μήτηρ ἐπεδείκνυ· ἔθος γὰρ ῎Ιβηρσι τοῦτο ποιεῖν, ἵν' εἴ τις εὑρεθείη τοῦ νοσήματος ἰατρός, εὐπό2.7.3 ριστος γένηται τοῖς κάμνουσιν ἡ τοῦ πάθους ἀπαλλαγή. ἐπεὶ δὲ μηδαμοῦ θεραπευθὲν καὶ παρὰ τὴν αἰχμάλωτον ἐκομίσθη τὸ παιδίον, «φαρμάκων μέν», ἔφη, «οὔτε χριστῶν οὔτε ἐπιπλάστων εἴδησιν ἢ πεῖραν ἔχω· πιστεύω δὲ τὸν Χριστὸν ὃν σέβω, τὸν ἀληθινὸν καὶ μέγαν θεόν, σωτῆρα τοῦ σοῦ παιδὸς γενέσθαι, ὦ γύναι.» παραχρῆμά τε ὑπὲρ αὐτοῦ εὐξαμένη τῆς 2.7.4 νόσου ἀπήλλαξεν αὐτὸν ὅσον οὔπω τεθνήξεσθαι προσδοκώμενον. οὐ πολλῷ δὲ ὕστερον καὶ τὴν γαμετὴν τοῦ κρατοῦντος τοῦ ἔθνους ἀνιάτῳ πάθει διόλλυσθαι μέλλουσαν τῷ ἴσῳ τρόπῳ διέσωσε, καὶ τὴν τοῦ Χριστοῦ γνῶσιν ἐπαίδευσεν, ὑγείας ταμίαν καὶ ζωῆς καὶ βασιλείας καὶ πάντων κύριον αὐτὸν εἰσηγουμένη. καὶ ἡ μὲν τῇ πείρᾳ τοῦ ἐπ' αὐτῇ συμβεβηκότος ἀληθεῖς εἶναι πιστεύσασα τοὺς τῆς αἰχμαλώτου λόγους, τὴν Χριστιανῶν θρησκείαν ἐπρέ2.7.5 σβευε καὶ διὰ πολλῆς τιμῆς εἶχε τὴν ἄνθρωπον. ὁ δὲ βασιλεὺς θαυμάσας τὸ ταχὺ καὶ παράδοξον τῆς πίστεως καὶ ἰάσεως ἔμαθε τὴν αἰτίαν παρὰ τῆς γαμετῆς καὶ δώροις ἐκέλευσεν ἀμείβεσθαι τὴν αἰχμάλωτον. «ἀλλὰ τούτων», ἔφη ἡ βασιλίς, «ὀλίγος αὐτῇ λόγος, κἂν πάνυ τίμια νομίζηται· μόνην δὲ περὶ πολλοῦ ποιεῖται τὴν εἰς τὸν ἴδιον θεὸν θεραπείαν. ἢν οὖν αὐτῇ χαριεῖσθαι βουλοίμεθα καὶ ἀσφαλῶς πράττειν καὶ καλῶς σπουδάζοιμεν, ἄγε δὴ καὶ ἡμεῖς τοῦτον σεβώμεθα, κραταιὸν θεὸν ὄντα καὶ σωτῆρα καὶ βασιλέας, ἢν βούληται, ἐν οἷς εἰσι διαμένειν ποιοῦντα, πάλιν τ' αὖ ἱκανὸν ῥᾳδίως τοὺς μεγάλους μικροὺς ἀποφαίνειν καὶ τοὺς ἀδόξους ἐπιφανεῖς καὶ