1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

29

τοὺς 2.7.6 ἐν δεινοῖς ὄντας σῴζειν.» τοιαῦτα πολλάκις εὖ λέγειν δοκούσης τῆς γυναικὸς ἀμφίβολος ἦν ὁ τῆς ᾿Ιβηρίας ἡγούμενος καὶ οὐ πάνυ ἐπείθετο, τοῦ πράγματος τὸ νεώτερον ὑπονοῶν καὶ τὴν πατρῴαν θρησκείαν αἰδούμενος. μετ' οὐ πολὺ δὲ ἅμα τοῖς ἀμφ' αὐτὸν εἰς ὕλην ἐλθὼν ἐθήρα. ἐξαπίνης οὖν ἀχλὺς πυκνοτάτη καὶ παχὺς ἀὴρ ἐπιχυθεὶς αὐτοῖς πάντοθεν τὸν οὐρανὸν καὶ τὸν ἥλιον ἐκάλυψε· νὺξ δὲ βαθεῖα καὶ σκότος πολὺ τὴν ὕλην κατεῖχεν. 2.7.7 ἐνταῦθα δὲ περὶ ἑαυτῷ δείσας ἕκαστος διεσκεδάσθησαν ἀλλήλων. ὁ δὲ βασιλεὺς μόνος ἀλώμενος, οἷα φιλεῖ συμβαίνειν τοῖς ἀνθρώποις ἀμηχανοῦσιν ἐν τοῖς δεινοῖς, ἐνενοήθη τὸν Χριστόν· καὶ θεὸν αὐτὸν ἡγεῖσθαι καὶ τοῦ λοιποῦ σέβειν κατὰ νοῦν ἐδοκίμασεν, εἰ τὸ παρὸν διαφύγοι κακόν. ἔτι δὲ αὐτοῦ ταῦτα ἐνθυμουμένου παραχρῆμα διελύθη ἡ ἀχλὺς καὶ ὁ ἀὴρ εἰς αἰθρίαν 2.7.8 μετέβαλεν, ἐμβαλούσης τε τῆς ἀκτῖνος τῇ ὕλῃ διεσώθη ἐνθάδε. καὶ τὸ συμβὰν τῇ γαμετῇ κοινωσάμενος μετεπέμψατο τὴν αἰχμάλωτον καὶ τίνα τρόπον προσήκει τὸν Χριστὸν θρησκεύειν ἐκέλευσε διδάσκειν. τῆς δὲ ὅσα γυναικὶ θέμις λέγειν τε καὶ ποιεῖν εἰσηγησαμένης ἀγείρας τοὺς ὑπηκόους ἐκεῖνος τὰς συμβάσας αὐτῷ τε καὶ τῇ γαμετῇ θείας εὐεργεσίας εἰς κοινὸν ἐξήγγειλε· μήπω δὲ μυηθεὶς τὰ περὶ τοῦ δόγματος μετέδωκε τοῖς ἀρχομένοις· καὶ τὸν Χριστὸν πανδημεὶ σέβειν πείθουσιν, αὐτὸς μὲν τοὺς ἄνδρας, 2.7. ἡ δὲ βασίλισσα ἅμα τῇ αἰχμαλώτῳ τὰς γυναῖκας. καὶ ἐν τάχει κοινῇ συνθήκῃ παντὸς τοῦ ἔθνους φιλοτιμότατα παρεσκευάσαντο ἐκκλησίαν οἰκοδομεῖν. ἐπεὶ δὲ κύκλῳ τοῦ νεὼ τὸν περίβολον ἤγειραν, στήσαντες μηχανὰς ἀνίμων τοὺς κίονας καὶ ἐπὶ τῶν βάσεων ἐστήριζον. λέγεται δὲ τοῦ τε πρώτου καὶ δευτέρου ὀρθωθέντος ἐργώδη γενέσθαι τοῦ τρίτου κίονος τὴν στάσιν καὶ μήτε τέχνῃ τῶν ἐπιστημόνων κατορθωθῆναι μήτε ἰσχύι βιασθῆναι, 2.7.10 καίπερ πολλῶν ὄντων τῶν ἑλκόντων. ἑσπέρας δὲ ἐπιγενομένης μόνη ἡ αἰχμάλωτος αὐτόθι διενυκτέρευεν ἱκετεύουσα τὸν θεὸν εὐπετῆ γενέσθαι τῶν κιόνων τὴν διόρθωσιν, οἱ δὲ ἄλλοι πάντες ἀνεχώρησαν δυσφοροῦντες καὶ μάλιστα ὁ βασιλεύς· ὀρθωθεὶς γὰρ μέχρι τοῦ μέσου ὁ κίων ἐγκάρσιος ἔμενε καὶ τῷ ἐδάφει ἐμπαγεὶς ἐκ τῆς κάτωθεν ἀρχῆς ἀκίνητος ἦν. ἔμελλε δὲ διὰ τοῦτο ἢ τὰ πρὸ τούτου παράδοξα βεβαιοτέρους καὶ περὶ τὸ θεῖον ποιήσειν 2.7.11 τοὺς ῎Ιβηρας. περὶ γὰρ τὴν ἕω παραγενομένων αὐτῶν εἰς τὴν ἐκκλησίαν- θαυμάσιόν τι χρῆμα καὶ ὀνείρῳ προσεοικός-ὀρθὸς ἐφάνη ὁ τῇ προτεραίᾳ ἀκίνητος κίων ἀπὸ μικροῦ διαστήματος ἐπὶ τῆς ἰδίας βάσεως αἰωρούμενος. καταπλαγέντων δὲ πάντων καὶ μόνον εἶναι θεὸν ἀληθινὸν συνομολογούντων τὸν Χριστόν, θεωμένων πάντων ἡσυχῇ διολισθήσας αὐτομάτως ὡς ἀπὸ τέχνης τῇ βάσει προσηρμόσθη. μετὰ δὲ ταῦτα εὐπετῶς οἱ ἄλλοι ὠρθώθησαν, 2.7.12 καὶ προθυμότερον οἱ ῎Ιβηρες τὰ λοιπὰ ἐπετέλουν. σπουδῇ δὲ τῆς ἐκκλησίας οἰκοδομηθείσης, ὑποθεμένης τῆς αἰχμαλώτου πέμπουσι πρέσβεις πρὸς Κωνσταντῖνον τὸν βασιλέα ῾Ρωμαίων συμμαχίαν καὶ σπονδὰς φέροντας, ἀντὶ δὲ τούτων ἱερέας τῷ ἔθνει ἀποσταλῆναι δεομένους. διεξελθόντων δὲ τῶν πρέσβεων, οἷα παρ' αὐτοῖς συνέβη, καὶ ὡς τὸ πᾶν ἔθνος ἐν ἐπιμελείᾳ πολλῇ σέβει τὸν Χριστόν, ἥσθη τῇ πρεσβείᾳ ὁ ῾Ρωμαίων βασιλεύς, καὶ πάντα κατὰ γνώμην πράξαντας τοὺς πρέσβεις ἀπέπεμψεν. ὧδε μὲν ῎Ιβηρες τὸν Χριστὸν ἐπέγνωσαν, καὶ εἰσέτι νῦν ἐπιμελῶς σέβουσιν. 2.8.1 [᾿Εφεξῆς δὲ καὶ διὰ τῶν ὁμόρων φυλῶν τὸ δόγμα διέβη καὶ εἰς πλῆθος ἐπέδωκεν.] ᾿Αρμενίους δὲ πάλιν πρότερον ἐπυθόμην χριστιανίσαι. λέγεται γὰρ Τηριδάτην τὸν ἡγούμενον τότε τοῦ ἔθνους ἔκ τινος παραδόξου θεοσημείας συμβάσης περὶ τὸν αὐτοῦ οἶκον ἅμα τε Χριστιανὸν γενέσθαι καὶ πάντας τοὺς ἀρχομένους ὑφ' ἑνὶ κηρύγματι προστάξαι ὁμοίως θρησκεύειν. 2.8.2 ᾿Εφεξῆς δὲ καὶ διὰ τῶν ὁμόρων φυλῶν τὸ δόγμα διέβη καὶ εἰς πλῆθος ἐπέδωκε. καὶ Περσῶν δὲ χριστιανίσαι τὴν ἀρχὴν ἡγοῦμαι, ὅσοι προφάσει τῆς ᾿Οσροηνῶν καὶ ᾿Αρμενίων ἐπιμιξίας, ὡς εἰκός, τοῖς αὐτόθι θείοις ἀν-δράσιν ὡμίλησαν καὶ τῆς αὐτῶν ἀρετῆς