1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

33

ὑπηρετεῖτο καὶ τὰς συμφορὰς αὐτῷ ἐκούφιζεν, ὡς ἐνῆν, καὶ τὰς πληγὰς ἐθεράπευε. μετ' οὐ πολὺ δὲ τῆς συλλήψεως ἱμᾶσιν ὠμοῖς χαλεπῶς αὐτὸν ἐβασάνισαν οἱ μάγοι βιαζόμενοι προσκυνῆσαι τὸν ἥλιον· ὡς δὲ οὐκ εἶξε, πάλιν αὐτὸν 2.13.3 ἐν δεσμοῖς εἶχον. κατ' ἐκεῖνο δὲ καιροῦ καὶ ᾿Αειθαλᾶς καὶ ᾿Ιάκωβος πρεσβύτεροι, ᾿Αζαδάνης τε καὶ ᾿Αβδιησοῦς διάκονοι διὰ τὸ δόγμα δεσμωτή-ριον ᾤκουν, χαλεπώτατα ὑπὸ τῶν μάγων μαστιγωθέντες. χρόνου δὲ πολλοῦ παρελθόντος ἐκοινώσατο περὶ αὐτῶν βασιλεῖ ὁ μέγας ἀρχίμαγος. καὶ ἐπιτραπεὶς ὡς βούλεται τιμωρήσασθαι αὐτούς, εἰ μὴ τὸν ἥλιον προσκυνήσουσι, 2.13.4 δήλην τοῖς ἐν τῷ δεσμωτηρίῳ ἐποιήσατο τὴν Σαβώρου πρόσταξιν. ὡς δὲ ἀναφανδὸν ἀπεκρίναντο μήποτε σφᾶς προδότας φανήσεσθαι τοῦ Χριστοῦ μηδὲ τὸν ἥλιον προσκυνήσειν, ἀφειδῶς αὐτοὺς ἐβασάνισε. καὶ ᾿Ακεψιμᾶς μὲν ἐν ταῖς τοῦ δόγματος ὁμολογίαις ἀνδρεῖος διαμείνας ἐτελεύτησε. τινὲς δὲ τῶν ἐξ ᾿Αρμενίας παρὰ Πέρσαις ὁμήρων τὸ λείψανον αὐτοῦ λάθρα ἀνε2.13.5 λόμενοι ἔθαψαν. οἱ δὲ ἄλλοι, καίπερ οὐχ ἧττον μαστιγωθέντες, παραδόξως ἔζων· καὶ μὴ μεταθέμενοι τῆς γνώμης πάλιν ἐν δεσμοῖς ἐγένοντο. σὺν αὐτοῖς δὲ ἦν καὶ ᾿Αειθαλᾶς, ὃς ἐν τῷ τύπτεσθαι τεινόμενος, ὑπὸ τοῦ ἄγαν ἑλκυσμοῦ ἀπὸ τῶν ὤμων διεσπάσθη τοὺς βραχίονας καὶ νεκρὰς καὶ μόνον ᾐωρημένας τὰς χεῖρας περιέφερεν, ὡς ἄλλους τῷ στόματι αὐτοῦ τὴν τροφὴν προσάγειν. 2.13.6 ᾿Επὶ ταύτης τῆς ἡγεμονίας μαρτυρίᾳ τοῦ βίου περιέστησαν πρεσβυτέρων τε καὶ διακόνων καὶ μοναχῶν καὶ ἱερῶν παρθένων καὶ τῶν ἄλλως περὶ τὰς ἐκκλησίας ὑπηρετουμένων καὶ περὶ τὸ δόγμα διακειμένων πλῆθος ἀναρίθ2.13.7 μητον, ἐπίσκοποι δὲ ὧν ἐπυθόμην Βαρβασύμης καὶ Παῦλος καὶ Γαδδιάβης καὶ Σαβῖνος καὶ Μαρέας καὶ Μώκιμος καὶ ᾿Ιωάννης καὶ ῾Ορμίσδας καὶ Βουλιδᾶς, Πάπας τε καὶ ᾿Ιάκωβος καὶ ῾Ρώμας καὶ Μαάρης καὶ ῎Αγαςκαὶ Βόχρης καὶ ᾿Αβδᾶς καὶ ᾿Αβδιησοῦς, ᾿Ιωάννης τε καὶ ᾿Αβράμιος και᾿Αβδελᾶς καὶ Σαβώρης καὶ ᾿Ισαὰκ καὶ ∆αυσᾶς, ὃς αἰχμάλωτος μὲν ἦν γενόμενος ὑπὸ Περσῶν ἀπὸ Ζαβδαίου χωρίου ὧδε προσαγορευομένου, κατ' ἐκεῖνο δὲ καιροῦ ὑπὲρ τοῦ δόγματος τέθνηκεν ἅμα Μαρεάβῃ χωρεπισκόπῳ καὶ κληρικοῖς τῶν ὑπ' αὐτὸν ἀμφὶ διακοσίοις πεντήκοντα, οἳ παρὰ Περσῶν αἰχμάλωτοι σὺν αὐτῷ συνελήφθησαν. 2.14.1 ῾Υπὸ τοῦτον τὸν χρόνον καὶ Μίλης ἐμαρτύρησεν· ὃς τὰ μὲν πρῶτα παρὰ Πέρσαις ἐστρατεύετο, μετὰ δὲ ταῦτα καταλιπὼν τὴν στρατείαν τὴν ἀποστολικὴν πολιτείαν ἐζήλωσε. λέγεται δὲ πόλεως Περσικῆς ἐπίσκοπος χειροτονηθεὶς πολλὰ πολλάκις παθεῖν καὶ πληγὰς ὑπομεῖναι καὶ ἑλκυσμούς. ὡς δὲ οὐδένα ἔπεισε χριστιανίσαι, χαλεπῶς ἐνεγκὼν κατηράσατο τῇ πόλει καὶ 2.14.2 ἀνεχώρησε. μετ' οὐ πολὺ δὲ τῶν ἐνθάδε πρωτευόντων ἐξαμαρτόντων εἰς βασιλέα παραγενομένη στρατιὰ μετὰ τριακοσίων ἐλεφάντων τὴν πόλιν κατέ2.14.3 στρεψαν καὶ οἷα ἄρουραν γεωργήσαντες ἔσπειραν. Μίλης δὲ μόνον πήραν ἐπιφερόμενος, ἐν ᾗ τὴν ἱερὰν βίβλον τῶν εὐαγγελίων εἶχεν, εἰς ῾Ιεροσόλυμα ἀπῆλθεν εὐξόμενος, κἀκεῖθεν εἰς Αἴγυπτον ἐπὶ θέᾳ τῶν αὐτόθι μοναχῶν. οἵων δὲ τοῦτον τὸν ἄνδρα θεσπεσίων καὶ παραδόξων ἔργων δημιουργὸν γενέσθαι παρειλήφαμεν, μαρτυροῦσι Σύρων παῖδες, οἳ τὰς αὐτοῦ πράξεις 2.14.4 καὶ τὸν βίον ἀνεγράψαντο. ἐμοὶ δὲ ἀρκεῖν ἡγοῦμαι ταῦτα τέως περὶ αὐτοῦ διεξελθεῖν καὶ τῶν ἐν Περσίδι μαρτυρησάντων ἐπὶ τῆς Σαβώρου βασιλείας. σχολῇ γὰρ ἄν τις ἅπαντα τὰ ἐπ' αὐτοῖς γεγενημένα ἀπαριθμήσαι, τίνες τε ἦσαν καὶ πόθεν ἢ πῶς τὴν μαρτυρίαν ἐπετέλεσαν καὶ ποίας τιμωρίας ὑπέμειναν· παντοδαποὶ γὰρ τῶν τοιούτων τρόποι παρὰ Πέρσαις εἰς ὠμότητα 2.14.5 φιλοτιμουμένοις. ὡς ἔνι δὲ συλλήβδην εἰπεῖν, λέγεται τῶν τότε μαρτύρων τοὺς ὀνομαστὶ φερομένους, ἄνδρας τε καὶ γυναῖκας, εἶναι εἰς μυρίους ἑξακισχιλίους, τὴν δὲ ἐκτὸς τούτων πληθὺν κρείττω ἀριθμοῦ, καὶ διὰ τοῦτο ἐργῶδες φανῆναι τὰς αὐτῶν προσηγορίας ἀπαριθμήσασθαι Πέρσαις τε καὶ Σύροις καὶ τοῖς ἀνὰ τὴν ῎Εδεσσαν οἰκοῦσιν, οἳ πολλὴν τούτου ἐπιμέλειαν ἐποιήσαντο. 2.15.1 ᾿Επεὶ δὲ ὧδε