1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

34

πολεμεῖσθαι τοὺς ἐν Περσίδι Χριστιανοὺς ἔγνω Κωνσταντῖνος ὁ ῾Ρωμαίων βασιλεύς, ἤσχαλλέ τε καὶ σφόδρα ἐδυσφόρει. καὶ βοηθεῖν αὐτοῖς σπουδάζων ἠπόρει ὅ τι ποιήσοι, ὡς ἂν καὶ αὐτοὶ βεβαίως διάγοιεν. καὶ συμβὰν κατ' ἐκεῖνο καιροῦ πρέσβεις παρ' αὐτὸν ἐλθεῖν τοῦ Περσῶν βασιλέως, ἐπινεύσας τοῖς αἰτουμένοις κατὰ γνώμην πράξαντας ἀπέπεμψεν. 2.15.2 εὔκαιρον δὲ τότε νομίσας παραθέσθαι Σαβώρῃ τοὺς ἐν Περσίδι Χριστιανούς, ἔγραψε πρὸς αὐτόν, μεγίστην καὶ ἀνάγραπτον ἀεὶ χάριν ὁμολογῶν ἕξειν, εἰ φιλάνθρωπος γένοιτο περὶ τοὺς ὑπ' αὐτὸν τὸ δόγμα τῶν Χριστιανῶν θαυμάζοντας· ἐπεὶ καὶ τῷ τρόπῳ, φησί, τῆς θρησκείας οὐδὲν ἐγκαλεῖν ἔστιν, εἴ γε μόναις εὐχαῖς ἀναιμάκτοις πρὸς ἱκεσίαν θεοῦ ἀρκοῦνται. οὐ γὰρ αὐτῷ φίλον αἱμάτων χύσις, μόνῃ δὲ χαίρει ψυχῇ καθαρᾷ πρὸς ἀρετὴν καὶ εὐσέβειαν ὁρώσῃ, ὥστε καὶ ἐπαινεῖν χρῆναι τοὺς ὧδε πιστεύοντας. 2.15.3 ἔπειτα δὲ τῇ περὶ τὸ δόγμα προνοίᾳ ἵλεω καὶ αὐτὸ ἕξειν τὸ θεὸν ὑπισχνεῖτο, τεκμηρίοις χρώμενος τοῖς Οὐαλλεριανῷ καὶ αὐτῷ συμβεβηκόσιν. αὐτὸς μὲν γὰρ διὰ τὴν εἰς Χριστὸν πίστιν συμμάχῳ χρώμενος τῇ θεόθεν ῥοπῇ ἐκ τοῦ πρὸς δύσιν ὠκεανοῦ ἀρξάμενος τὴν πᾶσαν ῾Ρωμαίων οἰκουμένην ὑφ' ἑαυτὸν ἐποιήσατο καὶ πολλοὺς πολέμους κατώρθωσε, πρὸς ἀλλοφύλους καὶ τοὺς τότε τυράννους μαχόμενος· καὶ μὴ δεηθῆναι σφαγίων ἢ μαντείων τινῶν, ἀλλ' ἀποχρῆσαι αὐτῷ εἰς νίκην τὸ τοῦ σταυροῦ σύμβολον τῶν οἰκείων στρα2.15.4 τευμάτων προηγούμενον καὶ εὐχὴν καθαρὰν αἱμάτων καὶ ῥύπου. ὁ δὲ Οὐαλλεριανός, ἐφ' ὅσον οὐκ ἐκακούργει τὰς ἐκκλησίας, εὐημερῶν διετέλει τὴν ἀρχήν· ἐπεὶ δὲ διωγμὸν ἐγείρειν ἐβουλεύσατο κατὰ τῶν Χριστιανῶν, θεία μῆνις ἐλάσασα αὐτὸν ὑπὸ Πέρσας ἐποίησε, παρ' ὧν αἰχμάλωτος ληφθεὶς 2.15.5 ἐλεεινῶς τὸν βίον κατέπαυσε. τοιαῦτα Σαβώρῃ γράψας Κωνσταντῖνος ἐπειρᾶτο πείθειν αὐτὸν εὐνοεῖν τῇ θρησκείᾳ. πλείστῃ γὰρ ἐχρῆτο κηδεμονίᾳ περὶ τοὺς πανταχοῦ Χριστιανούς, ῾Ρωμαίους καὶ ἀλλοφύλους. 2.16.1 Οὐ πολλῷ δὲ ὕστερον τῆς ἐν Νικαίᾳ συνόδου ῎Αρειος μὲν ἐπὶ τὴν ἐξορίαν ἀπαγόμενος ἀνεκλήθη, ᾿Αλεξανδρείας δὲ ἔτι ἐπιβαίνειν κεκώλυτο. ἀμέλει τοι ὕστερον ἡ εἰς Αἴγυπτον αὐτῷ κάθοδος ἐσπουδάσθη, ὡς ἐν καιρῷ 2.16.2 λελέξεται. οὐκ εἰς μακρὰν δὲ τὰς αὐτῶν ἐκκλησίας ἀπέλαβον Εὐσέβιός τε ὁ Νικομηδείας, ᾿Αμφίωνα τὸν ἀντ' αὐτοῦ χειροτονηθέντα ἐκβαλών, καὶ Θεόγνιος δὲ ὁ Νικαίας, Χρῆστον. ἀνεκλήθησαν δὲ μετανοίας βιβλίον ὧδε ἔχον τοῖς ἐπισκόποις ἐπιδόντες· 2.16.3 «῎Ηδη μὲν καταψηφισθέντες πρὸ κρίσεως παρὰ τῆς εὐλαβείας ὑμῶν, "7ὠφείλομεν σιωπᾶν τὰ κεκριμένα παρὰ τῆς εὐλαβείας ὑμῶν. ἀλλ' ἐπειδὴ "7ἄτοπον καθ' ἑαυτῶν δοῦναι τῶν συκοφαντούντων τὴν ἀπόδειξιν τῇ σιωπῇ, "7τούτου ἕνεκεν ἀναφέρομεν, ὡς ἡμεῖς καὶ τῇ πίστει συνεδράμομεν καὶ τὴν "7ἔννοιαν ἐξετάσαντες ἐπὶ τῷ ὁμοουσίῳ ὅλοι ἐγενόμεθα τῆς εἰρήνης, μηδαμοῦ 2.16.4 "7τῇ αἱρέσει ἐξακολουθήσαντες. ὑπομνήσαντες δὲ ἐπὶ ἀσφαλείᾳ τῶν ἐκκλη"7σιῶν, ὅσα τὸν λογισμὸν ἡμῶν ὑπέτρεχε, καὶ πληροφορηθέντες καὶ πληρο"7φορήσαντες τοὺς δι' ἡμῶν πεισθῆναι ὀφείλοντας, ὑπεσημηνάμεθα τῇ πίστει· "7τῷ δὲ ἀναθεματισμῷ οὐχ ὑπεγράψαμεν, οὐχ ὡς τῆς πίστεως κατηγοροῦντες, "7ἀλλ' ὡς ἀπιστοῦντες τοιοῦτον εἶναι τὸν κατηγορηθέντα, ἐκ τῶν ἰδίᾳ πρὸς "7ἡμᾶς παρ' αὐτοῦ διά τε ἐπιστολῶν καὶ τῶν εἰς πρόσωπον διαλέξεων πε2.16.5 "7πληροφορημένοι μὴ τοιοῦτον εἶναι. εἰ δὲ ἐπείσθη ἡ ἁγία ὑμῶν σύνοδος, "7οὐκ ἀντιτείνοντες, ἀλλὰ συντιθέμενοι τοῖς παρ' ὑμῶν κεκριμένοις καὶ διὰ "7τοῦ γράμματος πληροφοροῦμεν τὴν συγκατάθεσιν, οὐ τὴν ἐξορίαν βαρέως 2.16.6 "7φέροντες, ἀλλὰ τὴν ὑπόνοιαν τῆς αἱρέσεως ἀποδυόμενοι. εἰ γὰρ κατ"7αξιώσητε νῦν γοῦν εἰς πρόσωπον ἐπαναλαβεῖν ἡμᾶς, ἕξετε ἐν ἅπασι συμ"7ψύχους, ἀκολουθοῦντας τοῖς παρ' ὑμῖν κεκριμένοις, καὶ μάλιστα ὅτε αὐτὸν "7τὸν ἐπὶ τούτοις ἐναγόμενον ἔδοξεν ὑμῶν τῇ εὐλαβείᾳ φιλανθρωπεύσασθαι 2.16.7 "7καὶ ἀνακαλέσασθαι. ἄτοπον δὲ τοῦ δοκοῦντος εἶναι ὑπευθύνου ἀνα"7κεκλημένου