35
καὶ ἀπολογησαμένου, ἐφ' οἷς διεβάλλετο, ἡμᾶς ἐπισιωπᾶν καθ' "7ἑαυτῶν διδόντας τὸν ἔλεγχον. καταξιώσατε οὖν, ὡς ἁρμόζει τῇ φιλο"7χρίστῳ ὑμῶν εὐλαβείᾳ, καὶ τὸν θεοφιλέστατον βασιλέα ὑπομνῆσαι καὶ "7τὰς δεήσεις ἡμῶν ἐγχειρίσαι καὶ θᾶττον βουλεύσασθαι τὰ ὑμῖν ἁρμόζοντα "7ἐφ' ἡμῖν.» ῟Ωδε μὲν αὐτοῖς Εὐσέβιός τε καὶ Θεόγνιος μετεμελήθησαν καὶ τὰς αὐτῶν ἐκκλησίας ἀπέλαβον. 2.17.1 ῾Υπὸ δὲ τοῦτον τὸν χρόνον μέλλων τὸν βίον μεταλλάσσειν ᾿Αλέξανδρος ᾿Αλεξανδρείας ἐπίσκοπος διάδοχον αὐτοῦ κατέλιπεν ᾿Αθανάσιον, θείαις προστάξεσιν, ὡς ἡγοῦμαι, ἐπ' αὐτὸν ἐνέγκας τὴν ψῆφον· ἐπεὶ τόν γε ᾿Αθανάσιόν φασιν ἀποφυγεῖν πειραθῆναι καὶ ἄκοντα βιασθῆναι πρὸς ᾿Αλεξάνδρου 2.17.2 τὴν ἐπισκοπὴν ὑποδέξασθαι. καὶ μαρτυρεῖ ᾿Απολινάριος ὁ Σύρος ὧδε λέγων· «Οὐκ ὤκνει δὲ καὶ μετὰ ταῦτα πολεμεῖν ἡ δυσσέβεια, ἀλλὰ πρῶτον μὲν "7ἐπὶ τὸν μακάριον διδάσκαλον τοῦ ἀνδρὸς ὡπλίζετο, ᾧ καὶ οὗτος παρῆν συν"7ήγορος ὡς πατρὶ παῖς, ἔπειτα καὶ ἐπ' αὐτόν, ὡς ἧκεν ἐπὶ τὴν τῆς ἐπισκοπῆς "7διαδοχήν, πολλῇ μὲν ἀποφυγῇ χρησάμενος, κατὰ θεὸν δὲ ἀνευρεθείς, ὡς "7καὶ τῷ μακαρίῳ ἀνδρὶ τῷ τὴν ἐπισκοπὴν ἐγχειρίσαντι προδεδήλωτο θείαις 2.17.3 "7δηλώσεσιν οὐχ ἕτερον ἔσεσθαι τὸν διάδοχον ἢ τοῦτον. ἐκαλεῖτο μὲν γὰρ "7ἐκ τοῦ βίου· ἤδη δὲ πρὸς ἀπαλλαγὴν τυγχάνων ᾿Αθανάσιον ὀνομαστὶ μὴ "7παρόντα ἐκάλει. καὶ ὡς ὁ παρὼν ὁμώνυμος ὑπήκουε τῇ κλήσει, πρὸς μὲν "7τοῦτον ἀπεσιώπα, ὡς οὐ τοῦτον καλῶν. αὖθις δὲ ἐχρῆτο τῇ κλήσει· καὶ "7ὡς ταὐτὸ πολλάκις ἐγίνετο, ἀπεσιωπᾶτο μὲν ὁ παρών, ἐδηλοῦτο δὲ ὁ μὴ "7παρών. καὶ προφητικῶς ἔλεγεν ὁ μακάριος ᾿Αλέξανδρος· «᾿Αθανάσιε, νο-"7μίζεις ἐκπεφευγέναι· οὐκ ἐκφεύξῃ δέ», δηλῶν ὡς πρὸς τὸν ἀγῶνα ἐκαλεῖτο.» 2.17.4 Ταῦτα μὲν ᾿Απολινάριος γράφει περὶ ᾿Αθανασίου. οἱ δὲ ἀπὸ τῆς ᾿Αρείου αἱρέσεως λέγουσιν, ὡς ᾿Αλεξάνδρου τελευτήσαντος ἐκοινώνουν ἀλ-λήλοις οἱ τὰ ᾿Αλεξάνδρου καὶ Μελιτίου φρονοῦντες, συνελθόντες τε ἐκ Θηβαΐδος καὶ τῆς ἄλλης Αἰγύπτου πεντήκοντα καὶ τέσσαρες ἐπίσκοποι ἐνωμότως συνέθεντο κοινῇ ψήφῳ αἱρεῖσθαι τὸν ὀφείλοντα τὴν ᾿Αλεξανδρέων ἐκκλησίαν ἐπιτροπεύειν· ἐπιορκήσαντας δὲ ἑπτά τινας τῶν ἐπισκόπων παρὰ τὴν πάντων γνώμην κλέψαι τὴν ᾿Αθανασίου χειροτονίαν, καὶ διὰ τοῦτο πολλοὺς τοῦ λαοῦ καὶ τῶν ἀνὰ τὴν Αἴγυπτον κληρικῶν ἀποφυγεῖν τὴν πρὸς αὐτὸν κοινωνίαν. 2.17.5 ᾿Εγὼ δὲ πείθομαι τὸν ἄνδρα τοῦτον οὐκ ἀθεεὶ παρελθεῖν ἐπὶ τὴν ἀρχιερωσύνην, λέγειν τε καὶ νοεῖν ἱκανὸν καὶ πρὸς ἐπιβουλὰς ἀντέχειν, οἵου μάλιστα ὁ κατ' αὐτὸν ἐδεῖτο καιρός. ἐγένετο δὲ ἐκκλησιαστικὸς ὅτι μάλιστα καὶ περὶ τὸ ἱερᾶσθαι ἐπιτηδειότατος, ἐκ νέου, ὡς εἰπεῖν, αὐτοδίδακτος 2.17.6 τοιοῦτος φανείς. ἀμέλει τοι οὔπω προσήβῳ γενομένῳ τόδε φασὶν ἐπ' αὐτῷ συμβεβηκέναι. δημοτελῆ καὶ σφόδρα λαμπρὰν πανήγυριν εἰσέτι νῦν ἄγουσιν ᾿Αλεξανδρεῖς τὴν ἐτησίαν ἡμέραν τῆς μαρτυρίας Πέτρου τοῦ γενομένου παρ' αὐτοῖς ἐπισκόπου. ταύτην τε ἐπιτελῶν ᾿Αλέξανδρος ὁ τότε τῆς ἐκκλησίας ἡγούμενος, ἤδη τὴν λειτουργίαν πληρώσας, περιέμενε τοὺς ἅμα 2.17.7 αὐτῷ μέλλοντας ἀριστᾶν. καθ' ἑαυτὸν δὲ διάγων τοὺς ὀφθαλμοὺς εἶχεν ἐπὶ τὴν θάλασσαν. ἰδὼν δὲ πόρρωθεν παρὰ τὸν αἰγιαλὸν παῖδας παίζοντας καὶ ἐπίσκοπον μιμουμένους καὶ τὰ τῆς ἐκκλησίας ἔθη, ἐφ' ὅσον ἀκίνδυνον ἑώρα τὴν μίμησιν, ἥδετο τῇ θέᾳ καὶ τοῖς γινομένοις ἔχαιρεν. ἐπεὶ δὲ καὶ τῶν ἀπορρήτων ἥψαντο, ἐταράχθη· καὶ μετακαλεσάμενος τοὺς ἐν τέλει τοῦ κλήρου ἐπέδειξε τοὺς παῖδας, καὶ συλληφθέντας αὐτοὺς ἀχθῆναι κελεύσας ἐπυνθάνετο, τίς αὐτοῖς ἦν ἡ παιδιὰ καὶ ποδαποὶ οἱ ἐπὶ ταύτῃ λόγοι καὶ 2.17.8 πράξεις. οἱ δὲ δείσαντες τὰ πρῶτα ἠρνοῦντο, ἐπιμείναντος δὲ αὐτοῦ τῇ βασάνῳ κατεμήνυσαν ἐπίσκοπον μὲν καὶ ἀρχηγὸν γενέσθαι τὸν ᾿Αθανάσιον, 2.17. βαπτισθῆναι δὲ παρ' αὐτοῦ τινας τῶν ἀμυήτων παίδων. οὓς ἐπιμελῶς ἀνέκρινεν ᾿Αλέξανδρος, τί μὲν αὐτοὺς ἤρετο ἢ ἐποίησεν ὁ τῆς παιδιᾶς ἱερεύς, τί δὲ αὐτοὶ ἀπεκρίναντο ἢ ἐδιδάχθησαν. ἀνευρὼν δὲ πᾶσαν τὴν ἐκκλησιαστικὴν τάξιν ἀκριβῶς ἐπ' αὐτοῖς