1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

37

ὅσοι τοῦ κλήρου καὶ τοῦ 2.1.4 πλήθους ἀπεχθῶς εἶχον πρὸς Εὐστάθιον. ὅ γε μὴν Εὐσέβιος ἔγραψε βασιλεῖ παραιτούμενος. ἐπαινέσας δὲ αὐτοῦ τὴν παραίτησιν ὁ βασιλεύς (νόμος γὰρ ἐκκλησιαστικὸς ἐκώλυε τὸν ἅπαξ ἡγησάμενον ἐκκλησίας ἐπισκοπὴν ἄλλην μὴ μετιέναι) ἔγραψε [δὲ καὶ τῷ λαῷ] καὶ αὐτῷ Εὐσεβίῳ ἀποδεχόμενος αὐτὸν τῆς γνώμης καὶ μακάριον ἀποκαλῶν ὡς οὐ μιᾶς πόλεως, ἀλλὰ πάσης 2.1.5 τῆς οἰκουμένης ἄξιον ὄντα ἐπισκοπεῖν. ἔγραψε δὲ καὶ τῷ λαῷ τῆς ᾿Αντιοχέων ἐκκλησίας περί τε ὁμονοίας καὶ τοῦ μὴ δεῖν ἐφίεσθαι τοῦ παρ' ἄλλοις ἐπισκοποῦντος, ὡς οὐκ ἀγαθοῦ ὄντος τῶν ἀλλοτρίων ἐπιθυμεῖν. 2.1.6 ἰδίᾳ δὲ παρὰ ταύτας ἄλλην ἐπιστολὴν τῇ συνόδῳ διεπέμψατο· καὶ Εὐσέβιον μὲν ὁμοίως τῆς παραιτήσεως ἐθαύμαζεν ἐν τοῖς πρὸς αὐτοὺς γράμμασιν, ὡς δοκίμους δὲ τὴν πίστιν εἶναι πυθόμενος Εὐφρόνιον Καππαδόκην πρεσβύτερον καὶ Γεώργιον ᾿Αρεθούσιον, ἐκέλευσε τούτων, ὃν ἂν κρίνωσιν, ἢ ἕτερον, ὃς ἄξιος, φησί, φανείη, χειροτονῆσαι τῆς ᾿Αντιοχέων ἐκκλησίας προστάτην. ᾿Επεὶ δὲ τὰ βασιλέως ἐδέξαντο γράμματα, Εὐφρόνιον ἐχειροτόνησαν. 2.1.7 Εὐστάθιος δέ, ὡς ἐπυθόμην, ἡσυχῇ τὴν συκοφαντίαν ἤνεγκεν ὧδέ πῃ κρίνας εἶναι ἄμεινον, ἀνὴρ τά τε ἄλλα καλὸς καὶ ἀγαθὸς καὶ ἐπὶ εὐγλωττίᾳ δικαίως θαυμαζόμενος, ὡς ἐκ τῶν φερομένων αὐτοῦ λόγων συνιδεῖν ἔστιν ἀρχαιότητι φράσεως καὶ σωφροσύνῃ νοημάτων καὶ ὀνομάτων κάλλει καὶ χάριτι ἀπαγγελίας εὐδοκιμούντων. 2..1 ῾Υπὸ δὲ τοῦτον τὸν χρόνον ᾿Ιούλιος μέν, Μάρκου μετὰ Σίλβεστρον ἐπ' ὀλίγῳ χρόνῳ ἐπισκοπήσαντος, τὸν ἐν ῾Ρώμῃ διεῖπε θρόνον, Μάξιμος δὲ μετὰ Μακάριον τὸν ῾Ιεροσολύμων. τοῦτον δὲ λόγος ἐπίσκοπον ὑπὸ Μακαρίου χειροτονηθῆναι τῆς ἐν ∆ιοσπόλει ἐκκλησίας, ἐπισχεθῆναι δὲ παρὰ τῶν ἐν ῾Ιεροσολύμοις κατοικούντων· ὁμολογητὴς γὰρ ὢν καὶ ἄλλως ἀγαθὸς τῇ δοκιμασίᾳ τοῦ λαοῦ ὑποψήφιος ἦν μετὰ τὴν Μακαρίου τελευτὴν εἰς τὴν ἐνθάδε 2..2 ἐπισκοπήν. ἐπεὶ δὲ χαλεπῶς τὸ πλῆθος ἔφερεν οὗ τῆς ἀρετῆς ἐπειράθη ἀποστερούμενον, καὶ στάσις ἠπειλεῖτο, ἔδοξεν εὖ ἔχειν ∆ιοσπολίταις μὲν ἕτερον αἱρεῖσθαι ἐπίσκοπον, Μάξιμον δὲ ἐν ῾Ιεροσολύμοις μεῖναι καὶ Μακαρίῳ συνιερᾶσθαι, μετὰ δὲ τὴν αὐτοῦ τελευτὴν ἡγεῖσθαι τῆς ἐκκλησίας. ἰστέον μέντοι ὡς οἱ τάδε ἠκριβωκότες κατὰ γνώμην Μακαρίου γενέσθαι τε καὶ σπουδασθῆναι τῷ πλήθει ταῦτα ἰσχυρίζονται· φασὶ γὰρ αὐτὸν μεταμεληθῆναι ἐπὶ τῇ Μαξίμου χειροτονίᾳ, ἐπιλογισάμενον ὡς ὀρθῶς περὶ θεοῦ δοξάζων καὶ διὰ τὴν ὁμολογίαν τῷ λαῷ κεχαρισμένος ἀναγκαίως φυλακτέος 2..3 ἐστὶν εἰς τὴν αὐτοῦ διαδοχήν. ἐδεδίει γάρ, μὴ τελευτήσαντος αὐτοῦ καιρὸν εὑρόντες οἱ ἀμφὶ τὸν Εὐσέβιον καὶ Πατρόφιλον, οἱ δὴ τὰ ᾿Αρείου φρονοῦντες, ὁμοδόξῳ τὸν ἐνθάδε θρόνον ἐπιτρέψουσιν· ἐπεὶ καὶ Μακαρίου περιόντος νεωτερίσαι ἐπεχείρησαν, ἀφορισθέντες δὲ παρ' αὐτοῦ διὰ τοῦτο ἡσυχίαν ἦγον. 2.21.1 ᾿Εν τούτῳ δὲ Αἰγυπτίοις οὔπω τέλος εἶχεν ἡ ἐξ ἀρχῆς αὐτοῖς πρὸς ἀλλήλους κινηθεῖσα φιλονικία. ἐπεὶ γὰρ ἐν τῇ συνόδῳ τῇ κατὰ Νίκαιαν ἡ μὲν ᾿Αρειανὴ αἵρεσις παντάπασιν ἀπεκηρύχθη, οἱ δὲ τὰ Μελιτίου φρονοῦντες ἐπὶ τοῖς εἰρημένοις ἐδέχθησαν, ἐπανελθόντι ᾿Αλεξάνδρῳ εἰς Αἴγυπτον παρέδωκε Μελίτιος τὰς ἐκκλησίας, ἃς παρανόμως ὑφ' ἑαυτὸν ἐποιήσατο, καὶ 2.21.2 ἐν τῇ Λυκῷ διῆγε. μετ' οὐ πολὺ δὲ μέλλων τὸν βίον τελευτᾶν ᾿Ιωάννην τινὰ τῶν αὐτῷ συνήθων παρὰ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου κατέστησεν 2.21.3 ἀντ' αὐτοῦ καὶ πάλιν αἴτιος ἀταξίας ταῖς ἐκκλησίαις ἐγένετο. ἰδόντες δὲ οἱ ᾿Αρείου τοὺς Μελιτίου νεωτερίζοντας συνετάραττον καὶ αὐτοὶ τὰς ἐκκλησίας. οἷα γὰρ φιλεῖ ἐν ταῖς τοιαύταις ταραχαῖς, οἱ μὲν τὴν ᾿Αρείου δόξαν ἐθαύμαζον, οἱ δὲ ἐδικαίουν τοὺς ὑπὸ Μελιτίου χειροτονηθέντας χρῆναι τῶν ἐκκλησιῶν ἡγεῖσθαι, καὶ τούτοις προσετίθεντο. πρότερον δὲ διαφερόμενοι πρὸς ἑαυτοὺς ἑκάτεροι, ὡς εἶδον τὸ πλῆθος ἑπόμενον τοῖς ἱερεῦσι τῆς καθό2.21.4 λου ἐκκλησίας, εἰς φθόνον κατέστησαν. καὶ πρὸς ἀλλήλους ἐσπείσαντο καὶ κοινὴν τὴν ἔχθραν ἀνεδέξαντο πρὸς τὸν κλῆρον ᾿Αλεξανδρείας.