39
παραχρῆμα τὸν καθαιρήσοντά σε ἐξ ἐμῆς κελεύ"7σεως καὶ τῶν τόπων μεταστήσοντα.» 2.22.6 ᾿Επεὶ δὲ γράφων ᾿Αθανάσιος καὶ τὸν βασιλέα ἔπειθε μὴ μεταδοτέον κοινωνίας τοῖς ᾿Αρείου πρὸς τὴν καθόλου ἐκκλησίαν, συνιδὼν Εὐσέβιος ὡς οὐκ ἐπιτεύξεται τοῦ σκοποῦ, ᾿Αθανασίου τἀναντία σπουδάζοντος, ᾠήθη δεῖν πάσῃ μηχανῇ ἐκποδὼν αὐτὸν ποιῆσαι. πρόφασιν δὲ μὴ ἔχων ἱκανὴν πρὸς τοσαύτην ἐπιβουλήν, ὑπέσχετο τοῖς Μελιτίου συλλαμβάνεσθαι πρὸς βασιλέα <καὶ> τοὺς ἀμφ' αὐτὸν δυναμένους, ἢν ἐθέλωσιν ᾿Αθανασίου κατη2.22.7 γορεῖν. ἐντεῦθέν τε πρώτην ὑπομένει γραφὴν ὡς χιτωνίων λινῶν φόρον ἐπιθεὶς Αἰγυπτίοις καὶ παρὰ τῶν κατηγόρων τοιοῦτον δασμὸν εἰσπραξάμενος. παρατυχόντες <δὲ> αὐτόθι ῎Απις καὶ Μακάριος, πρεσβύτεροι τῆς ᾿Αλεξανδρέων ἐκκλησίας, ψευδῆ τὴν κατηγορίαν ἐσπούδασαν διελέγξαι. 2.22.8 ἐκ ταύτης τε τῆς αἰτίας μετακληθέντα ᾿Αθανάσιον πάλιν ἐγράψαντο, ὡς ἐπιβουλεύων τῷ κρατοῦντι λάρνακα χρυσίου Φιλουμενῷ τινι πέπομφεν. ἐπεὶ δὲ συκοφαντίαν κατέγνω τῶν κατηγόρων ὁ βασιλεύς, ἐπέτρεψεν ᾿Αθανασίῳ ἐπανελθεῖν οἴκαδε· καὶ τῷ λαῷ τῆς ᾿Αλεξανδρείας ἔγραψε μαρ-τυρήσας αὐτῷ πολλὴν ἐπιείκειαν καὶ πίστιν ὀρθήν, ἀσμένως τε αὐτῷ συντετυχηκέναι καὶ θεῖον εἶναι ἄνδρα πεπεῖσθαι· φθόνου τε χάριν τὴν γραφὴν 2.22. ὑπομείναντα κρείττω φανῆναι τῶν αὐτοῦ κατηγόρων. πυθόμενός τε πολλοὺς ἔτι ἀπὸ τῶν Αἰγυπτίων ζυγομαχεῖν ἐκ τῆς ᾿Αρείου καὶ Μελιτίου προφάσεως, διὰ τῆς αὐτοῦ ἐπιστολῆς παρεκάλεσε τὸ πλῆθος εἰς θεὸν ἀπιδεῖν καὶ τὴν παρ' αὐτοῦ κρίσιν εἰς νοῦν λαβεῖν, εὐνοεῖν τε ἀλλήλοις καὶ τοὺς ἐπιβουλεύοντας τῇ αὐτῶν ὁμονοίᾳ παντὶ σθένει διώκειν. καὶ ὁ μὲν βασιλεὺς ὧδέ πῃ γράφων εἰς τὸ κοινόν, πάντας εἰς ὁμόνοιαν ἐκάλει, καὶ μὴ διασπᾶσθαι τὴν ἐκκλησίαν ἐσπούδαζε. 2.23.1 Μελιτιανοὶ δὲ τῆς προτέρας ἀποτυχόντες πείρας ἑτέρας ὕφαινον κατὰ ᾿Αθανασίου γραφάς, τὴν μὲν ὡς ποτήριον ἱερὸν συνέτριψε, τὴν δὲ ὡς ᾿Αρσέ-νιόν τινα κτείνας ἐξέτεμεν αὐτοῦ τὸν βραχίονα καὶ παρ' ἑαυτῷ ἔχει γοητείας ἕνεκεν. οἷα δὲ κληρικὸς ἐλέγετο ὁ ᾿Αρσένιος οὗτος ἁμαρτήματι περιπεσὼν κρύπτεσθαι· δίκην γὰρ ὑφωρᾶτο δώσειν παρὰ τῷ ἐπισκόπῳ εὐθυνόμενος. 2.23.2 τὸ δὲ συμβὰν οὕτως εἰς ἐσχάτην διαβολὴν διεσκεύασαν οἱ ἐπιβουλεύοντες ᾿Αθανασίῳ. καὶ τὸν μὲν ᾿Αρσένιον ἐπιμελῶς ἀναζητήσαντες εὗρον, καὶ φιλο-φρονησάμενοι καὶ πᾶσαν εὔνοιαν καὶ ἀσφάλειαν παρέξειν αὐτῷ ὑποσχόμενοι ἄγουσι λάθρα πρός τινα τῶν αὐτοῖς συνήθων καὶ τὰ αὐτὰ σπουδαζόντων· Πρίνης ὄνομα αὐτῷ ἦν, πρεσβύτερος μοναστηρίου· ἐνταῦθά τε τὸν ᾿Αρσένιον κρύψαντες σπουδῇ περιῄεσαν κατὰ τὰς ἀγορὰς καὶ τοὺς συλλόγους τῶν ἐν τέλει λογοποιοῦντες τοῦτον πεφονεῦσθαι παρὰ ᾿Αθανασίου. παρεσκεύαστο δὲ πρὸς τοιαύτην κατηγορίαν καὶ ᾿Ιωάννης μοναχός τις ὁ 2.23.3 ᾿Αρχὰφ λεγόμενος. ταύτης δὲ τῆς αἰσχρᾶς φήμης εἰς πολλοὺς διασπαρείσης ἐπὶ τοσοῦτον, ὡς καὶ βασιλέως ἀκοὰς φθάσαι, ὁρῶν ᾿Αθανάσιος ὡς, εἰ συμβαίη αὐτὸν καὶ ἐπὶ ταύτῃ τῇ αἰτίᾳ γραφὴν ὑπομεῖναι, χαλεπόν ἐστιν ἀπολογήσασθαι παρὰ δικασταῖς τοιαύταις φήμαις προκατειλημμένοις, ἀντεστρατήγει ταῖς τῶν ἐναντίων τέχναις, καὶ ὡς ἐνεδέχετο πάντας πιστού2.23.4 μενος ἐπόνει μὴ καλύπτεσθαι τὴν ἀλήθειαν ταῖς αὐτῶν διαβολαῖς. ἦν δὲ ἄρα τοὺς πολλοὺς πείθειν ἐργῶδες ᾿Αρσενίου μὴ φαινομένου. λογισάμενος οὖν ὡς οὐκ ἂν ἄλλως ἑαυτὸν καθάροι τῆς ὑπονοίας, εἰ μὴ ζῆν ἀπελέγξειε τὸν τεθνάναι λεγόμενον, πέμπει τῶν ἀμφ' αὐτὸν πιστότατόν τινα διάκονον ἀναζητήσοντα τοῦτον. ὁ δὲ παραγενόμενος εἰς Θηβαΐδα ἐξαγγειλάντων τινῶν μοναχῶν ἔγνω ὅπου διῆγεν. ἐπεὶ δὲ ἧκε πρὸς Πρίνην, παρ' ᾧ ἐκρύπτετο, αὐτὸν μὲν ᾿Αρσένιον οὐ καταλαμβάνει· προμαθόντες γὰρ τὴν 2.23.5 ἄφιξιν τοῦ διακόνου μετέστησαν τοῦτον εἰς τὴν κάτω Αἴγυπτον. παραλαβὼν δὲ τὸν Πρίνην ἤγαγεν εἰς ᾿Αλεξάνδρειαν, ἅμα δὲ καὶ ᾿Ηλίαν, ἕνα τῶν αὐτῷ συνόντων, ὃς ἐλέγετο τὸν ᾿Αρσένιον ἑτέρωθι μεταστῆσαι. ἄμφω τε προσαχθέντες τῷ ἄρχοντι τῶν ἐν