1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

41

δὲ χρόνον χρησίμους σφᾶς καὶ πιστοὺς παρασχομένους, τελευτῶν ἐπὶ παιδὶ καὶ γαμετῇ, ἐλευθερίᾳ τῆς εὐ2.24.7 νοίας αὐτοὺς ἠμείψατο καὶ ᾗ βούλοιντο διάγειν ἐπέτρεψε. καὶ οἱ μὲν εἰς Τύρον πρὸς τοὺς οἰκείους ἐπανελθεῖν ἐσπούδαζον· ἔτι δὲ τοῦ βασιλέως υἱοῦ νέου κομιδῇ ὄντος ἐδεήθη ἡ τούτου μήτηρ ἐπ' ὀλίγον χρόνον περιμεῖναι ἄμφω τὴν βασιλείαν ἐπιτροπεύοντας, ἄχρις ἂν ὁ παῖς ἀνδρωθείη. ἀντιβολοῦσαν δὲ τὴν βασιλίδα ᾐδέσθησαν, καὶ τὰ βασίλεια καὶ τὴν ἡγεμονίαν 2.24.8 ᾿Ινδῶν διῴκουν. ὁ δὲ Φρουμέντιος θείαις ἴσως προτραπεὶς ἐπιφανείαις ἢ καὶ αὐτομάτως τοῦ θεοῦ κινοῦντος ἐπυνθάνετο, εἴ τινες εἶεν Χριστιανοὶ παρ' ᾿Ινδοῖς ἢ ῾Ρωμαῖοι τῶν εἰσπλεόντων ἐμπόρων. ἐπιμελῶς δὲ τούτους ἀναζητῶν μετεκαλεῖτο πρὸς ἑαυτόν· ἀμφαγαπάζων τε καὶ φιλοφρονούμενος εὐχῆς ἕνεκεν συνιέναι ἐποίει καὶ ᾗ ῾Ρωμαίοις ἔθος ἐκκλησιάζειν, καὶ διὰ πάντων προὐτρέπετο τὸ θεῖον πρεσβεύειν, εὐκτηρίους οἴκους οἰκοδομήσας. 2.24. ἤδη δὲ τοῦ βασιλέως υἱοῦ εἰς ἐφήβους τελοῦντος, παραιτησάμενοι αὐτὸν καὶ τὴν βασιλίδα οὐκ ἀνεκτὸν ἡγουμένους χωρίζεσθαι σφῶν, πείσαντες καὶ φίλοι ἀπαλλαγέντες, παρεγένοντο εἰς τὴν ῾Ρωμαίων ὑπήκοον. καὶ ᾿Εδέσιος μὲν τοὺς οἰκείους ὀψόμενος εἰς Τύρον ἦλθεν, ἔνθα δὴ μετὰ ταῦτα πρεσβυτερίου ἠξιώθη. Φρουμέντιος δὲ τὴν ἐπὶ Φοινίκην ὁδὸν τέως ἀναβαλλόμενος ἀφίκετο εἰς ᾿Αλεξάνδρειαν· ἔδοξε γὰρ αὐτῷ οὐ καλῶς ἔχειν πατρίδος καὶ γένους δευ2.24.10 τερεύειν τὴν περὶ τὰ θεῖα σπουδήν. συντυχὼν δὲ ᾿Αθανασίῳ τῷ προϊσταμένῳ τῆς ᾿Αλεξανδρέων ἐκκλησίας τὰ κατ' ᾿Ινδοὺς διηγήσατο καὶ ὡς ἐπι-σκόπου δέοι αὐτοῖς τῶν αὐτόθι Χριστιανῶν ἐπιμελησομένου. ὁ δὲ ᾿Αθανάσιος τοὺς ἐνδημοῦντας ἱερέας ἀγείρας ἐβουλεύσατο περὶ τούτου· καὶ χειροτονεῖ αὐτὸν τῆς ᾿Ινδικῆς ἐπίσκοπον, λογισάμενος ἐπιτηδειότατον εἶναι τοῦτον καὶ ἱκανὸν πολλὴν ποιῆσαι τὴν θρησκείαν, παρ' οἷς πρῶτος αὐτὸς ἔδειξε τὸ Χριστιανῶν ὄνομα καὶ σπέρμα παρέσχετο τῆς τοῦ δόγματος μετουσίας. 2.24.11 ὁ δὲ Φρουμέντιος πάλιν εἰς ᾿Ινδοὺς ὑποστρέψας λέγεται τοσοῦτον εὐκλεῶς τὴν ἱερωσύνην μετελθεῖν, ὡς ἐπαινεθῆναι παρὰ πάντων τῶν αὐτοῦ πειραθέντων, οὐχ ἧττον ἢ τοὺς ἀποστόλους θαυμάζουσι, καθότι καὶ ἐπισημότατον αὐτὸν ὁ θεὸς ἀπέφηνε, πολλὰς καὶ παραδόξους ἰάσεις καὶ σημεῖα καὶ τέρατα δι' αὐτοῦ δημιουργήσας. ἡ μὲν δὴ παρ' ᾿Ινδοῖς ἱερωσύνη ταύτην ἔσχεν ἀρχήν. 2.25.1 ᾿Αθανασίῳ δὲ πάλιν αἱ τῶν ἐναντίων ἐπιβουλαὶ ἀνεκίνουν πράγματα 2.25.1 καὶ μῖσος παρὰ τῷ βασιλεῖ κατεσκεύαζον καὶ κατηγόρων ἐπήγειρον πλῆθος. παρ' ὧν ὀχλούμενος ὁ βασιλεὺς σύνοδον γενέσθαι προσέταξεν ἐν Καισαρείᾳ τῆς Παλαιστίνης. εἰς ἣν κληθεὶς οὐχ ὑπήκουσεν, Εὐσεβίου τοῦ τῇδε ἐπισκόπου καὶ τοῦ Νικομηδείας καὶ τῶν ἀμφ' αὐτοὺς δείσας τὴν σκαιωρίαν. ἀλλὰ τότε μὲν καίτοι συνελθεῖν ἀναγκαζόμενος ἀμφὶ τοὺς τριάκοντα μῆνας ἀνε2.25.2 βάλλετο· μετὰ δὲ ταῦτα σφοδρότερον βιασθεὶς ἧκεν εἰς Τύρον. ῎Ενθα δὴ συνελθόντες πολλοὶ τῶν ἀνὰ τὴν ἕω ἐπισκόπων ἐκέλευον 2.25.3 αὐτὸν τὰς εὐθύνας ὑπέχειν τῶν κατηγορουμένων. κατηγόρουν δὲ αὐτοῦ τοῦ μέρους ᾿Ιωάννου Καλλίνικος ἐπίσκοπος καὶ ᾿Ισχυρίων τις ὡς μυστικὸν ποτήριον συνέτριψε καὶ ἐπισκοπικὸν καθεῖλε θρόνον καὶ ᾿Ισχυρίωνα τοῦτον πρεσβύτερον ὄντα πολλάκις καθεῖρξε καὶ συκοφαντήσας πρὸς ῾Υγῖνον τὸν Αἰγύπτου ὕπαρχον, ὡς βασιλικὰς εἰκόνας λιθάσαντα, δεσμωτήριον οἰκεῖν 2.25.4 παρεσκεύασε, Καλλίνικον δὲ ὡς ἐπίσκοπον ὄντα ἐν Πηλουσίῳ τῆς καθόλου ἐκκλησίας καὶ μετὰ ᾿Αλεξάνδρου συναγόμενον καθεῖλεν, ὅτι γέ, φησι, παρητεῖτο κοινωνεῖν αὐτῷ, εἰ μὴ πεισθείη περὶ τοῦ συντετρῖφθαι ὑπονοουμένου μυστικοῦ ποτηρίου, Μάρκῳ δέ τινι πρεσβυτερίου ἀφῃρημένῳ τὴν Πηλουσίου ἐκκλησίαν ἐπέτρεψεν, αὐτὸν δὲ Καλλίνικον στρατιωτικῆς φρουρᾶς καὶ αἰ2.25.5 κισμῶν καὶ δικαστηρίων πειραθῆναι ἐποίησε. καὶ Εὔπλος δὲ καὶ Παχώμιος καὶ ᾿Ισαὰκ καὶ ᾿Αχιλλεὺς καὶ ῾Ερμαίων, τῶν ἀμφ' ᾿Ιωάννην