1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

45

συνελθόντας ἐπισκόπους, γράψας σκοπηθῆναι αὐτῶν τὴν ἔκθεσιν τῆς πίστεως, φιλάνθρωπον δὲ ψῆφον ἐνεγκεῖν ἐπ' αὐτοῖς τὴν σύνοδον, ἤν τε ὀρθῶς φανεῖεν δοξάζοντες καὶ φθόνου χάριν ἐπιβουλευθέντες ἤν τε μηδὲν ἔχοντες μέμφεσθαι τοῖς ἤδη ἐπ' αὐτοῖς κεκριμένοις μεταμεληθεῖεν. 2.27.14 καιροῦ δὲ λαβόμενοι οἱ ταῦτα πάλαι σπουδάζοντες προφάσει τῶν βασιλέως γραμμάτων ἐδέξαντο αὐτοὺς εἰς κοινωνίαν. καὶ ὅτε τοῦτο ἐποίησαν, αὐτῷ τε τῷ βασιλεῖ ἔγραψαν καὶ τῇ ἐκκλησίᾳ ᾿Αλεξανδρείας καὶ τοῖς ἀνὰ τὴν Αἴγυπτον καὶ Θηβαΐδα καὶ Λιβύην ἐπισκόποις καὶ κληρικοῖς, παρακελευσάμενοι προθύμως αὐτοὺς δέξασθαι, ὡς καὶ τοῦ βασιλέως μαρτυρήσαντος ὀρθὴν εἶναι τὴν αὐτῶν πίστιν, ἣν καὶ τῇ οἰκείᾳ ἐπιστολῇ ὑπέταξαν, καὶ τῆς συνόδου ἐπιψηφισαμένης τῇ τοῦ βασιλέως κρίσει. καὶ τὰ μὲν ὧδε ἐν ῾Ιεροσολύμοις ἐσπουδάζετο. 2.28.1 ᾿Αθανάσιος δὲ φεύγων ἐκ Τύρου εἰς Κωνσταντινούπολιν ἦλθε, καὶ προσελθὼν Κωνσταντίνῳ τῷ βασιλεῖ, ἃ πέπονθεν ἀπωδύρετο παρόντων τῶν καταδικασάντων αὐτοῦ ἐπισκόπων, καὶ ἐδεῖτο τῶν ἐν Τύρῳ κεκριμένων γενέσθαι τὴν ἐξέτασιν ἐπὶ αὐτοῦ βασιλέως. Κωνσταντῖνος δὲ εὔλογον εἶναι δοκιμάσας τὴν αἴτησιν τάδε ἔγραψε τοῖς ἐν Τύρῳ συνελθοῦσιν ἐπισκόποις· 2.28.2 «᾿Εγὼ μὲν ἀγνοῶ, τίνα ἐστὶ τὰ ὑπὸ τῆς ὑμετέρας συνόδου μετὰ θορύβου "7καὶ χειμῶνος κριθέντα, δοκεῖ δέ πως ὑπό τινος ταραχώδους ἀταξίας ἡ "7ἀλήθεια διεστράφθαι, ὑμῶν δηλαδὴ διὰ τὴν πρὸς τοὺς πέλας ἐρεσχελίαν, 2.28.3 "7ἣν ἀήττητον εἶναι βούλεσθε, τὰ τῷ θεῷ ἀρέσκοντα μὴ συνορώντων. ἀλλὰ "7ἔσται τῆς θείας προνοίας ἔργον καὶ τὰ τῆς φιλονικίας ταύτης κακὰ φανε"7ρῶς ἁλόντα διασκεδάσαι καὶ ἡμῖν διαρρήδην ἐπιδεῖξαι, εἴ τινα τῆς ἀλη"7θείας αὐτόθι συνελθόντες ἐποιήσασθε φροντίδα καὶ εἰ τὰ κεκριμένα χωρίς 2.28.4 "7τινος χάριτος καὶ ἀπεχθείας ἐκρίνατε. τοιγαροῦν ἠπειγμένως πάντας "7ὑμᾶς πρὸς τὴν ἐμὴν ἐλθεῖν εὐλάβειαν βούλομαι, ἵνα τὴν τῶν πεπραγμένων 2.28.5 "7ὑμῖν ἀκρίβειαν καὶ <ἐφ'> ἡμῶν αὐτῶν παραστήσητε. τίνος δὲ ἕνεκεν "7ταῦτα γράψαι πρὸς ὑμᾶς ἐδικαίωσα καὶ ὑμᾶς πρὸς ἐμαυτὸν διὰ τοῦ γράμ"7ματος καλῶ, ἐκ τῶν ἑπομένων γνώσεσθε. ἐπιβαίνοντί μοι λοιπὸν τῆς "7ἐπωνύμου ἡμῶν καὶ πανευδαίμονος πατρίδος τῆς Κωνσταντινουπόλεως "7(συνέβαινε δέ με τηνικαῦτα ἐφ' ἵππου ὀχεῖσθαι) ἐξαίφνης ᾿Αθανάσιος ὁ "7ἐπίσκοπος ἐν μέσῳ τῆς λεωφόρου μετὰ ἑτέρων τινῶν, οὓς περὶ αὐτὸν εἶχεν, "7ἀπροσδοκήτως οὕτω προσῆλθεν, ὡς καὶ παρασχεῖν ἐκπλήξεως ἀφορμήν. 2.28.6 "7μαρτυρεῖ μοι γὰρ ὁ πάντων ἔφορος θεός, ὡς οὐδὲ ἐπιγνῶναι αὐτὸν ὅστις "7ἦν <παρὰ τὴν πρώτην ὄψιν ἠδυνήθην, εἰ μὴ τῶν ἡμετέρων τινές, καὶ "7ὅστις ἦν> καὶ τὴν ἀδικίαν ἣν πέπονθε, πυνθανομένοις, ὥσπερ εἰκός, ἀπήγ2.28.7 "7γειλαν ἡμῖν. ἐγὼ μὲν οὖν οὐ διειλέχθην αὐτῷ κατ' ἐκεῖνο καιροῦ οὔτε "7ὁμιλίας ἐκοινώνησα. ὡς δὲ ἐκεῖνος μὲν ἠξίου, ἐγὼ δὲ παρῃτούμην καὶ "7μικροῦ δεῖν ἀπελαύνεσθαι αὐτὸν ἐκέλευον, μετὰ πλείονος παρρησίας οὐδὲν "7ἕτερον παρ' ἡμῶν ᾔτει ἢ τὴν ὑμετέραν ἄφιξιν, <ἣν> ἠξίωσεν ὑπάρξαι, "7ἵν' ὑμῶν παρόντων, ἃ πέπονθεν, ἀναγκαίως ἀποδύρασθαι δυνηθείη. 2.28.8 "7ὅπερ ἐπειδὴ εὔλογον εἶναι καὶ τοῖς καιροῖς πρέπον κατεφαίνετο, ἀσμένως "7ταῦτα γραφῆναι πρὸς ὑμᾶς προσέταξα, ἵνα πάντες, ὅσοι τὴν σύνοδον τὴν "7ἐν Τύρῳ γενομένην ἐπληρώσατε, ἀνυπερθέτως εἰς τὸ στρατόπεδον τῆς "7ἡμετέρας ἡμερότητος ἐπειχθῆτε τοῖς ἔργοις αὐτοῖς ἐπιδείξοντες τὸ τῆς "7ὑμετέρας κρίσεως καθαρόν τε καὶ ἀδιάστροφον, ἐπ' ἐμοῦ, ὃν τοῦ θεοῦ 2.28. "7γνήσιον εἶναι θεράποντα οὐκ ἂν ἀρνηθείητε. τοιγαροῦν διὰ τῆς ἐμῆς "7πρὸς τὸν θεὸν λατρείας τὰ πανταχοῦ εἰρηνεύεται, καὶ τῶν βαρβάρων "7αὐτῶν τὸ τοῦ θεοῦ ὄνομα γνησίως εὐλογούντων, οἳ μέχρι νῦν τὴν ἀλήθειαν "7ἠγνόουν· δῆλον δὲ ὅτι ὁ τὴν ἀλήθειαν ἀγνοῶν οὐδὲ τὸν θεὸν ἐπιγινώσκει. 2.28.10 "7πλὴν ὅμως, καθὰ προείρηται, καὶ οἱ βάρβαροι νῦν δι' ἐμὲ τὸν τοῦ θεοῦ "7θεράποντα γνήσιον ἐπέγνωσαν τὸν θεὸν καὶ εὐλαβεῖσθαι μεμάθηκαν, ὃν "7ὑπερασπίζειν μου πανταχοῦ