46
καὶ προνοεῖσθαι τοῖς ἔργοις αὐτοῖς ᾔσθοντο· "7ὅθεν μάλιστα καὶ ἴσασι τὸν θεόν, ὃν ἐκεῖνοι μὲν διὰ τὸν πρὸς ἡμᾶς φόβον 2.28.11 "7εὐλαβοῦνται, ἡμεῖς δὲ οἱ τὰ μυστήρια τῆς εὐμενείας αὐτοῦ δοκοῦντες "7προβάλλεσθαι (οὐδὲ γὰρ ἂν εἴποιμι φυλάττειν), ἡμεῖς, φημί, οὐδὲν πράττο"7μεν ἢ τὰ πρὸς διχόνοιαν καὶ μῖσος συντείνοντα καί, ἁπλῶς εἰπεῖν, τὰ πρὸς 2.28.12 "7ὄλεθρον τοῦ ἀνθρωπίνου γένους ἔχοντα τὴν ἀναφοράν. ἀλλ' ἐπείχθητε, "7καθὰ προείρηται, καὶ πρὸς ἡμᾶς σπεύσατε πάντες ᾗ τάχος, πεπεισμένοι "7ὡς παντὶ σθένει κατορθῶσαι πειράσομαι, ὅπως ἐν τῷ νόμῳ τοῦ θεοῦ "7ταῦτα ἐξαιρέτως φυλάττωνται, οἷς οὔτε ψόγος οὔτε κακοδοξία τις δυνή"7σεται προσπλακῆναι, διασκεδασθέντων δηλαδὴ καὶ συντριβέντων ἄρδην καὶ "7παντελῶς ἀφανισθέντων τῶν ἐχθρῶν τοῦ νόμου, οἵτινες ἐπὶ προσχήματι "7τοῦ <ἁγίου> ὀνόματος ποικίλας καὶ διαφόρους βλασφημίας παρέχουσι.» 2.28.13 Τάδε τοῦ βασιλέως γράψαντος οἱ μὲν ἄλλοι δείσαντες οἴκαδε ἀνεχώρησαν, οἱ δὲ ἀμφὶ τὸν Εὐσέβιον τὸν Νικομηδείας ἐπίσκοπον παραγενόμενοι πρὸς βασιλέα δίκαια ψηφίσασθαι ἐπὶ ᾿Αθανασίῳ τὴν ἐν Τύρῳ σύνοδον διισχυρίζοντο. καὶ μάρτυρας παραγαγόντες εἰς μέσον Θεόγνιον καὶ Μάριν καὶ Θεόδωρον, Οὐάλεντά τε καὶ Οὐρσάκιον ἔπεισαν ὡς μυστικὸν ποτήριον 2.28.14 συνέτριψεν, ἄλλα τε πολλὰ λοιδορησάμενοι ἐκράτησαν ταῖς διαβολαῖς. ὁ δὲ βασιλεὺς ἢ ἀληθῆ τάδε πιστεύσας ἢ λοιπὸν ὁμονοεῖν τοὺς ἐπισκόπους ὑπολαβών, εἰ ἐκποδὼν γένηται ᾿Αθανάσιος, προσέταξεν αὐτὸν ἐν Τριβέρει τῶν πρὸς δύσιν Γαλατῶν οἰκεῖν. καὶ ὁ μὲν ἀπήχθη. 2.2.1 Μετὰ δὲ τὴν ἐν ῾Ιεροσολύμοις σύνοδον ἧκεν ῎Αρειος εἰς Αἴγυπτον. μὴ κοινωνούσης δὲ αὐτῷ τῆς ᾿Αλεξανδρέων ἐκκλησίας πάλιν ἦλθεν εἰς Κωνσταντινούπολιν. ἐπίτηδες δὲ συνδραμόντων τῶν τὰ αὐτὰ φρονούντων ἰδίᾳ καὶ τῶν πειθομένων Εὐσεβίῳ τῷ Νικομηδείας ἐπισκόπῳ, καὶ σύνοδον ποιῆσαι παρασκευαζομένων, αἰσθόμενος τῆς αὐτῶν σπουδῆς ᾿Αλέξανδρος ὁ τότε τὸν ἐν Κωνσταντινουπόλει διέπων θρόνον ἐπειράθη διαλῦσαι τὴν σύνο2.2.2 δον. ὡς δὲ τοῦτο οὐκ ἐξεγένετο, ἄντικρυς ἀπηγόρευε ταῖς πρὸς ῎Αρειον σπονδαῖς, μὴ θεμιτὸν μηδὲ ἐκκλησιαστικὸν εἶναι λέγων σφῶν αὐτῶν τὴν ψῆφον ἄκυρον ποιεῖν καὶ τῶν ἅμα αὐτοῖς ἐκ πάσης σχεδὸν τῆς ὑφ' ἥλιον συνεληλυθότων εἰς Νίκαιαν. οἱ δὲ ἀμφὶ τὸν Εὐσέβιον, ὡς τὰ πρῶτα λόγοις οὐκ ἔπειθον τὸν ᾿Αλέξανδρον, ἐμπαροινήσαντες αὐτῷ μετὰ ἀπειλῆς διεμαρτύραντο, εἰ μὴ προσδέξεται τὸν ῎Αρειον εἰς ῥητὴν ἡμέραν, αὐτὸν μὲν ὑπερορίαν οἰκήσειν ἐκβληθέντα τῆς ἐκκλησίας, ᾿Αρείῳ δὲ κοινωνήσειν τὸν μετ' 2.2.3 αὐτόν. ἐπὶ τούτοις τε ἀπηλλάγησαν τότε ἀλλήλων, οἱ μὲν τῇ προθεσμίᾳ περιμένοντες ἐπιτελέσαι τὰς ἀπειλάς, ὁ δὲ ᾿Αλέξανδρος προσευχόμενος μὴ εἰς ἔργον ἐκβῆναι τοὺς Εὐσεβίου λόγους. μάλιστα δὲ αὐτὸν περιδεᾶ ἐποίει καὶ ὁ βασιλεὺς ἐνδιδόναι τρόπον τινὰ συμπεισθείς. τῇ δὲ πρὸ τῆς προθεσμίας ἡμέρᾳ εἰσδὺς ὑπὸ τὸ θυσιαστήριον παννύχιος ἔκειτο πρηνὴς τοῦ θεοῦ 2.2.4 δεόμενος ἐμποδισθῆναι τὸ τέλος τῶν κατ' αὐτοῦ βεβουλευμένων. κατὰ δὲ ταύτην τὴν ἡμέραν ἀπιών που περὶ δείλην ὀψίαν ῎Αρειος, ἐξαπίνης ἀνακινησάσης αὐτὸν τῆς γαστρός, τοῦ κατεπείγοντος ἐγίνετο καὶ εἰς δημόσιον τόπον πρὸς τοιαύτην χρείαν ἀφωρισμένον ἦλθεν. ὡς δὲ ἐπὶ πολλῷ οὐκ ἐξῄει, εἰσελθόντες τινὲς τῶν ἔξω προσδεχομένων αὐτὸν καταλαμβάνουσι νεκρὸν 2.2.5 ἐπὶ τῆς καθέδρας κείμενον. ἐπεὶ δὲ τοῦτο δῆλον ἐγένετο, οὐ ταὐτὰ πάντες ἐνόμιζον περὶ τῆς αὐτοῦ τελευτῆς. ἐδόκει δὲ τοῖς μὲν ἀθρόᾳ νόσῳ ληφθεὶς περὶ τὴν καρδίαν, ἢ πάρεσιν ὑπομείνας ὑφ' ἡδονῆς τῶν κατὰ γνώμην ἀπαντησάντων πραγμάτων, αὐθωρὸν τεθνάναι, τοῖς δὲ ὡς δυσσεβήσας δεδωκέναι δίκην. οἱ δὲ τὰ αὐτοῦ φρονοῦντες γοητείαις ἐλογοποίουν ἀνῃρῆσθαι τὸν ἄνδρα. οὐκ ἄτοπον δὲ τὰ περὶ αὐτοῦ εἰρημένα ᾿Αθανασίῳ τῷ ἐπισκόπῳ ᾿Αλεξανδρείας εἰς μέσον ἀγαγεῖν· ἔχει δὲ ὧδε· 2.30.1 «Καὶ γὰρ καὶ αὐτὸς ῎Αρειος ὁ τῆς μὲν αἱρέσεως ἔξαρχος, Εὐσεβίου δὲ "7κοινωνός, κληθεὶς ἐκ σπουδῆς