47
τότε τῶν περὶ Εὐσέβιον παρὰ τοῦ μακαρίτου "7Κωνσταντίνου τοῦ Αὐγούστου, ἀπαιτούμενος ἐγγράφως εἰπεῖν τὴν ἑαυτοῦ "7πίστιν, ἔγραψεν ὁ δόλιος κρύπτων τὰς ἀναιδεῖς τῆς δυσσεβείας λέξεις, "7ὑποκρινόμενος καὶ αὐτὸς ὡς ὁ διάβολος τὰ τῶν γραφῶν ῥήματα ἁπλᾶ καὶ 2.30.2 "7ὥς ἐστι γεγραμμένα. εἶτα λέγοντος τοῦ μακαρίου Κωνσταντίνου «εἰ μηδὲν "7ἕτερον ἔχεις παρὰ ταῦτα ἐν τῇ διανοίᾳ, μάρτυρα τὴν ἀλήθειαν δός· ἀμυ"7νεῖται γὰρ ἐπιορκήσαντά σε αὐτὸς ὁ κύριος», ὤμοσεν ὁ ἄθλιος μήτ' ἔχειν "7μήτ' ἄλλα παρὰ τὰ νῦν γραφέντα φρονεῖν, κἂν εἰρῆσθαι πώποτε εἴη παρ' "7αὐτοῦ. ἀλλ' εὐθὺς ἐξελθὼν ὥσπερ δίκην δοὺς κατέπεσε «καὶ πρηνὴς γενό2.30.3 "7μενος ἐλάκησε μέσος». πᾶσι μὲν οὖν ἀνθρώποις κοινὸν τοῦ βίου τέλος 2.30.3 "7θάνατός ἐστιν, καὶ οὐ δεῖ τινος ἐπεμβαίνειν, κἂν ἐχθρὸς ᾖ ὁ τελευτήσας, "7ἀδήλου ὄντος, μὴ ἕως ἑσπέρας καὶ αὐτὸν τοῦτο καταλάβῃ. τὸ δὲ τέλος "7᾿Αρείου, ἐπειδὴ οὐχ ἁπλῶς γέγονε, διὰ τοῦτο καὶ διηγήσεώς ἐστιν ἄξιον. 2.30.4 "7τῶν γὰρ περὶ Εὐσέβιον ἀπειλούντων εἰσαγαγεῖν αὐτὸν εἰς τὴν ἐκκλησίαν, "7ὁ μὲν ἐπίσκοπος τῆς Κωνσταντινουπόλεως ᾿Αλέξανδρος ἀντέλεγεν. ὁ δὲ "7῎Αρειος ἐθάρρει τῇ βίᾳ καὶ ταῖς ἀπειλαῖς Εὐσεβίου· σάββατον γὰρ ἦν, "7καὶ προσεδόκα τῇ ἑξῆς συνάγεσθαι· πολὺς δὲ καὶ νῦν ἀγὼν ἦν ἐκείνων "7μὲν ἀπειλούντων, ᾿Αλεξάνδρου δὲ εὐχομένου. ἀλλ' ὁ κύριος κριτὴς γενό"7μενος ἐβράβευσε κατὰ τῶν ἀδικούντων. οὔπω γὰρ ὁ ἥλιος ἔδυ, καὶ χρείας "7αὐτὸν ἑλκυσάσης εἰς τόπον ἐκεῖ κατέπεσε, καὶ ἀμφοτέρων, τῆς τε κοινωνίας 2.30.5 "7καὶ τοῦ ζῆν, εὐθὺς ἐστερήθη. καὶ ὁ μὲν μακαρίτης Κωνσταντῖνος "7ἀκούσας ἐθαύμασεν εἰδὼς ἐλεγχθέντα τοῦτον ἐπίορκον, πᾶσι δὲ τότε γέγονε "7φανερόν, ὅτι τῶν μὲν περὶ Εὐσέβιον ἠσθένησαν αἱ ἀπειλαὶ καὶ ἡ ἐλπὶς δὲ "7᾿Αρείου ματαία γέγονεν. ἐδείχθη δὲ πάλιν, ὅτι παρὰ τοῦ σωτῆρος ἀκοινώ"7νητος γέγονεν ἡ ᾿Αρειανὴ μανία καὶ ὧδε καὶ ἐν τῇ «τῶν πρωτοτόκων ἐν "7οὐρανοῖς ἐκκλησίᾳ». τίς οὖν οὐ θαυμάσειεν ὁρῶν τούτους δικαιῶσαι φιλο"7νικοῦντας, ὃν ὁ κύριος κατέκρινε, καὶ βλέπων αὐτοὺς ἐκδικοῦντας τὴν "7αἵρεσιν, οὓς ἀκοινωνήτους ἤλεγξεν ὁ κύριος, μὴ ἀφεὶς τὸν αὐτῆς ἔξαρχον "7εἰς τὴν ἐκκλησίαν εἰσελθεῖν.» 2.30.6 ῟Ωδε μὲν ῎Αρειον ἀποθανεῖν παρειλήφαμεν. λόγος οὖν ἐπὶ πολλῷ χρό-νῳ μηδένα χρήσασθαι τῇ καθέδρᾳ ἐφ' ᾗ τέθνηκεν· οἷα δὲ εἰς δημόσιον χῶρον διὰ τὴν χρείαν ὀχλουμένων, ὡς φιλεῖ ἐν πλήθει γίνεσθαι, καὶ παρακελευομένων ἀλλήλοις τῶν εἰσιόντων φυλάττεσθαι τὴν καθέδραν, ἀποτρόπαιος ἦν καὶ τοῖς μετὰ ταῦτα ὁ τόπος, ὡς ἀσεβείας ποινὰς αὐτόθι δεδωκότος 2.30.7 ᾿Αρείου. χρόνῳ δὲ ὕστερον τῶν τὰ αὐτοῦ φρονούντων τις πλούσιός τε <καὶ> ἐν δυνάμει σπουδῇ χρησάμενος ἐπρίατο τοῦτον τὸν τόπον παρὰ τοῦ δημοσίου καὶ οἰκίαν κατεσκεύασε καθελὼν τὴν προτέραν ὄψιν, ὥστε λήθην γενέσθαι τῷ δήμῳ καὶ μὴ τῇ διαδοχῇ τῆς τοιαύτης ἀναμνήσεως τὸν ᾿Αρείου θάνατον κωμῳδεῖσθαι. 2.31.1 ᾿Αλλὰ γὰρ οὐδὲ τούτου τελευτήσαντος τέλος ἔσχεν ἡ ζήτησις ὧν ηὗρεν δογμάτων, οὐδὲ ἐπαύσαντο οἱ τὰ αὐτοῦ φρονοῦντες τοῖς τἀναντία δοξάζουσιν 2.31.2 ἐπιβουλεύοντες. ἀμέλει τοι καὶ τοῦ ᾿Αλεξανδρέων δήμου συνεχῶς ἐκβοῶντος καὶ ἐν λιταῖς ἱκετεύοντος περὶ τῆς ᾿Αθανασίου καθόδου καὶ ᾿Αντω-νίου τοῦ μεγάλου μοναχοῦ πολλάκις περὶ αὐτοῦ γράψαντος καὶ ἀντιβολοῦντος μὴ πείθεσθαι τοῖς Μελιτιανοῖς, ἀλλὰ συκοφαντίας ἡγεῖσθαι τὰς αὐτῶν κατηγορίας, οὐκ ἐπείσθη ὁ βασιλεύς, ἀλλὰ τοῖς μὲν ᾿Αλεξανδρεῦσιν ἔγραψεν ἄνοιαν καὶ ἀταξίαν ἐγκαλῶν, κληρικοῖς δὲ καὶ ταῖς ἱεραῖς παρθένοις ἡσυχίαν ἐπιτάττων· καὶ μὴ μετατεθήσεσθαι τῆς γνώμης ἰσχυρίζετο μηδὲ μετακαλεῖσθαι τὸν ᾿Αθανάσιον, ὡς στασιώδη καὶ ἐκκλησιαστικῇ καταδεδικασμένον 2.31.3 κρίσει. ᾿Αντωνίῳ δὲ ἀντεδήλωσε μὴ οἷός τε εἶναι τῆς συνόδου ὑπεριδεῖν τὴν ψῆφον. εἰ γὰρ καὶ ὀλίγοι, φησί, πρὸς ἀπέχθειαν ἢ χάριν ἐδίκασαν, οὐ δήπου πιθανὸν τοσαύτην πληθὺν ἐλλογίμων καὶ ἀγαθῶν ἐπισκόπων τῆς ὁμοίας γενέσθαι γνώμης· τὸν γὰρ ᾿Αθανάσιον ὑβριστήν τε εἶναι καὶ