50
δὴ περιὼν αὐτὸς Κωνσταντῖνος ἑαυτῷ τάφον κατεσκεύασεν, 2.34.6 ἀπὸ τούτου δὲ ὡς ἔκ τινος ἀρχῆς ἔθους γενομένου καὶ οἱ μετὰ ταῦτα τελευτήσαντες ἐν Κωνσταντινουπόλει βασιλεῖς Χριστιανοὶ κεῖνται, οὐ μὴν ἀλλὰ καὶ ἐπίσκοποι, ὡς καὶ τῆς ἱερωσύνης ὁμοτίμου οἶμαι τῇ βασιλείᾳ οὔσης, μᾶλλον μὲν οὖν ἐν τοῖς ἱεροῖς τόποις καὶ τὰ πρῶτα ἐχούσης.
3.τ.1 ΤΟΥ ΑΥΤΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΤΡΙΤΟΣ 3.1.1 Τὰ μὲν δὴ κατὰ τὴν Κωνσταντίνου βασιλείαν συμβάντα ταῖς ἐκκλησίαις
ὧδε ἔσχε. τελευτήσαντος δὲ αὐτοῦ πάλιν εἰς ζήτησιν ἤγετο τῶν ἐν Νικαίᾳ συνελθόντων τὸ δόγμα· τοῦτο γὰρ εἰ καὶ μὴ πάντες ἀπεδέχοντο, Κωνσταν3.1.2 τίνου ἔτι περιόντος τῷ βίῳ οὐδεὶς περιφανῶς ἐκβαλεῖν ἐτόλμησεν. ὡς δὲ ἐτελεύτησε, πολλοὶ ταύτης τῆς δόξης ἀπέστησαν· οὗτοι δὲ ἦσαν οἱ καὶ πρὶν ἐπὶ προδοσίᾳ ταύτης ὕποπτοι· πάντων δὲ μάλιστα πλείστην ἐποιοῦντο σπου3.1.3 δὴν τὴν ᾿Αρείου δόξαν κρατεῖν Εὐσέβιος καὶ Θεόγνιος οἱ ἐκ Βιθυνίας. ᾤοντο δὲ τοῦτο κατορθώσειν ῥᾳδίως, εἰ τὴν ἐκ τῆς ὑπερορίας κάθοδον ᾿Αθανασίῳ ἀνέλοιεν, ὁμοδόξῳ δὲ αὐτοῖς τὰς κατ' Αἴγυπτον ἐκκλησίας παραδοῖεν. καὶ οἱ μὲν τάδε ἐπόνουν ὑπουργὸν ἔχοντες τὸν πρεσβύτερον, ὃς αἴτιος ἐπὶ Κωνσταντίνου ἐγένετο τῆς ᾿Αρείου ἀνακλήσεως. ἐτύγχανε γὰρ καὶ Κωνσταντίῳ τῷ βασιλεῖ κεχαρισμένος, καθότι τὴν πατρῴαν αὐτῷ διαθήκην ἀπέσωσεν. 3.1.4 οἷά τε πιστὸς παρρησίαν λαβὼν μέχρι τῆς βασιλέως γαμετῆς, καὶ τῶν ἐν δυνάμει θαλαμηπόλων εὐνούχων συνήθης ἐγένετο· προειστήκει δὲ τότε τῆς βασιλικῆς οἰκίας Εὐσέβιος, ὃς ἐπαινέτης τῆς ᾿Αρείου δόξης γενόμενος ὁμόφρονας ἑαυτῷ τὴν βασιλίδα καὶ πολλοὺς τῶν περὶ τὰ βασίλεια κατεστή3.1.5 σατο. ἐντεῦθέν τε πάλιν περὶ τοῦ δόγματος ἰδίᾳ τε καὶ δημοσίᾳ συχναὶ διαλέξεις ἐγίνοντο, σὺν ταύταις τε καὶ ὕβρεις καὶ ἀπέχθειαι. καὶ τὸ πρᾶγμα τοῖς ἀμφὶ Θεόγνιον κατὰ γνώμην προὐχώρει. 3.2.1 ᾿Εν τούτῳ δὲ ᾿Αθανάσιος ἐκ τῆς πρὸς δύσιν Γαλατίας ἐπανῆλθεν εἰς ᾿Αλεξάνδρειαν. τοῦτον δὲ καὶ Κωνσταντῖνος περιὼν μετακαλεῖσθαι προῄρητο· λέγεται δὲ καὶ ἐν ταῖς αὐτοῦ διαθήκαις ἐθελῆσαι τοῦτο· ἐπεὶ δὲ φθάσας ἐτελεύτησεν, ὁ ὁμώνυμος αὐτῷ παῖς, ὃς καὶ τῶν πρὸς ἑσπέραν Γαλατῶν ἦρχεν, ἐπέτρεψεν αὐτῷ τὴν κάθοδον, γράμματα δοὺς πρὸς τὸν ᾿Αλεξαν3.2.2 δρέων λαόν. ταῦτα δὲ ἐκ τῆς ῾Ρωμαίων μεταβληθέντα φωνῆς εὑρών, ὡς ηὗρον καὶ παρέθηκα· ἔχει δὲ ὧδε· 3.2.3 «Κωνσταντῖνος Καῖσαρ λαῷ τῆς καθολικῆς ἐκκλησίας ᾿Αλεξανδρείας πόλεως. "7Οὐδὲν τὴν τῆς ὑμετέρας ἱερᾶς ἐννοίας ἀποπεφευγέναι γνῶσιν οἶμαι "7διὰ τοῦτο ᾿Αθανάσιον τὸν τοῦ προσκυνητοῦ νόμου ὑποφήτην πρὸς καιρὸν "7εἰς τὰς Γαλλίας ἀπεστάλθαι, ἵνα, ἐπειδὴ ἡ ἀγριότης τῶν αἱμοβόρων αὐτοῦ "7καὶ πολεμίων ἐχθρῶν εἰς κίνδυνον τῆς ἱερᾶς αὐτοῦ κεφαλῆς ἐπέμενε, μὴ 3.2.4 "7ἄρα διὰ τῆς τῶν φαύλων διαστροφῆς ἀνήκεστα ὑποστῇ. πρὸς τὸ δια"7παῖξαι τοίνυν ταύτην ἀφῃρέθη τῶν φαρύγγων τῶν ἐπικειμένων αὐτῷ "7ἀνδρῶν καὶ ὑπ' ἐμοὶ διάγειν κεκέλευσται οὕτως, ὡς ἐν ταύτῃ τῇ πόλει ἐν "7ᾗ διέτριβε πᾶσι τοῖς ἀναγκαίοις ἐμπλεονάζειν, εἰ καὶ τὰ μάλιστα αὐτοῦ "7ἡ ἀοίδιμος ἀρετὴ ταῖς θείαις πεποιθυῖα βοηθείαις καὶ τὰ τῆς τραχυτέρας 3.2.5 "7<τύχης> ἄχθη ἐξουθενεῖ· τοιγαροῦν εἰ καὶ τὰ μάλιστα πρὸς τὴν προσφιλε"7στάτην ὑμῶν θεοσέβειαν ὁ δεσπότης ἡμῶν, ὁ τῆς μακαρίας μνήμης Κων"7σταντῖνος ὁ Σεβαστός, ὁ ἐμὸς πατήρ, τὸν αὐτὸν ἐπίσκοπον τῷ ἰδίῳ τόπῳ "7παρασχεῖν προῄρητο, ὅμως ἐπειδὴ ἀνθρωπίνῳ κλήρῳ προληφθεὶς πρὸ "7τοῦ τὴν εὐχὴν πληρῶσαι ἀνεπαύσατο, ἀκόλουθον ἡγησάμην τὴν προαίρεσιν "7τοῦ τῆς θείας μνήμης βασιλέως διαδεξάμενος πληρῶσαι. ὅστις ἐπειδὰν τῆς "7ὑμετέρας τύχῃ προσόψεως, ὅσης παρ' ἐμοῦ αἰδοῦς τετύχηκε, γνώσεσθε. 3.2.6 "7οὐ γὰρ θαυμαστόν, εἴ τι δ' ἂν ὑπὲρ αὐτοῦ πεποίηκα· καὶ γὰρ τὴν ἐμὴν ψυχὴν "7ἥ τε τοῦ ὑμετέρου πόθου