1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

56

Μακεδόνιος. 3..5 ῾Ο μὲν δὴ Παῦλος ἀδοκήτως ὧδε τῆς ἐν Κωνσταντινουπόλει ἐκκλησίας ἀφῃρέθη. ᾿Αθανάσιος δὲ φεύγων ἀφανὴς ἦν, δείσας τὴν Κωνσταντίου τοῦ βασιλέως ἀπειλήν· θανάτῳ γὰρ αὐτὸν ζημιοῦν ἠπείλησεν, αἰτιωμένων τῶν ἑτεροδόξων, ὡς στάσεις ἐργάζοιτο καὶ εἰσιόντος αὐτοῦ πολλοὶ τεθνήκασι· τὸ δὲ μάλιστα πρὸς ὀργὴν τὸν βασιλέα κινῆσαν ἦν, ὅτι καὶ σιτηρέσιον ἔλεγον αὐτὸν πωλοῦντα ἀποκερδαίνειν, ὃ ὁ βασιλεὺς Κωνσταντῖνος τοῖς ἐν ᾿Αλεξανδρείᾳ πτωχοῖς ἐδωρήσατο. 3.10.1 Τῶν δὲ ἐξ Αἰγύπτου ἐπισκόπων ψευδῆ ταῦτα εἶναι γραψάντων μαθὼν ᾿Ιούλιος, ὡς οὐκ ἀσφαλὲς ᾿Αθανασίῳ τέως ἐν Αἰγύπτῳ διάγειν, τὸν μὲν πρὸς αὑτὸν μετεκαλέσατο, τοῖς δὲ ἐν ᾿Αντιοχείᾳ συνελθοῦσιν (ἔτυχε γὰρ τηνικαῦτα τὴν τούτων δεξάμενος ἐπιστολήν) ἔγραψεν ἐγκαλῶν, ὡς λάθρα περὶ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου νεωτερίζουσι καὶ παρὰ τοὺς νόμους τῆς ἐκκλησίας αὐτὸν εἰς τὴν σύνοδον οὐ κεκλήκασιν· εἶναι γὰρ νόμον ἱερατικόν, ὃς ἄκυρα ἀποφαίνει τὰ παρὰ γνώμην πραττόμενα τοῦ ῾Ρωμαίων ἐπισκόπου. 3.10.2 τὰ δὲ ἐν Τύρῳ καὶ ἐν τῷ Μαρεώτῃ μὴ ἐν δίκῃ πεπρᾶχθαι κατὰ ᾿Αθανασίου· κατηγόρει δὲ τῶν μὲν τὴν κατὰ ᾿Αρσένιον συκοφαντίαν, τῶν δὲ ἐν τῷ Μαρεώτῃ τὴν ᾿Αθανασίου ἀπουσίαν, ἐφ' ἅπασι δὲ τὸ αὔθαδες τῶν γραμ-μάτων ἐμέμφετο. 3.10.3 Καὶ ἐκ τούτων δὲ καὶ ἐκ πάντων ἀνελογίζετο χρῆναι βοηθεῖν ᾿Αθανασίῳ καὶ Παύλῳ· μετ' οὐ πολὺ γὰρ καὶ αὐτὸς εἰς ᾿Ιταλίαν παραγενόμενος τὰ κατ' αὐτὸν ἀπωδύρετο. ἐπεὶ δὲ ἐξ ὧν ἔγραφε περὶ αὐτῶν τοῖς ἀνὰ τὴν ἕω ἱερεῦσιν οὐδὲν ἤνυε, δῆλα τὰ κατ' αὐτοὺς ἐποίησε Κώνσταντι τῷ βασιλεῖ. 3.10.4 ὁ δὲ Κωνσταντίῳ τῷ βασιλεῖ καὶ ἀδελφῷ ἔγραψε πέμψαι τινὰς τῶν ἀπὸ τῆς ἕω ἐπισκόπων ἀπολογησομένους περὶ τῆς αὐτῶν καθαιρέσεως. καὶ αἱροῦνται ἐπὶ τούτῳ τρεῖς, Νάρκισσος ὁ Εἰρηνοπόλεως τῆς Κιλικίας ἐπίσκοπος καὶ Θεόδωρος ὁ ῾Ηρακλείας τῆς Θρᾴκης καὶ Μᾶρκος ὁ ᾿Αρεθούσης 3.10.5 τῆς Συρίας. καὶ παραγενόμενοι εἰς ᾿Ιταλίαν τοῖς ὑπ' αὐτῶν πεπραγμένοις ἰσχυρίζοντο καὶ τὸν βασιλέα πείθειν ἐπειρῶντο δικαίαν εἶναι τῆς ἀνατολικῆς συνόδου τὴν κρίσιν. ἀπαιτούμενοι δὲ λέγειν, ὅπως πιστεύσωσι, τὴν μὲν ἐκτεθεῖσαν παρ' αὐτῶν ἐν ᾿Αντιοχείᾳ ἀπεκρύψαντο, ἑτέραν δὲ ἔγγραφον ὁμολογίαν ἐκδεδώκασι, καὶ οὕτως ἀπᾴδουσαν τῆς ἐν Νικαίᾳ δοκιμασθείσης. 3.10.6 συνιδὼν δὲ Κώνστας, ὡς ἀδίκως ἐπεβούλευσαν τοῖς ἀνδράσιν, οὐκ ἐγκλημάτων ἕνεκεν οὐδὲ βίου ἀποστρεφόμενοι τὴν πρὸς αὐτοὺς κοινωνίαν, ὡς αἱ καθαιρέσεις εἶχον, ἀλλὰ τῆς περὶ τὸ δόγμα διαφωνίας, ἀπέπεμψε τούτους μὴ πείσαντας περὶ ὧν ἐληλύθεσαν. 3.11.1 Τριῶν δὲ ἤδη διαγενομένων ἐνιαυτῶν πάλιν οἱ ἀπὸ τῆς ἕω ἐπίσκοποι τοῖς ἀνὰ τὴν δύσιν ἑτέραν διεπέμψαντο γραφήν, ἣν μακρόστιχον ἔκθεσιν ὀνομάζουσιν, ὡς διὰ πλειόνων ῥημάτων τε καὶ νοημάτων παρὰ τὰς προτέρας συγκειμένην. καὶ οὐσίας μὲν ἐν ταύτῃ θεοῦ μνήμην οὐκ ἐποιήσαντο, τοὺς δὲ λέγοντας ἐξ οὐκ ὄντων τὸν υἱὸν ἢ ἐξ ἑτέρας ὑποστάσεως καὶ μὴ 3.11.2 ἐκ θεοῦ, καὶ ὅτι ἦν ποτε χρόνος ἢ αἰὼν ὅτε οὐκ ἦν, ἀπεκήρυττον. Εὐδοξίου δέ, ὃς ἔτι Γερμανικείας ἐπίσκοπος ἦν, Μαρτυρίου τε καὶ Μακεδονίου διακομισάντων ταύτην τὴν γραφὴν οὐ προσεδέξαντο οἱ ἀνὰ τὴν δύσιν ἱερεῖς· ἀρκεῖσθαι γὰρ ἔφασαν τοῖς ἐν Νικαίᾳ δόξασι, καὶ περὶ ταῦτα πολυπραγμονεῖν οὐδὲν λοιπὸν ᾤοντο δεῖν. 3.11.3 ᾿Επεὶ δὲ Κώνστας ὁ βασιλεὺς ᾔτει χάριν τὸν ἀδελφόν, ὥστε τοὺς ἀμφὶ τὸν ᾿Αθανάσιον τοὺς οἰκείους ἀπολαβεῖν θρόνους, καὶ γράφων οὐδὲν ἤνυεν ἀντιπραττόντων τῶν ἀπὸ τῆς ἐναντίας αἱρέσεως, οἱ δὲ περὶ τὸν ᾿Αθανάσιον καὶ Παῦλον προσιόντες αὐτῷ γενέσθαι σύνοδον ἐζήτουν ὡς ἐπὶ καθαιρέσει τῶν ὀρθῶν δογμάτων ἐπιβουλευθέντες, ἔδοξε γνώμῃ τῶν βασιλέων τοὺς ἀφ' ἑκατέρας ἀρχομένης ἐπισκόπους εἰς ῥητὴν ἡμέραν καταλαβεῖν τὴν 3.11.4 Σαρδώ (πόλις δὲ αὕτη ᾿Ιλλυριῶν). συνελθόντες δὲ πρῶτον εἰς Φιλιππούπολιν τῆς Θρᾴκης οἱ ἀπὸ τῆς ἕω γράφουσι τοῖς ἀπὸ τῆς δύσεως ἤδη ἐν Σαρδικῇ συνεληλυθόσιν, ἀπώσασθαι τοῦ συνεδρίου καὶ τῆς κοινωνίας τοὺς ἀμφὶ τὸν ᾿Αθανάσιον ὡς