58
῞Οσιος καὶ Πρωτογένης, οἳ τότε ὑπῆρχον ἄρχοντες τῶν ἀπὸ τῆς δύσεως ἐν Σαρδικῇ συνεληλυθότων, δείσαντες ἴσως, μὴ νομισθεῖέν τισι καινοτομεῖν τὰ δόξαντα τοῖς ἐν Νικαίᾳ, ἔγραψαν ᾿Ιουλίῳ καὶ ἐμαρτύραντο κύρια τάδε ἡγεῖσθαι, κατὰ χρείαν δὲ σαφηνείας τὴν αὐτὴν διάνοιαν πλατῦναι, ὥστε μὴ ἐγγενέσθαι τοῖς τὰ ᾿Αρείου φρονοῦσιν ἀποκεχρημένοις τῇ συντομίᾳ τῆς γραφῆς εἰς ἄτοπον 3.12.7 ἕλκειν τοὺς ἀπείρους διαλέξεως. ταῦτα πράξαντες ἑκάτεροι διέλυσαν τὸν σύλλογον καὶ εἰς τὰ οἰκεῖα ἕκαστος ἐπανῆλθε. συνέστη δὲ αὕτη ἡ σύνοδος ῾Ρουφίνου καὶ Εὐσεβίου ὑπατευόντων· ἑνδέκατον δὲ τοῦτο ἔτος ἦν ἀπὸ τῆς Κωνσταντίνου τελευτῆς. συνῆλθον δὲ ἐκ μὲν τῶν πρὸς δύσιν πόλεων ἀμφὶ τριακόσιοι ἐπίσκοποι, ἐκ δὲ τῆς ἕω ἓξ καὶ ἑβδομήκοντα· σὺν τούτοις δὲ καὶ ᾿Ισχυρίων, ἐπιτραπεὶς τὴν τοῦ Μαρεώτου ἐπισκοπὴν πρὸς τῶν ᾿Αθανασίῳ ἀπεχθανομένων. 3.13.1 Μετὰ ταύτην δὲ τὴν σύνοδον οὐκέτι ἀλλήλοις ὡς ὁμοδόξοις ἐπεμίγνυντο οὐδὲ ἐκοινώνουν, οἱ μὲν ἀνὰ τὴν δύσιν μέχρι Θρᾳκῶν σφᾶς χωρίσαντες, οἱ δὲ ἀνὰ τὴν ἕω μέχρις ᾿Ιλλυριῶν· τὰ δὲ τῶν ἐκκλησιῶν ὡς εἰκὸς ἐν διχονοίαις 3.13.2 συγκέχυτο καὶ ἐν διαβολαῖς ἦν. εἰ γὰρ καὶ πρότερον περὶ τὸ δόγμα διεφέροντο, ἀλλ' οὖν ἀλλήλοις συγκοινωνοῦντες οὐ μέγα τὸ κακὸν ἐποίουν καὶ παραπλησίως φρονεῖν ἐνομίζοντο· ὡς ἐπίπαν γὰρ ἡ μὲν ἀνὰ πᾶσαν τὴν δύσιν ἐκκλησία καθαρῶς διὰ τῶν πατρίων ἰθυνομένη δογμάτων ἔριδός τε 3.13.3 καὶ τῆς περὶ ταῦτα τερθρείας ἀπήλλακτο. εἰ γὰρ καὶ τὸ τῇδε ὑπήκοον πρὸς τὴν ᾿Αρείου δόξαν μετάγειν ἐσπούδαζον Αὐξέντιος ὁ Μεδιολάνου ἐπίσκοπος γενόμενος καὶ Οὐάλης καὶ Οὐρσάκιος οἱ ἐκ Παννονίων, οὐ δή που κατὰ γνώμην αὐτοῖς ἡ σπουδὴ προὐχώρει, <τοῦ> προϊσταμένου τοῦ ῾Ρωμαίων θρόνου καὶ τῶν ἄλλων ἱερέων ἐπιμελῶς φθανόντων καὶ τὰς βλάστας ἐκκο3.13.4 πτόντων τῆς τοιαύτης αἱρέσεως. τὸ δὲ ἑῷον, εἰ καὶ ἐστασίαζε μετὰ τὴν ἐν ᾿Αντιοχείᾳ σύνοδον καὶ πρὸς τὴν ἐν Νικαίᾳ πίστιν περιφανῶς ἤδη διεφέρετο, τὸ μὲν ἀληθές, οἶμαι, κατὰ τὴν τῶν πλειόνων γνώμην εἰς τὴν αὐτὴν συνέτρεχε διάνοιαν καὶ ἐκ τῆς τοῦ πατρὸς οὐσίας τὸν υἱὸν συνωμολόγει, ἐριστικῶς δὲ 3.13.5 πρὸς τὴν ὁμοούσιον λέξιν τινὲς ἀπεμάχοντο. οἱ μὲν γὰρ τὴν ἀρχὴν τῷ ὀνόματι ἐναντιωθέντες, ὡς συμβάλλω, τοῦτο δὴ τὸ πολλοῖς συμβαῖνον, αἰσχύνην ἡγοῦντο δόξαι νενικῆσθαι. οἱ δὲ καὶ ὑπὸ ἕξεως τῶν περὶ ταῦτα συχνῶν διαλέξεων ἐπὶ τὸ ὧδε δοξάζειν περὶ θεοῦ τραπέντες ἀμεταθέτως λοιπὸν εἶχον. οἱ δέ, εἰδότες ὡς οὐ δέον φιλονικοῦσι, πρὸς τὸ κεχαρισμένον ἑκατέροις ὑπεκλίνοντο διὰ δύναμιν ἢ οἰκειότητα ἢ ἄλλας αἰτίας, ὑφ' ὧν ἄνθρωποι προάγονται τὰ μὴ προσήκοντα χαρίζεσθαι ἢ παρρησίαν μὴ ἄγειν ἐφ' οἷς χρὴ διελέγχειν. πολλοὶ δὲ λῆρον ἡγοῦντο τρίβεσθαι περὶ τὰς τοιαύτας ἔριδας τῶν λόγων, ἡσυχῇ δὲ τῆς γνώμης εἴχοντο τῶν ἐν Νικαίᾳ συνελθόντων. 3.13.6 ἐῴκεσαν δὲ παρὰ πάντας τοὺς ἀνὰ τὴν ἕω εἰς τὸ φανερὸν ἀπρὶξ ἔχεσθαι τῶν ἐν Νικαίᾳ δοξάντων Παῦλος ὁ Κωνσταντινουπόλεως ἐπίσκοπος καὶ ᾿Αθανάσιος ὁ ᾿Αλεξανδρείας καὶ σύμπαν τὸ μοναχικὸν πλῆθος, ᾿Αντώνιόςτε ὁ μέγας ἔτι περιὼν καὶ οἱ συγγενόμενοι αὐτῷ καὶ ἄλλοι πλεῖστοι ἀνὰ τὴν Αἴγυπτον καὶ ἀλλαχῇ τῆς ῾Ρωμαίων γῆς. τούτων δὲ ἐπείπερ ἐπεμνήσθην, ὅσους περιφανεῖς κατ' αὐτὴν τὴν ἡγεμονίαν παρείληφα ἐπιδραμοῦμαι τῷ λόγῳ. 3.14.1 ῎Αρξομαι δὲ ἐξ Αἰγύπτου καὶ Μακαρίων τῶν δύο, τῶν ἀοιδιμωτάτων ἡγεμόνων τῆς Σκήτεως καὶ τοῦ τῇδε ὄρους. τούτοιν δὲ ὁ μὲν Αἰγύπτιος, ὁ δὲ πολιτικὸς ὡς ἀστὸς ὠνομάζετο· ἦν γὰρ τῷ γένει ᾿Αλεξανδρεύς. ἄμφω δὲ ὅτι μάλιστα θεσπεσίω ἐγενέσθην καὶ θείαν πρόγνωσιν καὶ φιλοσοφίαν, καὶ δαίμοσι φοβερὼ πολλῶν τε καὶ παραδόξων πραγμάτων καὶ ἰαμάτων 3.14.2 δημιουργώ. τὸν δὲ Αἰγύπτιον λόγος, ὡς καὶ νεκρὸν ζῆν ἐποίησεν, ἵν' ἑτερόδοξον πείσῃ νεκρῶν ἀνάστασιν ἔσεσθαι. διεβίω δὲ ἀμφὶ τὰ ἐνενήκοντα ἔτη, ἑξήκοντα δὲ ἐκ τούτων ἐν ταῖς ἐρήμοις διέτριβεν. αὐτίκα τε φιλοσοφεῖν ἀρχόμενος ἔτι νέος ὢν διέπρεπεν, ὡς παιδαριογέροντα παρὰ τῶν μοναχῶν ὀνομάζεσθαι καὶ