1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

59

τεσσαράκοντα ἔτη γεγονότα χειροτονηθῆναι πρεσβύτερον. 3.14.3 ὁ δὲ ἕτερος χρόνῳ μὲν ὕστερον πρεσβύτερος ἐγένετο, παντοδαπῆς δὲ σχεδὸν ἀσκήσεως ἐπειράθη, τὰ μὲν αὐτὸς περινοῶν, ἃ δὲ παρ' ἄλλοις ἤκουεν ἐκ παντὸς τρόπου κατορθῶν, ὡς ὑπὸ τοῦ ἄγαν κατεσκληκέναι μὴ φύειν τοῦ γενείου τὰς τρίχας. 3.14.4 ᾿Εν τούτῳ δὲ περὶ τὸν αὐτὸν χῶρον ἐφιλοσόφουν Παμβώ τε καὶ ῾Ηρα-κλείδης καὶ Κρόνιος καὶ Παφνούτιος καὶ Πουτουβάστης καὶ ᾿Αρσίσιος καὶ Σεραπίων ὁ μέγας καὶ Πιτυρίων, ὃς παρὰ Θηβαίοις τὴν διατριβὴν εἶχε, καὶ 3.14.5 Παχώμιος, ὃς ἀρχηγὸς ἐγένετο τῶν καλουμένων Ταβεννησιωτῶν. σχῆμα δὲ τούτοις ἦν καὶ πολιτεία ἔν τισι παρηλλαγμένη τῆς ἄλλης μοναχικῆς, πρὸς ἀρετὴν μέντοι ὁρῶσα καὶ τὴν ψυχὴν προσεθίζουσα τῶν ἐπὶ γῆς καταφρονεῖν, ἄνω δὲ ὁρᾶν, ἵν' εὐμαρῶς ἐπὶ τὰ οὐράνια χωροίη, ἡνίκα τοῦ σώματος ἀπαλ3.14.6 λαγείη· διφθέρας δὲ ἀμφιέννυσθαι κατὰ μίμησιν ᾿Ηλίου τοῦ Θεσβίτου, ἐμοὶ δοκεῖν, ὥστε ἐκ τοῦ περικειμένου δέρματος εἰς ἀνάμνησιν ἀεὶ λαμβάνοντας τὴν ἀρετὴν τοῦ προφήτου, ἀνδρείως πρὸς τὰς ἐπιθυμίας τῶν ἀφροδισίων συντετάχθαι καὶ ζήλῳ τῷ πρὸς αὐτὸν καὶ ἐλπίδι ὁμοίων ἀμοιβῶν προθυ3.14.7 μότερον σωφρονεῖν. λόγος δὲ καὶ τὰ ἄλλα ἐνδύματα τῶν ἐν Αἰγύπτῳ μοναχῶν συλλαμβάνεσθαι εἰς ὑπόδειγμα φιλοσοφίας τινός, μηδὲ ὡς ἔτυχε παραλλάσσειν τῶν ἄλλων. καὶ τοὺς μὲν χιτῶνας ἀχειριδώτους ἐνδιδύσκεσθαι, παιδεύοντας μὴ ἑτοίμους ἔχειν τὰς χεῖρας εἰς ὕβριν, τὸ δὲ ἐπὶ τῆς κεφαλῆς σκέπασμα, ὃ κουκούλλιον καλοῦσιν, ὥστε ἐπίσης ἀκεραίως καὶ καθαρῶς βιοῦν τοῖς γάλακτι τρεφομένοις παισίν, οἷς αἱ τοιαῦται τιᾶραι ἐπίκεινται τὸ 3.14.8 ἡγεμονικὸν σκέπουσαί τε καὶ περιθάλπουσαι. ζώνη δὲ καὶ ἀναβολεύς, ἡ μὲν τὴν ὀσφὺν περισφίγγουσα, ὁ δὲ τοὺς ὤμους καὶ τοὺς βραχίονας ἀνέχων, ἑτοίμους εἶναι εἰς διακονίαν θεοῦ καὶ ἐργασίαν ὧν δεῖ παρακελεύεται. οὐκ ἀγνοῶ δὲ ὡς περὶ τούτων ἄλλοι ἀλλοίους ἀποδεδώκασι λόγους· ἐμοὶ δὲ ἀπόχρη τοσοῦτον εἰπεῖν. 3.14. Τόν γε μὴν Παχώμιόν φασι μόνον ἐν σπηλαίῳ τὰ πρῶτα φιλοσοφῆσαι. προφανέντα δὲ αὐτῷ θεῖον ἄγγελον παρακελεύσασθαι νέους ἀθροῖσαι μοναχοὺς καὶ συνεῖναι αὐτοῖς· εὖ γὰρ τὰ κατ' αὐτὸν ἐν φιλοσοφίᾳ κατωρθωκέναι καὶ χρῆναι συνοικιῶν ἡγούμενον ὠφελεῖν πολλούς, ἄγειν δὲ αὐτοὺς νόμοις 3.14.10 οἷς ἂν δοίη· δεδωκέναι δὲ αὐτῷ δέλτον, ἣν ἔτι φυλάττουσιν. ἡ ἐνοῦσα δὲ ταύτῃ γραφὴ προσέταττε συγχωρεῖν ἑκάστῳ, ὡς ἂν οἷός τε ᾖ, φαγεῖν καὶ πιεῖν καὶ ἐργάζεσθαι, νηστεύειν τε καὶ μή, τοῖς μέντοι ῥωμαλεωτέροις <καὶ> ἐσθίουσι τὰ ἐπιπονώτερα τῶν ἔργων ἐπιτρέπειν, τὰ δὲ εὐχερῆ τοῖς ἀσκου3.14.11 μένοις. οἰκήματα δὲ μικρὰ κατασκευάσαι πολλά, καὶ καθ' ἕκαστον οἴκημα τρεῖς καταμένειν· ὑπὸ ἕνα δὲ οἶκον πάντας τροφῆς μεταλαμβάνειν· σιγῇ τε ἐσθίειν, καὶ καθῆσθαι παρὰ τὰς τραπέζας ἐπικεκαλυμμένους τὰ πρόσωπα, ὡς μήτε ἀλλήλους ὁρᾶν μήτε ἄλλο τι πλὴν τῆς τραπέζης καὶ τῶν προκει3.14.12 μένων. ξένον δὲ μὴ συνεσθίειν αὐτοῖς, μόνον εἰ μὴ παροδεύων ἐπιξενωθείη· τὸν δὲ συνοικεῖν αὐτοῖς βουλόμενον πρότερον ἐπὶ τριετίαν τὰ χαλεπώ3.14.13 τερα τῶν ἔργων πονεῖν καὶ οὕτως μετέχειν τῆς αὐτῶν συνοικίας. διφθέρας δὲ ἀμφιέννυσθαι καὶ τιάραις ἐρίναις τὰς κεφαλὰς σκέπεσθαι, κατασημαίνεσθαι δὲ ταύτας τὰς τιάρας οἱονεὶ κέντροις πορφυροῖς προσέταξε. χιτῶσι δὲ λινοῖς καὶ ζώναις κεχρῆσθαι καὶ ἐζωσμένους σὺν τοῖς χιτωνίοις καὶ ταῖς διφθέραις καθεύδειν, καθημένους ἐν οἰκοδομητοῖς θρόνοις ἑκατέρωθεν περι3.14.14 πεφραγμένοις, ὥστε τὴν ἑκάστου συνέχειν στρωμνήν. τῇ δὲ πρώτῃ καὶ τελευταίᾳ ἡμέρᾳ τῆς ἑβδομάδος ἐπὶ κοινωνίᾳ τῶν θείων μυστηρίων τῷ θυσιαστηρίῳ προσιόντας τὰς ζώνας λύειν καὶ τὰς διφθέρας ἀποτίθεσθαι· δωδέκατον δὲ πάσης τῆς ἡμέρας εὔχεσθαι καὶ πρὸς ἑσπέραν ὁμοίως, τοσαυτάκις δὲ καὶ νύκτωρ, ἐννάτῃ δὲ ὥρᾳ τρίτον. ἡνίκα δὲ μέλλοιεν ἐσθίειν, ἑκάστης 3.14.15 εὐχῆς προᾴδειν ψαλμόν. πᾶσαν δὲ τὴν συνοικίαν εἰς εἰκοσιτέσσαρα τάγματα διελεῖν καὶ ἐπονομάσαι ταῦτα τοῖς ῾Ελλήνων στοιχείοις, καὶ ὅπως ἔχοι βίου