63
τάδε πρὸς αὐτὸν εἰπεῖν· «οὐ χαλεπὸν οὐδὲ λύπης ἄξιον, ὦ ∆ίδυμε, ὀφθαλμῶν ἀπορεῖν σε, ὧν μέτεστι σαύραις καὶ μυσὶ καὶ τοῖς εὐτελέσι ζῴοις· μακάριον δὲ καὶ χάριεν, ὅτι παραπλησίως ἀγγέλοις τοὺς ὀφθαλμοὺς ἔχεις, δι' ὧν τὸ θεῖον τρανῶς κατανοεῖς καὶ τὴν ἀληθῆ γνῶσιν ἀκριβῶς ὁρᾷς.» 3.15.6 Οὐ μὴν ἀλλὰ καὶ παρὰ ᾿Ιταλοῖς καὶ τοῖς ἀνὰ τόδε τὸ ὑπήκοον οἰκοῦσιν ἐπὶ ἀρετῇ πατρίων λόγων διέπρεπον Εὐσέβιος καὶ ῾Ιλάριος ὁ δηλωθείς, οὗ περὶ πίστεως καὶ πρὸς τοὺς ἑτεροδόξους φασὶν εὐδοκίμους φέρεσθαι λόγους, καὶ Λουκίφερ, ὃν εὑρετὴν γενέσθαι λέγουσι τῆς ὁμωνύμου αἱρέσεως. 3.15.7 ᾿Εν τούτῳ δὲ καὶ ᾿Αέτιος πρὸς τῶν ἑτεροδόξων ἐθαυμάζετο, διαλεκ-τικός τις ὢν καὶ συλλογίζεσθαι ἱκανὸς καὶ περὶ τὰς ἔριδας τῶν λόγων ἐσχολακὼς καὶ ἀτεχνῶς ταῦτα σπουδάζων. ἀμέλει τοι ὡς ῥᾳδίως περὶ 3.15.8 θεοῦ διαλεγόμενος ἄθεος παρὰ τῶν πολλῶν ὠνομάζετο. φασὶ δὲ αὐτὸν ἰατρὸν ὄντα τὰ πρῶτα ἐν ᾿Αντιοχείᾳ τῇ Σύρων, σπουδαίως δὲ ταῖς ἐκκλησίαις φοιτῶντα καὶ περὶ τῶν ἱερῶν γραφῶν διαλεγόμενον γνώριμον γενέσθαι Γάλλῳ, Καίσαρι ὄντι τότε, πολὺν ποιουμένῳ λόγον τῆς θρησκείας καὶ τοῖς εὐσεβείας ἐπιμελουμένοις εἰσάγαν χαίροντι· ὡς δὲ εἰκὸς προφάσει τοιούτων διαλέξεων φίλον αὐτῷ γενόμενον ἀσκηθῆναι τοῦτο τὸ εἶδος τῶν λόγων, ἵνα μᾶλλον ἀρέσκοι. ἐλέγετο γὰρ καὶ διὰ τῶν ᾿Αριστοτέλους μαθημάτων ἐλθεῖν καὶ ἐν ᾿Αλεξανδρείᾳ φοιτῆσαι τοῖς τούτων διδασκάλοις. 3.15. Καὶ ἕτεροι δὲ παρὰ τούτους πλῆθος ἐν ταῖς ἐκκλησίαις ἦσαν, ἱκανοὶ διδάσκειν καὶ διαλέγεσθαι περὶ τῶν ἱερῶν γραφῶν· ἀπαριθμήσασθαι δὲ πάν3.15.10 τας ἔργον. μή τῳ δὲ χαλεπὸν εἶναι δόξῃ, ὅτι τινὰς τῶν εἰρημένων αἱρέσεων ἢ ἀρχηγοὺς ἢ σπουδαστὰς γενομένους ἐπαινέσας ἔχω· εὐγλωττίας γὰρ ἕνεκεν καὶ τῆς ἐν τοῖς λόγοις δεινότητος θαυμασίους εἶναι σύμφημι, δογμάτων δὲ πέρι κρινέτωσαν οἷς τοῦτο ποιεῖν θέμις· οὐ γὰρ τάδε συγγράφειν προὐθέμην οὔτε ἱστορίᾳ πρέπον, ᾗ ἔργον μόνα τὰ ὄντα ἀφηγεῖσθαι μηδὲν οἰκεῖον ἐπεισαγούσῃ. ὅσοι μὲν δὴ τότε ὧν παρειλήφαμεν τῇ ῾Ελλήνων καὶ ῾Ρωμαίων φωνῇ κεχρημένοι ἐπὶ παιδεύσει καὶ λόγοις ἐνδοξότατοι ἐγένοντο, ἐν τοῖς εἰρημένοις τετάχθων. 3.16.1 ᾿Εῴκει δὲ πάντας παρευδοκιμεῖν καὶ ἐς τὰ μάλιστα τὴν καθόλου ἐκκλησίαν σεμνύνειν ᾿Εφραὶμ ὁ Σύρος· ὃς ἐκ Νισίβεως ἢ τῶν τῇδε χωρίων τὸ γένος εἶχεν, ἐν φιλοσοφίᾳ δὲ μοναστικῇ τὸν βίον ἐξασκήσας, οὔτε μαθὼν οὔτε προσδοκηθεὶς τοιοῦτος εἶναι, ἐξαπίνης ἐπὶ τοσοῦτον παιδείας κατὰ τὴν Σύρων φωνὴν ἐπέδωκεν, ὡς φιλοσοφίας μὲν τῶν ἄκρων ἐφικέσθαι θεωρημάτων, εὐκολίᾳ δὲ καὶ λαμπρότητι λόγου καὶ τῷ πυκνῷ καὶ σώφρονι τῶν νοημάτων ὑπερβαλέσθαι τοὺς παρ' ῞Ελλησιν εὐδοκιμωτάτους συγγραφέας. 3.16.2 οὕτω γοῦν τῶν μὲν εἴ τις πρὸς τὴν Σύρων ἢ ἑτέραν γλῶσσαν μεταβάλλοι τὰ γράμματα καὶ τὴν καρυκείαν, ὡς εἰπεῖν, ἀφέλοιτο τῶν ῾Ελληνικῶν γλωττισμάτων, αὐτίκα φωρᾶται καὶ τῆς προτέρας ἀπορρεῖ χάριτος· ἐπὶ δὲ τῶν ᾿Εφραὶμ λόγων οὐχ οὕτως. περιόντος τε γὰρ αὐτοῦ καὶ εἰσέτι νῦν ἃ συνεγράψατο πρὸς ῾Ελληνίδα φωνὴν ἑρμηνεύουσι, καὶ οὐ πολὺ ἀποδεῖ τῆς ἐν ᾧ πέφυκεν ἀρετῆς· ἀλλὰ καὶ ῞Ελλην ἀναγινωσκόμενος ἐπίσης τῷ Σύρος 3.16.3 εἶναι θαυμάζεται. ἀμέλει τοι καὶ Βασίλειος ὁ τὴν Καππαδοκῶν μητρόπολιν μετὰ ταῦτα ἐπισκοπήσας ἠγάσθη τὸν ἄνδρα καὶ τῆς παιδεύσεως ἐθαύμασεν· ὥστε μοι δικαίως καταφαίνεται κοινῇ παρὰ τῶν τότε παρ' ῞Ελλησιν ἐπὶ λόγοις θαυμαζομένων ταύτην τὴν μαρτυρίαν ἀπενέγκασθαι τὸν ᾿Εφραὶμ διὰ τῆς Βασιλείου φωνῆς ἐξενεχθεῖσαν, ὃς τῶν κατ' αὐτὸν πάντων ἐλλογιμώτερος γεγενῆσθαι συνωμολόγηται. 3.16.4 Λέγεται δὲ τὰς πάσας ἀμφὶ τὰς τριακοσίας μυριάδας ἐπῶν συγγράψαι, καὶ μαθητὰς ἐσχηκέναι πολλοὺς σπουδῇ τὴν αὐτοῦ παίδευσιν ζηλώσαντας, ἐπισημοτάτους δὲ ᾿Αββᾶν καὶ Ζηνόβιον, ᾿Αβραάμ τε καὶ Μαρᾶν καὶ Συμε-ῶνα, ἐφ' οἷς μεγαλαυχοῦσιν οἱ Σύρων παῖδες καὶ ὅσοι τὴν παρ' αὐτοῖς παιδείαν ἠκρίβωσαν. ἐπίσης δὲ Παυλωνᾶν καὶ ᾿Αρανὰδ ἐπαινοῦσιν ἐπὶ εὐγλωττίᾳ· φασὶ δὲ τῶν ὑγιῶν δογμάτων διαμαρτεῖν αὐτούς.